← 狄摩西尼

论使职不称职

§240-246

反用起诉蒂马科斯时所引诗句以证其罪

演说者将埃斯基涅斯昔日起诉蒂马科斯时所用的自辩言辞及所引诗句(赫西俄德与欧里庇得斯)反戈相向,论证这些话如今恰恰精准地坐实了埃斯基涅斯本人的受贿与恶行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§240

παρʼ ὧν κρεῖττόν ἐστιν ἑκάστῳ τὰς ἀγαθὰς ἐλπίδας τοῖς παισὶ καὶ ἑαυτῷ, τὰ δίκαια γνόντα καὶ τὰ προσήκοντα, περιποιήσασθαι ἢ τὴν ἀφανῆ καὶ ἄδηλον τούτοις χάριν καταθέσθαι, καὶ ἀφεῖναι τοῦτον ὃς αὐτὸς ἑαυτοῦ καταμεμαρτύρηκεν. τίνα γάρ, Αἰσχίνη, μάρτυρα μείζω παράσχωμαι τοῦ πολλὰ καὶ δεινὰ πεπρεσβεῦσθαί σοι1 ἢ σὲ κατὰ σαυτοῦ; ὃς γὰρ ᾠήθης χρῆναι τὸν φανερόν τι ποιῆσαι βουληθέντα τῶν σοὶ πεπρεσβευμένων τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιβαλεῖν, δῆλον ὅτι δεινὸν ἄν τι παθεῖν σαυτὸν ἤλπιζες,2 εἰ πύθοινθʼ οὗτοι τὰ πεπραγμένα σοι.

与其向这些人施以隐晦而不可靠的恩惠,并赦免这个亲自作证控告自己的家伙,诸位不如从这些神明那里,通过裁决正义与适宜之事,为自己的子嗣和自身谋求美好的期许。埃斯基涅斯啊,对于你在出使期间犯下的种种滔天罪行,我还能提出什么比你自己针对自己更大的证人呢?因为既然你认为必须让那个企图揭露你出使中某些行径的人陷入如此巨大而深重的灾难,显而易见,你正是预料到一旦这些陪审官得知你的所作所为,你自己必将大祸临头。

§241

τοῦτο τοίνυν, ἄνπερ ὑμεῖς εὖ φρονῆτε, καθʼ αὑτοῦ συμβήσεται τούτῳ πεπρᾶχθαι, οὐ μόνον κατὰ τοῦθʼ ὅτι παμμέγεθες σημεῖόν ἐστι τῶν πεπρεσβευμένων, ἀλλʼ ὅτι καὶ κατηγορῶν ἐκείνους τοὺς λόγους εἶπεν οἳ κατʼ αὐτοῦ νῦν ὑπάρχουσιν· ἃ γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες, ταὐτὰ δήπου ταῦτα καὶ κατὰ σοῦ προσήκει τοῖς ἄλλοις ἰσχύειν.

因此,如果诸位明察秋毫,这一举动终将证明是他自作自受;不仅因为这是他出使行径的重大明证,而且还因为他在控告时所说的那些话,如今恰恰构成了针对他自己的把柄。因为你在起诉蒂马科斯时所确立的正义准则,理所当然也应当由他人反过来适用于你。

§242

ἔλεγεν τοίνυν τότε πρὸς τοὺς δικαστὰς ὅτι ἀπολογήσεται δὲ Δημοσθένης ὑπὲρ αὐτοῦ, καὶ κατηγορήσει τῶν ἐμοὶ πεπρεσβευμένων· εἶτʼ, ἐὰν ὑμᾶς ἀπαγάγῃ τῷ λόγῳ, νεανιεύσεται καὶ περιιὼν ἐρεῖ· πῶς τι τοὺς δικαστὰς ἀπαγαγὼν ἀπὸ τῆς ὑποθέσεως ᾠχόμην τὸ πρᾶγμʼ αὐτῶν ὑφελόμενος;3 μὴ σύ γε, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζει, περὶ τούτων ἀπολογοῦ· τότε δʼ, ἡνίκʼ ἐκεῖνον ἔκρινες, ἐξῆν σοι κατηγορεῖν καὶ λέγειν ὅ τι ἐβούλου.

当时他曾对陪审官们说: “德摩斯梯尼将为他辩护,并控告我出使中的行为;然后,如果他用言辞诱导你们偏离主题,他便会趾高气扬,到处扬言:‘我是如何诱导陪审官偏离案情,并从他们手中把案子偷天换日拐走的?’” 你切莫如此,而是应当针对你受审的罪状为自己辩护;而在当时,当你起诉那个人时,控告并随意说你想说的,是你的自由。

§243

ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρʼ ἔχων ἐφʼ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι· "φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή." οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματʼ ἐκ τῆς πρεσβείας φασὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθεν φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.

况且,对于你起诉那人的那些罪状,你明明拿不出任何证人,却还向陪审官诵读诗句: “众人众口相传的风声,绝不会全然泯灭; 这风声本身,亦是一种神明。” 那么,埃斯基涅斯啊,如今这里所有的人也都说你从出使中捞取了金钱,因而在针对你时,理所当然也是: “众人众口相传的风声,绝不会全然泯灭。”

§244

ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ ʼκεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδʼ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθʼ ὅστις οὔ φησι χρήματʼ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστʼ, εἴπερ ἐστʼ ἀληθὴς ἡ φήμη, καθʼ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ θεός νύ τίς ἐστι καὶ αὐτή, καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.

因为你且仔细考量,便会明白指责你的人比指责他的要多得多。就蒂马科斯而言,甚至并非所有的街坊邻里都认得他;但就你们这些使节而言,希腊人和异邦人当中没有任何人不说你们从出使中收取了贿赂。因此,如果风声属实,那么来自大众的风声正是针对你们的;而正是你自己判定了这风声必须得到信任,判定了“这风声本身,亦是一种神明”,并判定了写下这些诗句的诗人是富有智慧的。

§245

ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον "ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών." εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτʼ εἰπών, ἀγνοεῖτʼ, ἔφη, ποῖόν τινʼ ἡγεῖσθαι δεῖ; οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθʼ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· ὅστις δʼ ὁμιλῶν ἥδεται, καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι ἀργύριον εἴληφʼ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.

再者,他还搜集并吟诵了短长格诗句,诸如: “凡是乐于与恶人为伍之人, 我从不打听其底细,因我知道, 他与其乐于相伴之辈实属同类。” 接着,他谈到那个出入鸟市、与皮塔拉科斯同行的人,并在说了这番话之后问道: “难道你们还不知道应当把他看作怎样的人吗?” 那么,埃斯基涅斯啊,这些短长格诗句如今由我用来针对你也是恰如其分的;若我对在座诸位说出这些话,我也将说得公正而得体: “凡是乐于与菲洛克拉特斯为伍之人—— 而且是在出使期间乐于与他为伍—— 我从不打听其底细,因我知道, 此人定然收受了金钱,正如供认不讳的菲洛克拉特斯一样。”

§246

λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖʼ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου· τοῦτο δὲ τὸ δρᾶμʼ οὐδεπώποτʼ οὔτε Θεόδωρος οὔτʼ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δʼ Ἀριστόδημος ὑποκέκριται, ἐν ᾗ πεποιημένʼ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν.

因此,他称呼别人为讼师和诡辩家并试图加以羞辱,到头来却将被证实正是他自己犯下了这些行径。因为这些短长格诗句出自欧里庇得斯的《福尼克斯》;而这出戏,无论是曾与此人搭档、由他长期扮演第三配角的提奥多罗斯还是阿里斯托德莫斯,都从未演出过,而是由莫隆或者某位老一辈演员演出的。至于索福克勒斯的《安提戈涅》,提奥多罗斯曾屡次演出,阿里斯托德莫斯也曾屡次演出,此人虽曾屡次亲自朗诵其中为诸位创作得极为优美而有益的短长格诗句,并熟记于心,如今却避而不提了。

语法注3 条
  1. 240τοῦ πολλὰ καὶ δεινὰ πεπρεσβεῦσθαί σοι

    受名词 μάρτυρα 支配、充当客观属格的带冠词不定式短语。完成时被动不定式 πεπρεσβεῦσθαι 带有表示施事者的与格 σοι,意为“由你执行了诸多可怕的出使行为这一事实”。

  2. 240ὃς γὰρ ᾠήθης χρῆναι τὸν φανερόν τι ποιῆσαι βουληθέντα τῶν σοὶ πεπρεσβευμένων τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιβαλεῖν, δῆλον ὅτι δεινὸν ἄν τι παθεῖν σαυτὸν ἤλπιζες

    关系代词 ὃς 承接先行词 σὲ κατὰ σαυτοῦ,同时起到原因从句的作用(“因为既然你认为……”)。短语 δῆλον ὅτι 副词化,意为“显然”。小品词 ἄν 依附于不定式 παθεῖν 而非未完成过去时直陈式 ἤλπιζες,表示过去视角的潜在/可能性(“预料到自己定会遭遇某种可怕的下场”)。

  3. 242πῶς τι τοὺς δικαστὰς ἀπαγαγὼν ἀπὸ τῆς ὑποθέσεως ᾠχόμην τὸ πρᾶγμʼ αὐτῶν ὑφελόμενος;

    引述埃斯基涅斯当年假想德摩斯梯尼会说出的原话的直接引语。动词 οἴχομαι 与分词 ὑφελόμενος 搭配构成惯用表达,表示动作完成后的离去或得逞(“拐走/偷天换日后溜之大吉”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:240-246