← 狄摩西尼

论使职不称职

§233-239

早先宴请使节的辩解与对亲情人情的告诫

德摩斯梯尼辩明自己早先对使节的赞赏和宴请皆发生在背叛罪行暴露之前,并告诫陪审法官切勿受埃斯基涅斯兄弟的人情说辞蛊惑,而应谨守法律与审判誓言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§233

ἀλλὰ μὴν περὶ μὲν τῶν ἄλλων οὐδενὸς προσδεῖσθε μάρτυρος· ὡς δὲ τὸν υἱὸν ἔπεμψεν ὁ Φρύνων, κάλει μοι τούτων τοὺς μάρτυρας. τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης, ὅτι τὸν αὑτοῦ παῖδʼ ἐπʼ αἰσχύνῃ πρὸς Φίλιππον ἔπεμψεν. εἰ δέ τις ὢν ἐφʼ ἡλικίας ἑτέρου βελτίων τὴν ἰδέαν, μὴ προϊδόμενος τὴν ἐξ ἐκείνης τῆς ὄψεως ὑποψίαν, ἰταμώτερον τῷ μετὰ ταῦτʼ ἐχρήσατο βίῳ, τοῦτον ὡς πεπορνευμένον κέκρικεν.

况且,关于其他事情,你们不再需要任何证人;但关于弗鲁农送走他儿子的事,请替我传唤这些证人。 埃斯基涅斯并未因这个男人为了可耻的目的将自己的孩子送给腓力而起诉他。然而,若是某人在韶华之年容貌出众,未能预见因这副相貌而引起的猜忌,此后生活略显轻浮,他便以卖淫的罪名将其控告。

§234

φέρε δὴ περὶ τῆς ἑστιάσεως καὶ τοῦ ψηφίσματος εἴπω· μικροῦ γʼ, ἃ μάλιστά μʼ ἔδει πρὸς ὑμᾶς εἰπεῖν, παρῆλθεν.1 τῆς πρώτης ἐκείνης πρεσβείας γράφων τὸ προβούλευμʼ ἐγὼ καὶ πάλιν ἐν τῷ δήμῳ ταῖς ἐκκλησίαις, ἐν αἷς ἐμέλλετε βουλεύεσθαι περὶ τῆς εἰρήνης, οὐδενὸς οὔτε λόγου πω παρὰ τούτων οὔτʼ ἀδικήματος ὄντος φανεροῦ, τὸ νόμιμον ποιῶν, καὶ ἐπῄνεσα τούτους καὶ εἰς πρυτανεῖον ἐκάλεσα.

且让我谈谈宴请和决议案的事;我原本最应该对你们说的话,刚才差点疏漏了。当我为那第一次使团起草预备提案时,以及后来在人民大会上,即你们准备商讨和平事务的会议中,由于他们当时尚未发表任何言论,也未露出任何罪行,我依循惯例,既称赞了这些人,又邀请他们到市政厅赴宴。

§235

καὶ νὴ Δίʼ ἔγωγε καὶ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ἐξένισα, καὶ πάνυ γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λαμπρῶς· ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς καὶ ἐπὶ τοῖς τοιούτοις ἐκεῖ σεμνυνομένους ὡς εὐδαίμονας καὶ λαμπρούς, εὐθὺς ἡγούμην ἐν τούτοις πρῶτον περιεῖναι δεῖν αὐτῶν καὶ μεγαλοψυχότερος φαίνεσθαι. ταῦτα δὴ παρέξεται νῦν οὗτος λέγων ὡς αὐτὸς ἐπῄνεσεν ἡμᾶς, αὐτὸς εἱστία τοὺς πρέσβεις, τὸ πότʼ οὐ διορίζων.

誓以宙斯之名,我甚至款待了来自腓力的使者,而且雅典同胞们,款待得极为体面隆重。因为当我看到他们在那边因这类奢华排场自命不凡,自视富足体面时,我立刻认为必须首先在这些事上胜过他们,展现出更大的气派。然而如今此人必将提出这些事,口口声声说: “他亲自称赞了我们,他亲自宴请了使节,”却绝口不提那是在何时。

§236

ἔστι δὲ ταῦτα πρὸ τοῦ τὴν πόλιν ἠδικῆσθαί τι καὶ φανεροὺς τούτους πεπρακότας αὑτοὺς γενέσθαι, ὅτʼ ἄρτι μὲν ἧκον οἱ πρέσβεις τὸ πρῶτον, ἔδει δʼ ἀκοῦσαι τὸν δῆμον τί λέγουσιν, οὐδέπω δʼ οὔθʼ οὗτος συνερῶν δῆλος ἦν τῷ Φιλοκράτει οὔτʼ ἐκεῖνος τοιαῦτα γράψων. ἂν δὴ ταῦτα λέγῃ, μέμνησθε τοὺς χρόνους ὅτι τῶν ἀδικημάτων εἰσὶ πρότεροι. μετὰ ταῦτα δʼ οὐδὲν ἐμοὶ πρὸς τούτους οἰκεῖον οὐδὲ κοινὸν γέγονεν.λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.

但这些事情都发生在城邦蒙受任何损害之前,也发生在这些恶行昭彰的自卖之辈暴露之前——那时使节们才刚刚初次抵埗,民众需要听取他们的主张,而此时此人既未表露出要为菲洛克拉特斯帮腔,后者也未表现出要提出此类决议。因此,他若提起这些事,请诸位牢记时间是在罪行发生之前;自那以后,我与他们之间便再无任何私交或公事往来。请宣读证词。

§237

ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης καὶ Ἀφόβητος· πρὸς οὓς ἀμφοτέρους ὑμῖν πολλὰ καὶ δίκαιʼ ἔστιν εἰπεῖν. ἀνάγκη δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ παρρησίας διαλεχθῆναι, μηδὲν ὑποστελλόμενον. ἡμεῖς, Ἀφόβητε καὶ σὺ Φιλόχαρες, σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δʼ ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους (καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλʼ οὐδὲ στρατηγίας γʼ ἄξια) πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν.2

[证词]或许他的兄弟菲洛卡雷斯和阿福贝托斯将为他出庭帮腔;针对他们两人,诸位有许多正当的道理可讲。雅典同胞们,我们必须开诚布公地直言,毫无保留。阿福贝托斯,还有你,菲洛卡雷斯,当年你在漆画香膏盒和鼓面,而这些人为辅助书记和寻常之辈时(这些职业虽谈不上恶劣,但也绝够不上将军之尊),我们却擢拔你们,让你们膺选使节、将军以及最高的殊荣。

§238

εἰ τοίνυν μηδὲν ὑμῶν ἠδίκει μηδείς, οὐχ ἡμεῖς χάριν ὑμῖν οὐδενός, ἀλλʼ ὑμεῖς ἡμῖν δικαίως ἂν ἔχοιτε τούτων· πολλοὺς γὰρ ὑμῶν μᾶλλον ἀξίους τιμᾶσθαι παρέντες ἡμεῖς ὑμᾶς ἐσεμνύνομεν. εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθʼ ἠδίκηκέ τις ὑμῶν, καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον ἂν μισοῖσθε δικαίως ἢ σῴζοισθε; ἐγὼ μὲν οἶμαι πολλῷ. βιάσονται τοίνυν ἴσως, μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες, καὶ τὸ συγγνώμη ἀδελφῷ βοηθεῖν προσειληφότες.3

因此,即使你们当中无人犯法,也并非我们对你们欠下恩情,而是你们理当对我们心怀感激;因为我们略过了许多比你们更有资格受赏的人,抬举了你们。但如果你们当中的某人,恰恰在受赐的职权之中犯下了罪行,而且是如此滔天的罪行,那么你们理当被深恶痛绝而非得到宽宥的程度,难道不应当大得多吗?在我看来,要大得多。或许他们依仗着嗓门大、脸皮厚,并搬出“搭救兄弟情有可原”这套说辞,妄图强行过关。

§239

ὑμεῖς δὲ μὴ ἡττᾶσθε, ἐκεῖνʼ ἐνθυμούμενοι, ὅτι τούτοις μὲν τούτου· προσήκει φροντίζειν, ὑμῖν δὲ τῶν νόμων καὶ ὅλης τῆς πόλεως καὶ παρὰ πάντα τῶν ὅρκων, οὓς αὐτοὶ κάθησθʼ ὀμωμοκότες. καὶ γὰρ εἰ τινῶν δεδέηνται τουτονὶ σῴζειν, πότερʼ ἂν μηδὲν ἀδικῶν φαίνηται τὴν πόλιν ἢ κἂν ἀδικῶν, σκοπεῖτε. εἰ μὲν γὰρ ἂν μή, κἀγώ φημι δεῖν, εἰ δʼ ὅλως κἂν ὁτιοῦν, ἐπιορκεῖν δεδέηνται. οὐ γὰρ εἰ κρύβδην ἐστὶν ἡ ψῆφος, λήσει τοὺς θεούς,4 ἀλλὰ τοῦτο καὶ πάντων ἄρισθʼ ὁ τιθεὶς τὸν νόμον εἶδε, ὅτι τούτων μὲν οὐδεὶς εἴσεται τὸν ἑαυτῷ κεχαρισμένον ὑμῶν, οἱ θεοὶ δʼ εἴσονται καὶ τὸ δαιμόνιον τὸν μὴ τὰ δίκαια ψηφισάμενον.

然而你们切莫屈从,务必铭记:他们关照此人是情理之中,但你们应当顾及的是法律、整个城邦,以及至关重要的、你们自己立下而后就坐的誓言。因为即便他们曾恳求某些人拯救此人,也请诸位考量:他们求的是在此人被证明未曾危害城邦的情形下,还是即便危害了城邦也要搭救?如果是前者,我也认为应当如此;但如果是无论如何哪怕犯了法也要救,那么他们恳求的便是违誓背约。因为秘密投票并不意味着可以瞒过神明;恰恰相反,立法者最清楚这一点:这些人没有一个会知道你们当中是谁卖了他的人情,但神明与上天必将知晓是谁未曾主持正义。

语法注4 条
  1. 234μικροῦ γʼ, ἃ μάλιστά μʼ ἔδει πρὸς ὑμᾶς εἰπεῖν, παρῆλθεν

    带有小品词γε的属格μικροῦ充当副词,意为“几乎”、“差一点”,修饰非人称/不及物动词παρῆλθεν(“滑过”、“遗漏”)。中间插入的关系从句 ἃ μάλιστά μʼ ἔδει πρὸς ὑμᾶς εἰπεῖν 作为 παρῆλθεν 的主语。

  2. 237σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δʼ ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους (καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλʼ οὐδὲ στρατηγίας γʼ ἄξια) πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν

    主要动词ἠξιώσαμεν支配双重结构:人称宾格(σὲ μὲν ... γράφοντα 与 τούτους δὲ ὑπογραμματέας ...)以及表示职位或荣誉的属格(πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν)。长篇的宾格并列项和插入语使得动词与其属格补足语之间产生了显著的离隔。

  3. 238τὸ συγγνώμη ἀδελφῷ βοηθεῖν προσειληφότες

    中性定冠词τό将整个引述句“συγγνώμη [ἐστὶν] ἀδελφῷ βοηθεῖν”(搭救兄弟情有可原)名词化,作为分词προσειληφότες的直接宾格宾语,用以表示他们所采纳的借口或诉求。

  4. 239οὐ γὰρ εἰ κρύβδην ἐστὶν ἡ ψῆφος, λήσει τοὺς θεούς

    句子的核心骨干是 οὐ λήσει τοὺς θεούς(绝不会瞒过神明),条件从句 εἰ κρύβδην ἐστὶν ἡ ψῆφος(即便投票是秘密的)紧随否定词 οὐ 之后插入。否定词统摄整个推论,构成“纵使……也不意味着……”的让步条件结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:233-239