← 狄摩西尼

论使职不称职

§247-252

安提戈涅诗句与梭伦雕像的伪善

德摩斯梯尼谴责埃斯基涅斯背叛了其身为主演时所朗诵的索福克勒斯《安提戈涅》中的爱国诗句,并指斥其借用梭伦雕像伪装节制,揭露了这一说法的年代矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§247

ἴστε γὰρ δήπου τοῦθʼ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι.1 ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθʼ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. λέγε. ΙΑΜΒΕΙΑ ΣΟΦΟΚΛΕΟΥΣ ΕΞ ΑΝΤΙΓΟΝΗΣ. "ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζονʼ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί, οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς2 τοὺς φίλους ποιούμεθα."

诸位想必清楚,在所有的悲剧剧目中,由第三配角扮演僭主和执权杖者出场,乃是一种特权。那么,请看在这出戏剧中,由埃斯基涅斯扮演的克瑞翁被诗人安排说了怎样的话——这些话此人既未就出使之事对自己说过,也未对陪审官们讲过。请宣读。 索福克勒斯《安提戈涅》中的短长格诗句 “任何人的心灵、志气与见识, 都绝不可能彻底查明,除非 他在官职与法令中显露出经受的锤炼。 因为在我看来,任何人执掌整座城邦, 却不采纳最良善的谋略, 反而因某种恐惧而紧锁其舌, 无论在现今还是往昔,都当被视为极恶之徒; 凡是将朋友置于自身祖国之上的人, 我一概视其毫无分量。 因为我——愿永恒鉴察万物的宙斯作证—— 绝不会在看到破灭而非安宁 降临于公民之际保持沉默, 也绝不会将敌视这片土地之人 引为自己的朋友,因我深知, 正是城邦拯救了我们,唯有在这艘平稳航行的 巨轮之上,我们方能结下友谊。”

§248

τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλʼ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζονʼ ἡγήσαθʼ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δʼ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν, οὐκ ἀναμνησθεὶς ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δʼ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλʼ οὖν ἐν ταύτῃ γʼ ἔζη, ὑπογραμματεύοντες δʼ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφʼ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύʼ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δʼ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.

埃斯基涅斯在出使期间从未将这些话中的任何一句讲给自己听,反而将腓力的款待与友谊视为比城邦对自己重要得多且有利得多,对聪慧的索福克勒斯弃之不顾;当看到破灭接踵而至——即向福基斯进军——他既没有预警也没有提前通报,反而加以隐瞒、协同配合,并阻挠那些企图发言的人;他全然没有记起:正是城邦拯救了我们,正是在她的庇护下,他的母亲通过主持密仪、举行祓除仪式并攫取主顾们的家产,才抚养大了这么多儿子;而他的父亲在医者英雄祠旁教授识字——正如我从长辈那里听到的那样——竭其所能,但终究是在这城邦中生活维生;而他们兄弟自身也曾作为底层书记和助手供职于所有官署而领取酬金,最后更由诸位投票推选为书记,在圆厅中由公款供养了两年;而如今,此人更作为使节从这座城邦被派遣出去。

§250

τούτων οὐδὲν ἐσκέψατο, οὐδʼ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλʼ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθʼ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτʼ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δʼ οὐδεπώποτʼ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τινʼ εἰς μέσον ἤνεγκας.

对这些他全然不加思索,也不预先考虑如何让城邦平稳航行,反而倾覆了她,使她沉沦,并且就其自身所能做到的而言,安排将她置于敌人的掌心之中。既然如此,难道你不是诡辩家吗?而且是个邪恶的诡辩家!难道你不是讼师吗?而且是个神明憎恶的讼师!你将自己屡次竞演并熟记于心的词句弃置不顾,却搜寻出自己一生中从未演过的段落带到大庭广众之中,为了去伤害公民中的某个人。

§251

φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλωνʼ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρʼ ἔχοντʼ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντʼ ἔτη φάσʼ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δʼ ὁμοῦ διακόσιʼ ἐστὶν ἔτη καὶ τετταράκοντʼ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθʼ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατʼ ἐκεῖνον, ἀλλʼ οὐδʼ ὁ πάππος αὐτοῦ.

来吧,再考量一下他针对梭伦所说的那番话。他说梭伦被立像塑造成当时演说家庄重节制的典范,手缩在长袍内披着外衣,借此斥责和辱骂蒂马科斯的放肆轻浮。然而萨拉米斯人却说,这座雕像立起至今尚不足五十年,而从梭伦到如今这段时间,差不多已有二百四十年了;因此,塑造这一姿态的工匠不仅自己与梭伦不是同时代人,甚至连他的祖父也不是。

§252

τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο,3 ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γʼ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν ἀνέσωσε τῇ πόλει, τὴν δʼ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν·

于是,他向陪审官们说了这些,并模仿了这个姿势;然而,比起这个姿势对城邦要有用得多的东西——即去体察梭伦的心灵与思想——他却未曾模仿,反而背道而驰。因为当年萨拉米斯背叛雅典人,雅典人通过决议规定若有人提议收复便处以死刑时,梭伦甘冒个人之险,创作并朗唱了挽歌诗,既为城邦收复了失地,又洗刷了既有的耻辱。

语法注3 条
  1. 247τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι

    带冠词不定式短语,带有宾格主语 τοὺς τυράννους...,充当 ἐξαίρετόν ἐστιν 的语法主语。ὥσπερ γέρας(“作为一种特权”)对表语 ἐξαίρετον 起同位或副词性修饰作用。

  2. 247ταύτης ἔπι πλέοντες ὀρθῆς

    前置词 ἔπι 发生倒置(anastrophe,即 ἐπί),支配属格 ταύτης(代指比喻为船只的城邦)。形容词 ὀρθῆς 作表语性修饰(“在平稳挺立/不倾覆时”)。德摩斯梯尼在引用后的散文中承接了这一短语(ταύτης ἔπι),展开论述埃斯基涅斯全家正是在城邦这艘大船上得以维生。

  3. 252ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο

    关系代词分句(ὃ ... λυσιτελέστερον)及对其进行具体说明的带冠词不定式(τὸ ... ἰδεῖν)置于句首,主句动词 οὐκ ἐμιμήσατο 则以阴性单数指示代词 ταύτην 作为宾语来接应。代词之所以采用阴性 ταύτην 而非中性(照应 ὃ 或 τὸ),是因为受到了不定式的宾语 τὴν ψυχήν 和 τὴν διάνοιαν 的引力同化(attraction)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:247-252