- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:211-218
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄摩西尼通过证词揭露埃斯基涅斯此前曾阻挠对他自己的账目传唤以逃避责任的事实,并呼吁陪审员根据已知的确凿事实进行判决,切莫被无关的诽谤或华丽洪亮的辞令所蒙蔽。
ὃ τοίνυν μέγιστον ἁπάντων,1 καὶ οὐ λόγος ἀλλʼ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν2 ἔμʼ εἰς τὸ δικαστήριον ὡς δεδωκότʼ εὐθύνας καὶ οὐκ ὄνθʼ ὑπεύθυνον· καὶ τὸ πρᾶγμʼ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτʼ ἐβούλετʼ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν ᾗ πάντα τἀδικήματʼ ἐνῆν· ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτʼ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ,3 καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν.
现在有一件事是所有事情中最重大的,而且不是空话,而是确凿的事实:正如我曾两次出使那样,我出于公正的考量,本愿向你们两次交待账目;而这里的这位埃斯基涅斯却带着许多证人去找审计官,禁止他们传唤我出庭,理由是我已经交过账目,不再负有受审的责任;而这件事情实在荒唐至极。那么,这是怎么一回事呢?他交代了那次无人指控的初次使团的账目之后,便再也不愿为他如今受审的这次使团重新出庭了,而所有的罪行恰恰都包含在这次出使之中;但由于我两次出庭,他自己也必然要再次出庭;正因如此,他不允许他们传唤我。然而,雅典同胞们,这一行为向你们清楚地表明了两点:一是他已经自知有罪,以至于你们今天谁也不能问心无愧地判他无罪;二是他将要说的关于我的话绝无半点属实;因为倘若他掌握着实情,他当时就会被发现既在发言又在指控,凭宙斯起誓,绝不会禁止他们传唤我。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλʼ οὐκ ἂν εἰκότως ἀκούοιτʼ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί.4 τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία; τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων ὅ τι ἀπολογήσεται;
为了证明我所言属实,请为我传唤关于这些事实的证人。 [证词]再者,倘若他在使团事务之外对我肆意诽谤,出于诸多理由,你们理所当然不应听信他。因为今天受审的并不是我,在此之后也没有人为我向水钟注水。那么,这些诽谤除了证明缺乏正当的辩护词外,还能是什么呢?因为任何一个受审之人,若是自己有据可辩,谁又会选择去指控别人呢?
ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δʼ Αἰσχίνης οὑτοσί, Φίλιππος δʼ ἦν ὁ κρίνων, εἶτʼ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατʼ αὐτὸ τοῦτʼ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετʼ ἀπολογεῖσθαι. λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
那么,审判官同胞们,请再考虑这一点。倘若受审的是我,控告的是这里的埃斯基涅斯,而腓力是审判官,随后我若是说不出任何证明自己无罪的话,反而辱骂此人并企图加以侮辱,难道你们不认为腓力单单因此便会大为恼火吗——如果在腓力面前有人辱骂他的恩人?因此,你们绝不要比腓力还要逊色,而要强迫他就他所受审的那些指控进行辩护。请宣读证词。 [证词]
οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτʼ ἐμοὶ καὶ τούτῳ πέπρακται; ἢ πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, ἃ μηδʼ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλʼ ὅμως ἐρεῖ, καὶ νὴ Δίʼ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθʼ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλʼ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην.
由此可见,我因问心无愧,认为自己理应交代账目并服从法律规定的一切程序,而他却恰恰相反。那么,我和他怎么可能是做了同样的事情呢?或者,他怎么可能向你们说出这些他以前从未指控过的言论呢?绝不可能。但他依然会这么说,凭宙斯起誓,这也完全合乎情理。因为你们想必清楚这一点:自有人类和审判以来,绝无一人曾在认罪的情况下被定罪;相反,他们厚颜无耻、矢口否认、撒谎、捏造借口,千方百计为了免受惩罚。
ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ.
你们今天绝不能被其中任何手段所蒙骗,而必须根据你们自己所知道的事实来裁决,既不要听信我的言辞,也不要听信他的言辞,更不要听信那些他准备好为任何事情作证的证人——他拿腓力作为赞助人;你们将看到他们多么乐意为他作证——也不要管他是声音宏亮悦耳,还是我声音微弱。
οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, ἃ πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ἃ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ;
因为你们今天若是有清醒的头脑,就不应当去举行一场演说家或言辞的审判,而应当为了以如此可耻和可怕的方式毁灭的国事,在查明你们大家都熟知的事实之后,将现有的耻辱反推给罪魁祸首。那么,这些你们自己知道而无需听我们诉说的事情究竟是什么呢?
εἰ μὲν ἅπανθʼ ὅσʼ ὑπέσχονθʼ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτʼ εἶναι μεστοί, ὥστε μήτʼ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτʼ ἐκ θαλάττης πολιορκούμενοι μήτʼ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὔωνον ὠνούμενοι καὶ τἄλλʼ οὐδὲν χεῖρον πράττοντες ἢ νῦν,
倘若由于和约向你们承诺的一切都已实现,而你们也承认自己充满了这般的懦弱与卑劣,以至于在敌人既未踏入国土,又未从海上被封锁,城邦亦未处于任何其他危难之中,反而买到了便宜的粮食,在其他方面也并不比现在过得更差的情况下——
- 211ὃ τοίνυν μέγιστον ἁπάντων
句首的中性关系代名词 ὃ 起到同位语或副词性作用,先行预示后文的整个陈述(“在所有事情中最重大的”)。它是一种独立用法(主格或宾格绝对用法),立于主句的核心句法结构之外。
- 211ἀπηγόρευε μὴ καλεῖν
在表示禁止或阻碍的动词(ἀπαγορεύω)之后,不定式通常带有冗余的否定词 μή(冗余否定)。其意义是“禁止传唤”,而非双重否定表肯定。
- 212ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ
由 ὥστε 引导的结果从句。εὐσεβῶς ἔχειν 为无人称表达,意为“(某人做某事)是合乎虔敬/职责的”,支配与格 μηδενὶ ὑμῶν 及带属格补足语 αὐτοῦ 的不定式 ἀποψηφίσασθαι。
- 213οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί
指涉雅典法庭向水钟(klepsydra)注水以计算辩论时间的司法惯例。由于狄摩西尼是原告而非受审的被告,在此次发言后不会再有人为他注水计时给予辩护发言时间,以此说明今天受审的并不是他。
