← 狄摩西尼

论使职不称职

§219-224

使节的谎言、控告动机与对公民懈怠的警告

德摩斯梯尼论证道,既然使节们的虚妄承诺使城邦陷入危难,就必须判处埃斯基涅斯有罪;他阐明自己提起控告绝非出于恐惧或贪利,而是为了正义与奉献城邦,并力劝雅典人警惕其致命的麻木懈怠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§219

προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμενʼ ὁρμητήριʼ ἐφʼ ὑμᾶς καὶ πάνθʼ ἃ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθʼ ἀγαπητῶς, ἀποψηφίσασθʼ Αἰσχίνου,1 καὶ μὴ πρὸς τοσούτοις αἰσχροῖς καὶ ἐπιορκίαν προσκτήσησθε· οὐδὲν γὰρ ὑμᾶς ἀδικεῖ, ἀλλʼ ἐγὼ μαίνομαι καὶ τετύφωμαι νῦν κατηγορῶν αὐτοῦ.

倘若你们事先已经知道,并且预先从这些人那里听说盟友将被毁灭、忒拜人将变得强大、腓力将夺取色雷斯地区、在优卑亚将建立针对你们的进攻基地,以及如今发生的一切都会发生,然而你们随后仍欣然缔结了和约,那么就请宣判埃斯基涅斯无罪,切莫在如此众多的耻辱之上再平添伪誓之罪;因为他对你们毫无过错,反倒是我如今控告他才是疯癫狂妄。

§220

εἰ δὲ πάντα τἀναντία τούτων καὶ πολλὰ καὶ φιλάνθρωπʼ εἰπόντες, Φίλιππον φιλεῖν τὴν πόλιν, Φωκέας σώσειν, Θηβαίους παύσειν τῆς ὕβρεως, ἔτι πρὸς τούτοις μείζονʼ ἢ κατʼ Ἀμφίπολιν εὖ ποιήσειν ὑμᾶς, ἐὰν τύχῃ τῆς εἰρήνης, Εὔβοιαν, Ὠρωπὸν ἀποδώσειν· εἰ ταῦτʼ εἰπόντες καὶ ὑποσχόμενοι πάντʼ ἐξηπατήκασι καὶ πεφενακίκασι καὶ μόνον οὐ τὴν Ἀττικὴν ὑμῶν περιῄρηνται, καταψηφίσασθε, καὶ μὴ πρὸς τοῖς ἄλλοις οἷς ὕβρισθε (οὐ γὰρ ἔγωγʼ οἶδʼ ὅ τι χρὴ λέγειν ἄλλο) καὶ ὑπὲρ ὧν οὗτοι δεδωροδοκήκασιν ὑμεῖς τὴν ἀρὰν καὶ τὴν ἐπιορκίαν οἴκαδʼ εἰσενέγκησθε.

但倘若他们说了与此完全相反的许多仁厚承诺——声称腓力深爱本邦、将拯救福基斯人、将制止忒拜人的暴虐,此外,若求得和约,他将给你们带来比安菲波利斯更大的恩惠,归还优卑亚和奥罗普斯——倘若在说过并许下这些诺言之后,他们彻底欺骗并玩弄了你们,几乎把你们的阿提卡本土都剥夺了,那么就请判他有罪,切不要在你们遭受的侮辱(因为我实在不知该用什么其他词汇)之外,再因为这些人受贿的罪行,而把诅咒与伪誓带回你们自己的家中。

§221

ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ὦ ἄνδρες δικασταί, τίνος εἵνεκʼ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν; οὐδέ γʼ ἀσφαλές. ἀλλʼ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τις; οὐδεμία. τί οὖν; ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν·2 καὶ γὰρ ταῦτʼ ἀκήκοʼ αὐτὸν λέγειν. καίτοι μηδενός γʼ ὄντος, Αἰσχίνη, δεινοῦ μηδʼ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτʼ ἐρεῖ, σκοπεῖτʼ, ἄνδρες δικασταί, εἰ ἐφʼ οἷς ὁ μηδʼ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότας; ἀλλʼ οὐ διὰ ταῦτα.

审判官同胞们,请进一步考虑这一点:倘若这些人没有做任何不法之事,我究竟是为了什么才选择控告他们呢?因为你们找不到任何理由。难道树敌众多是一件快事吗?这甚至连安全都谈不上。抑或我与此人之间原本存在着某种私怨吗?根本没有。那么又是为了什么呢? “你是为了自己而害怕,出于懦弱才将此视为求生之道。” 因为我的确听他这样说过。然而埃斯基涅斯,正如你所声称的那样,倘若根本没有任何危险,也没有任何罪行——因为倘若他还要这么说,审判官同胞们,请考虑一下:倘若没有任何过错的我,尚且因那些事情而害怕因这些人而丧生,那么这些真正犯下罪行的人,又理当遭受怎样的惩罚呢?然而原因绝不在于此。

§222

ἀλλὰ διὰ τί σου κατηγορῶ; συκοφαντῶ νὴ Δία, ἵνʼ ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους (ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι· οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλʼ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα), ἢ παρὰ τούτων ἀφʼ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τʼ ἐχθρὸν εἶναι καὶ τούτοις; καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δʼ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετʼ ἔχθρας λαμβάνειν;

那么我究竟为何控告你呢?凭宙斯起誓,我是为了敲诈勒索,好从你那里拿到银钱〔吧〕。那么对我而言,哪一种做法更好呢:是从腓力那里拿钱——他出手阔绰,给我的绝不会比给这些人的任何一个更少——并且与他及这些人保持友谊(因为他们本会成为朋友的,本会与同谋之人成为朋友的;即便现在,他们对我也没有世代祖传的仇恨,仅仅是因为我没有参与那些勾当);还是向这些人乞求他们所得的一份,从而既成为腓力的敌人,又成为这些人的敌人?并且用自己如此大笔的私人钱财去赎回战俘,却又甘愿在满怀敌意之中可耻地从这些人手中索取区区微利?

§223

οὐκ ἔστι ταῦτα, ἀλλʼ ἀπήγγειλα μὲν τἀληθῆ καὶ ἀπεσχόμην τοῦ λαβεῖν τοῦ δικαίου καὶ τῆς ἀληθείας εἵνεκα καὶ τοῦ λοιποῦ βίου, νομίζων, ὥσπερ ἄλλοι τινὲς παρʼ ὑμῖν, καὶ αὐτὸς ὢν ἐπιεικὴς τιμηθήσεσθαι, καὶ οὐκ ἀνταλλακτέον εἶναί μοι τὴν πρὸς ὑμᾶς φιλοτιμίαν οὐδενὸς κέρδους· μισῶ δὲ τούτους, ὅτι μοχθηροὺς καὶ θεοῖς ἐχθροὺς εἶδον ἐν τῇ πρεσβείᾳ, καὶ ἀπεστέρημαι καὶ τῶν ἰδίων φιλοτιμιῶν διὰ τὴν τούτων δωροδοκίαν πρὸς ὅλην δυσχερῶς ὑμῶν τὴν πρεσβείαν ἐσχηκότων· κατηγορῶ δὲ νυνὶ καὶ ἐπὶ τὰς εὐθύνας ἥκω τὸ μέλλον προορώμενος, καὶ βουλόμενος ἀγῶνι καὶ δικαστηρίῳ μοι διωρίσθαι παρʼ ὑμῖν ὅτι τἀναντίʼ ἐμοὶ καὶ τούτοις πέπρακται.

绝非如此;相反,我是为了正义、真理以及余生的清誉而如实禀报,未受一文,因为我认为自己如同你们当中的其他人一样,恪守正直必将受到尊重,绝不应当用我对你们的尽忠奉献去换取任何私利;我痛恨这些人,是因为在使团中亲眼看到他们邪恶且为人神所弃,并且由于他们的受贿导致你们对整个使团深怀不满,我个人的功劳也被剥夺殆尽;而我如今进行指控并出席审计,是出于对未来的远见,希望通过辩论和法庭在你们面前证明,我和他们的所作所为完全相反。

§224

καὶ δέδοικα, δέδοικα (εἰρήσεται γὰρ πάνθʼ ἃ φρονῶ πρὸς ὑμᾶς) μὴ τότε μὲν συνεπισπάσησθʼ ἐμὲ τὸν μηδʼ ὁτιοῦν ἀδικοῦντα, νῦν δʼ ἀναπεπτωκότες ἦτε.3 παντάπασι γάρ, ἄνδρες Ἀθηναῖοι, ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθαι, οὐδὲ φροντίζειν τῆς πόλεως πάλαι κατὰ πολλοὺς καὶ δεινοὺς τρόπους διαφθειρομένης.

而且我害怕,我真的害怕——因为我会把我的全部想法都对你们和盘托出——恐怕你们到那时把我这个毫无过错的人一同牵连进去,如今却已经懈怠松劲了。因为雅典同胞们,在我看来,你们已经彻底涣散麻木,只是坐等大难临头;眼见他人遭殃却不知防备,亦不关心城邦早已在许多可怕的方式下走向毁灭。

语法注3 条
  1. 219προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμενʼ ὁρμητήριʼ ἐφʼ ὑμᾶς καὶ πάνθʼ ἃ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθʼ ἀγαπητῶς, ἀποψηφίσασθʼ Αἰσχίνου

    承接上一段落末尾的条件从句前件(εἰ μὲν ...),分词 προειδότες καὶ προακηκοότες 统领一系列并列的宾格加分词间接引语结构,最终在 εἶτα τὴν εἰρήνην ἐποιήσασθε 处收结条件从句。主句由祈使语气动词 ἀποψηφίσασθε 构成,带有强烈的反讽与让步色彩。

  2. 221ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν·

    修辞学上的异论预先反驳(hypophora),以第二人称直接引用对手埃斯基涅斯在演说中所声称(或可能声称)的说辞。紧随其后的 καὶ γὰρ ταῦτʼ ἀκήκοʼ αὐτὸν λέγειν 印证了这一点。

  3. 224καὶ δέδοικα, δέδοικα (εἰρήσεται γὰρ πάνθʼ ἃ φρονῶ πρὸς ὑμᾶς) μὴ τότε μὲν συνεπισπάσησθʼ ἐμὲ τὸν μηδʼ ὁτιοῦν ἀδικοῦντα, νῦν δʼ ἀναπεπτωκότες ἦτε.

    由表示担忧的动词 δέδοικα 统领的 μή 引导的惧怕从句。从句中 τότε μέν 与 νῦν δέ 构成鲜明的时态对比:前者接不定过去时虚拟式 συνεπισπάσησθε 指将来(呼应前文 τὸ μέλλον)的株连行为,后者接完成时复合虚拟式 ἀναπεπτωκότες ἦτε 表达当下已陷入麻木松懈的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:219-224