← 狄摩西尼

论使职不称职

§225-232

腓力的奖赏与赦免叛国者的危险后果

德摩斯梯尼将腓力对其效忠者的敏锐关照与雅典民众因私情而冷落尽忠者的现状作对比,指出若赦免这些腐败的使者,将为后世公职人员树立祸害无穷的恶劣先例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§225

οὐκ οἴεσθε δεινὸν εἶναι καὶ ὑπερφυές; (καὶ γὰρ εἴ τι σιωπᾶν ἐγνώκειν, λέγειν ἐξάγομαι.) ἴστε δήπου Πυθοκλέα τουτονὶ τὸν Πυθοδώρου. τούτῳ πάνυ φιλανθρώπως ἐκεχρήμην ἐγώ, καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν εἰς τὴν ἡμέραν ταύτην οὐδέν. οὗτος ἐκτρέπεταί με νῦν ἀπαντῶν, ἀφʼ οὗ πρὸς Φίλιππον ἀφῖκται, κἂν ἀναγκασθῇ που συντυχεῖν, ἀπεπήδησεν εὐθέως, μή τις αὐτὸν ἴδῃ λαλοῦντʼ ἐμοί· μετὰ δʼ Αἰσχίνου περιέρχεται τὴν ἀγορὰν κύκλῳ καὶ βουλεύεται.

难道你们不认为这是骇人听闻且不可思议的吗?(因为确实,哪怕我曾决心对某些事保持沉默,如今也不得不直言不讳。)你们想必知道这里的皮托克勒斯,即皮托多罗斯之子。我过去待他极为亲善,直到今天,我和他之间也从未发生过任何不快。然而此人自从去了腓力那里之后,如今在路上遇到我便拐弯回避;即便偶然在某处被迫碰面,他也立即跳开,生怕有人看见他同我交谈;而他却与埃斯基涅斯一道在广场上踱步,共谋密议。

§226

οὐκοῦν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν1 οὕτως ἀκριβῆ τὴν παρʼ ἐκείνου πρὸς ἑκάτερʼ αἴσθησιν ὑπάρχειν, ὥσθʼ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδʼ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρʼ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρʼ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμʼ ἀγωνίζεσθαι, καὶ ταῦτα παρʼ ὑμῖν τοῖς ἅπαντʼ εἰδόσιν.

雅典同胞们,难道这不是很可怕、很令人痛心吗:对于那些选择为腓力的利益效劳的人,从他那里对正反两面有着如此敏锐的明察,以至于每个人都深信,哪怕自己在此地所做的一切细枝末节也绝瞒不过他,犹如他就站在身旁一般,并且完全按照他的意旨来认定谁是朋友、谁是仇敌;而对于那些为你们而活、渴望得到你们的赏识且未曾背叛这赏识的人,从你们这里迎面而来的却是如此的聋聩与麻木,以至于如今我竟要在平等的条件下与这些恶徒对薄公堂,而且是在尽知一切真相的你们面前!

§227

βούλεσθʼ οὖν εἰδέναι καὶ ἀκοῦσαι τὸ τούτων αἴτιον; ἐγὼ δὴ φράσω, ἀξιῶ δὲ μηδένʼ ἄχθεσθαί μοι λέγοντι τἀληθῆ. ὅτι ἐκεῖνος μὲν ἕν, οἶμαι, σῶμʼ ἔχων καὶ ψυχὴν μίαν παντὶ θυμῷ καὶ φιλεῖ τοὺς ἑαυτὸν εὖ ποιοῦντας καὶ μισεῖ τοὺς τἀναντία, ὑμῶν δʼ ἕκαστος πρῶτον μὲν οὔτε τὸν εὖ ποιοῦντα τὴν πόλιν αὑτὸν εὖ ποιεῖν ἡγεῖται, οὔτε τὸν κακῶς κακῶς, ἀλλʼ ἕτερʼ ἐστὶν ἑκάστῳ προυργιαίτερα, ὑφʼ ὧν παράγεσθε πολλάκις, ἔλεος, φθόνος, ὀργή, χαρίσασθαι τῷ δεηθέντι, ἄλλα μυρία· ἂν δʼ ἄρʼ ἅπαντά τις ἐκφύγῃ, ἀλλὰ τούς γʼ οὐδένα βουλομένους εἶναι τοιοῦτον οὐ διαφεύξεται.2 ἡ δʼ ἐφʼ ἑκάστου τούτων ἁμαρτία κατὰ μικρὸν ὑπορρέουσα ἁθρόος τῇ πόλει βλάβη γίγνεται.

那么,你们想要知道并听听这一切的缘由吗?我自会道来,但请诸位不要因我说出真话而对我心怀不满。这是因为那个人,我想,由于只拥有一具躯体和一颗灵魂,便全心全意地热爱善待他的人,憎恨与此相反的人;而你们当中的每一个人,首先既不认为善待城邦者即是善待自己,也不认为危害城邦者即是危害自己,相反,每个人都有其他自认为更紧要的事,你们往往被这些事所左右:怜悯、嫉妒、愤怒、照顾求情者的情面,以及其他无数琐事;即便有人当真避开了所有这些,他也绝难逃脱那些不希望任何人成为如此高尚之士者的倾轧。而在这些事情上每一处犯下的过失,逐渐渗透累积,最终酿成城邦的滔天大祸。

§229

ὧν μηδέν, ὦ ἄνδρες Ἀθηναῖοι, πάθητε τήμερον, μηδʼ ἀφῆτε τοῦτον ὃς ὑμᾶς τηλικαῦτʼ ἠδίκηκεν. καὶ γὰρ ὡς ἀληθῶς τίς ἔσται λόγος περὶ ὑμῶν, εἰ τοῦτον ἀφήσετε; Ἀθήνηθεν ἐπρέσβευσάν τινες ὡς Φίλιππον τουτονί, Φιλοκράτης, Αἰσχίνης, Φρύνων, Δημοσθένης. τί οὖν; ὁ μὲν πρὸς τῷ μηδὲν ἐκ τῆς πρεσβείας λαβεῖν τοὺς αἰχμαλώτους ἐκ τῶν ἰδίων ἐλύσατο· ὁ δʼ ὧν τὰ τῆς πόλεως πράγματα χρημάτων ἀπέδοτο, τούτων πόρνας ἠγόραζε καὶ ἰχθῦς περιιών.

雅典同胞们,愿你们今日不要沾染这其中的任何恶习,切莫放过这个曾如此严重伤害你们的人。因为说句实话,如果你们放走他,人们又会怎样议论你们呢?“有些人从雅典出使到这个腓力那里:菲洛克拉特斯、埃斯基涅斯、弗鲁农、德摩斯梯尼。结果如何呢?其中一人不仅在使团中分文未取,反倒用自己的私产赎回了战俘;而另一人却用出卖城邦利益换来的银钱,四处游荡去买妓女和鲜鱼。

§230

καὶ ὁ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, ὁ μιαρὸς Φρύνων· ὁ δʼ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθʼ αὑτοῦ διεπράξατο. καὶ ὁ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτʼ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, μηδένʼ ἐν συμφορᾷ τῶν πολιτῶν διʼ ἔνδειαν περιορᾶν· ὁ δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τινʼ αἰχμάλωτον σῶσαι, ὥσθʼ3 ὅλον τόπον καὶ πλεῖν ἢ μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν.

其中一人把自己的儿子在登记入成年公民籍之前就送给了腓力——就是那个卑鄙的弗鲁农;而另一人却未曾做出任何有辱城邦或有辱他自己的勾当。一人不仅担任戏剧赞助人和战舰长,更认为应当自愿倾资奉献,不容任何同胞因贫穷而沦落于灾难之中;另一人则不但没有拯救任何现存的战俘,反而合谋策划,使得整片地区以及现有盟友中的一万多名重装步兵和近千名骑兵全数沦为腓力的战俘。”

§231

τί οὖν μετὰ ταῦτα; Ἀθηναῖοι λαβόντες, ᾔδεσαν μὲν γὰρ πάλαι· τί δέ;4 τοὺς μὲν χρήματʼ εἰληφότας καὶ δῶρα καὶ καταισχύναντας ἑαυτούς, τὴν πόλιν, τοὺς ἑαυτῶν παῖδας, ἀφεῖσαν καὶ νοῦν ἔχειν ἡγοῦντο καὶ τὴν πόλιν εὐθενεῖσθαι· τὸν δὲ κατηγοροῦντα τί; ἐμβεβροντῆσθαι, τὴν πόλιν ἀγνοεῖν, οὐκ ἔχειν ὅποι τὰ ἑαυτοῦ ῥίπτῃ.

那么在此之后又如何呢?“雅典人抓到了他们——因为他们老早就心知肚明——结果又怎样?那些收受金钱与礼物、辱没自身、城邦及自家儿女的人,他们反倒予以释放,并认为这些人识大体、城邦在欣欣向荣;而对于那个提出控告的人,他们又作何看待?认为他被雷劈昏了头,不懂城邦的人情世故,不知把自己的钱财往何处乱扔。”

§232

καὶ τίς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἰδὼν τὸ παράδειγμα, δίκαιον αὑτὸν παρασχεῖν ἐθελήσει; τίς προῖκα πρεσβεύειν, εἰ μήτε λαβεῖν μήτε τῶν εἰληφότων ἀξιοπιστότερον παρʼ ὑμῖν εἶναι δοκεῖν ὑπάρξει; οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ, ἀλλὰ καὶ νόμον τίθεσθʼ εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον, πότερον χρημάτων αἰσχρῶς ὑπὲρ τῶν ἐχθρῶν πρεσβεύειν ἅπαντας προσήκει ἢ προῖχʼ ὑπὲρ ὑμῶν τὰ βέλτιστʼ ἀδωροδοκήτως.

雅典同胞们,眼见这样的先例,谁还愿意表现得正直不阿呢?如果既不能得到好处,在你们面前又不会被认为比那些受贿之人更可信赖,谁还愿意无偿出使呢?你们今日不仅仅是在审判这些人,不,你们更是在为往后的所有时代确立一条法律:究竟是人人为了金钱、可耻地为敌人效劳出使是恰当的,还是为了你们而无偿地、不受贿赂地行最善之事才是应当的。

语法注4 条
  1. 226τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν

    该与格结构在句首谓语 δεινόν ... καὶ σχέτλιον(省略 ἐστίν)统辖的不定式分句中受 ὑπάρχειν 支配,与下文的 τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι ... 形成平行对衬。不定式 ὑπάρχειν 的主语是 αἴσθησιν,与格 τοῖς ... ᾑρημένοις 表示该认知状态所面向或属于的对象(关系/所属与格)。

  2. 228ἀλλὰ τούς γʼ οὐδένα βουλομένους εἶναι τοιοῦτον οὐ διαφεύξεται

    宾格短语 τοὺς ... βουλομένους 作动词 διαφεύξεται 的直接宾语,意为“那些不希望任何人成为如此高尚之人的人”,指那些嫉贤妒能、不愿见到任何人忠诚奉公的恶劣之徒。结构表明,即便有人侥幸避开了前述的所有私情杂念(ἅπαντα),也终究难逃此类奸邪之人的倾轧。

  3. 230τοσούτου δεῖ τῶν ὑπαρχόντων τινʼ αἰχμάλωτον σῶσαι, ὥσθʼ

    这是由 τοσούτου δεῖ 搭配不定式再由 ὥστε 引导结果从句的惯用强否定句型,意为“不仅远未做到……反而……”。此处极力反衬被告不仅没有解救现有的战俘,反而暗中策划让一万多名同盟军成为腓力的俘虏。

  4. 231Ἀθηναῖοι λαβόντες, ᾔδεσαν μὲν γὰρ πάλαι· τί δέ;

    这是一个模仿街谈巷议和拟想对话的极具戏剧性的紧缩省略句。分词 λαβόντες(“雅典人抓获了/审讯了他们”)后插入了说明性成分 ᾔδεσαν μὲν γὰρ πάλαι(“因为他们早已心知肚明”),随后借由自问自答的 τί δέ;(“结果如何?”)中断句势,并将主要的限定动词推迟到下文的 ἀφεῖσαν(“释放了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:225-232