← 狄摩西尼

论使职不称职

§202-210

驳斥同谋指控与反腐立场

德摩斯梯尼预料到埃斯基涅斯企图通过将自己诬为同谋来推卸罪责,指出了这种抗辩的虚伪与不成立。随后他强调自己始终反对受贿,并指出对手们在公民大会上面对当面斥责时,因内疚而完全丧失了反驳的勇气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§202

ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρʼ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτʼ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δʼ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσʼ ἡ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία· ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμʼ ἄνθρωπος, τὰ δὲ πράγματʼ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ.1

因为我听说,他打算声称我实际上是我所指控的一切罪行的同伙,说我赞同这些事并与他协同行事,随后却突然改变立场来进行指控。但就已成的事实而言,这样的辩护既非正当,亦非恰切,反倒不过是对我的一种指责;因为如果我做下了这些事,我固然是个卑劣小人,但国事绝不会因此而有所好转——差得远呢。

§203

οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαί μοι προσήκειν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτʼ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. ἡ μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ἢ ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ἢ ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δʼ οὐδέτερον δύναιτʼ ἂν οὗτος ποιῆσαι.

然而,我认为自己有责任向你们证明两点:倘若他说出这番话,他便是在撒谎;以及何为正当的辩护。正当且明了的辩护,要么是证明被指控的事项并未发生,要么是证明既然已经发生,却对城邦有利。但这二者他一样也做不到。

§204

οὔτε γὰρ ὡς συμφέρει δήπου Φωκέας ἀπολωλέναι καὶ Πύλας Φίλιππον ἔχειν καὶ Θηβαίους ἰσχύειν καὶ ἐν Εὐβοίᾳ στρατιώτας εἶναι καὶ Μεγάροις ἐπιβουλεύειν καὶ ἀνώμοτον εἶναι τὴν εἰρήνην, ἔνεστι λέγειν αὐτῷ, οἷς τότʼ ἐναντίʼ ἀπήγγειλε πρὸς ὑμᾶς ὡς συμφέροντα καὶ γενησόμενα·2 οὔθʼ ὡς οὐ πέπρακται ταῦτα, δυνήσεται πεῖσαι τοὺς αὐτοὺς ἑορακότας ὑμᾶς καὶ εὖ εἰδότας.

因为他绝不可能宣称:福基斯人覆灭、腓力扼守温泉关、底比斯人坐大、优卑亚驻有军队、对墨伽拉暗施图谋、以及和约悬而未立誓,乃是有利的——当时他作为有利且必将实现之事向你们报告的,恰恰是与这些完全相反的事;他也不可能说服你们这些亲眼目睹并深知真相的人相信这些事并没有发生。

§205

οὐκοῦν ὡς οὐ κεκοινώνηκα τούτοις οὐδενός, λοιπόν μοι δεῖξαι. βούλεσθʼ οὖν ὑμῖν, πάντα τἄλλʼ ἀφείς, ἃ παρʼ ὑμῖν ἀντεῖπον, ἃ ἐν τῇ ἀποδημίᾳ προσέκρουον, ὡς ἅπαντα τὸν χρόνον ἠναντίωμαι, αὐτοὺς παράσχωμαι μάρτυρας τούτους3 ὅτι πάντα τἀναντίʼ ἐμοὶ καὶ τούτοις πέπρακται, καὶ χρήμαθʼ οὗτοι μὲν ἔχουσιν ἐφʼ ὑμῖν, ἐγὼ δʼ οὐκ ἠθέλησα λαβεῖν; θεάσασθε δή.

那么,剩下的便是由我来证明,我未曾与他们同流合污于任何一件事。那么,抛开其余所有事情不谈——诸如我在你们面前如何反驳他们、在出使途中如何与他们发生冲突、以及我自始至终如何反对他们——你们是否愿意让我把他们本人作为证人提供给你们,以证明我和他们所做之事完全相反,且他们以牺牲你们为代价拿了钱财,而我却拒绝接受?那么请看。

§206

τίνα τῶν ἐν τῇ πόλει φήσαιτʼ ἂν βδελυρώτατον εἶναι καὶ πλείστης ἀναιδείας καὶ ὀλιγωρίας μεστόν; οὐδεὶς οὐδʼ ἂν ἁμαρτὼν ὑμῶν ἄλλον εὖ οἶδʼ ὅτι φήσειεν ἢ Φιλοκράτην. τίνα δὲ φθέγγεσθαι μέγιστον ἁπάντων καὶ σαφέστατʼ ἂν εἰπεῖν ὅ τι βούλοιτο τῇ φωνῇ; Αἰσχίνην οἶδʼ ὅτι τουτονί. τίνα δʼ οὗτοι μὲν ἄτολμον καὶ δειλὸν πρὸς τοὺς ὄχλους φασὶν εἶναι, ἐγὼ δʼ εὐλαβῆ; ἐμέ· οὐδὲν γὰρ πώποτʼ οὔτʼ ἠνώχλησα οὔτε μὴ βουλομένους ὑμᾶς βεβίασμαι.

城邦中的何人,你们会称之为最可憎、最充满无耻与傲慢之徒?我深知,你们之中绝无一人哪怕失言也会说出除菲洛克拉特斯以外的名字。而何人声音最为宏亮、最能用他的嗓音清晰表达他想说的任何话?我确信是这里的这位埃斯基涅斯。而何人被他们斥为面对民众胆怯懦弱,而我自己称之为谨慎克制?正是我;因为我从未困扰过你们,也从未强迫过不情愿的你们。

§207

οὐκοῦν ἐν πάσαις ταῖς ἐκκλησίαις, ὁσάκις λόγος γέγονεν περὶ τούτων, καὶ κατηγοροῦντος ἀκούετέ μου καὶ ἐλέγχοντος ἀεὶ τούτους καὶ λέγοντος ἄντικρυς ὅτι χρήματʼ εἰλήφασι καὶ πάντα πεπράκασι τὰ πράγματα τῆς πόλεως. καὶ τούτων οὐδεὶς πώποτʼ ἀκούων ταῦτʼ ἀντεῖπεν οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἔδειξεν ἑαυτόν.

因此,在所有的公民大会上,每当谈及这些事情时,你们都能听到我控告他们、始终驳斥他们,并直截了当地指出他们收受了贿赂并出卖了城邦的一切利益。而他们之中没有一个人在听到这些话时曾经予以反驳,既没有张开嘴,也没有露面。

§208

τί ποτʼ οὖν ἐστι τὸ αἴτιον ὅτι οἱ βδελυρώτατοι τῶν ἐν τῇ πόλει καὶ μέγιστον φθεγγόμενοι τοῦ καὶ ἀτολμοτάτου πάντων ἐμοῦ καὶ οὐδενὸς μεῖζον φθεγγομένου τοσοῦτον ἡττῶνται; ὅτι τἀληθὲς ἰσχυρόν, καὶ τοὐναντίον ἀσθενὲς τὸ συνειδέναι πεπρακόσιν αὑτοῖς τὰ πράγματα.4 τοῦτο παραιρεῖται τὴν θρασύτητα τὴν τούτων, τοῦτʼ ἀποστρέφει τὴν γλῶτταν, ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ.

那么,城邦中最可憎、声音最洪亮的人,何以竟被万人之中最胆怯、声音并不比任何人更大的我挫败得如此彻底?这是因为真理坚强有力,而相反地,明知自己出卖了国事的负罪意识则是软弱无力的。正是这种意识剥夺了他们的狂妄,使他们的舌头退缩,堵住了他们的嘴巴,扼住了他们的喉咙,迫使他们保持沉默。

§209

τὸ τοίνυν τελευταῖον ἴστε δήπου πρώην ἐν Πειραιεῖ, ὅτʼ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν, βοῶνθʼ ὡς εἰσαγγελεῖ με καὶ γράψεται καὶ ἰοὺ ἰού. καίτοι ταῦτα μέν ἐστι μακρῶν καὶ πολλῶν ἀγώνων καὶ λόγων ἀρχή, ἐκεῖνα δʼ ἁπλᾶ καὶ δύʼ ἢ τρίʼ ἴσως ῥήματα, ἃ κἂν ἐχθὲς ἐωνημένος ἄνθρωπος εἰπεῖν ἠδυνήθη, ἄνδρες Ἀθηναῖοι, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστιν· οὑτοσὶ κατηγορεῖ ταῦτʼ ἐμοῦ ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματʼ εἰληφέναι φησὶν ἐμέ, αὐτὸς εἰληφὼς ἢ μετειληφώς.

那么最后,你们想必知道前不久在比雷埃夫斯,当你们不允许他出任使节时,他如何大声叫嚷要弹劾我、控告我并大呼小叫。然而,那些事情是漫长而繁多的诉讼和演说的开端,而这些话语却很简明,或许只是两三句话,哪怕是昨天才买来的奴隶也能说得出口: “雅典同胞们,此事万分荒谬:这厮控告我的,全是他自己参与过的勾当;他声称我受了贿赂,而他自己才受了贿或分了赃。”

§210

τούτων μὲν τοίνυν οὐδὲν εἶπεν οὐδʼ ἐφθέγξατο, οὐδʼ ἤκουσεν ὑμῶν οὐδείς, ἄλλα δʼ ἠπείλει. διὰ τί; ὅτι ταῦτα μὲν αὑτῷ συνῄδει πεπραγμένα, καὶ δοῦλος ἦν τῶν ῥημάτων τούτων. οὔκουν προσῄει πρὸς ταῦθʼ ἡ διάνοια, ἀλλʼ ἀνεδύετο· ἐπελαμβάνετο γὰρ αὐτῆς τὸ συνειδέναι. λοιδορεῖσθαι δʼ ἄλλʼ ἄττʼ οὐδὲν ἐκώλυεν αὐτὸν οὐδὲ βλασφημεῖν.

然而,对于这些话,他一字未提,一声未吭,你们中也无一人听到;相反,他却发出了其他的威胁。这是为什么?因为他深知自己犯下了这些罪行,乃是这些话语的奴隶。因此,他的心智不敢触及这些话,反而退避三舍;因为内疚攫住了他的心智。然而,口出其他辱骂之词以及进行诽谤,却没有任何东西能阻止他。

语法注4 条
  1. 202οὐδὲ πολλοῦ δεῖ

    使用无人称动词 δεῖ 的固定习语,意为“差得远”或“绝非如此”,强烈否定前述从句(即国事绝不会因此稍有好转)。

  2. 204οἷς τότʼ ἐναντίʼ ἀπήγγειλε πρὸς ὑμᾶς ὡς συμφέροντα καὶ γενησόμενα

    关系代词 οἷς 因受形容词 ἐναντία(“与……相反”)的支配而作与格,指代前文列举的各个不定式短语所述之事;中性复数宾格 ἐναντία 作 ἀπήγγειλε 的直接宾语,意为“当时他把与这些完全相反的事作为有利且必将实现之事向你们报告”。

  3. 205βούλεσθʼ οὖν ὑμῖν... αὐτοὺς παράσχωμαι μάρτυρας τούτους

    第一人称单数拟议性虚拟语气 παράσχωμαι 直接跟在直陈式 βούλεσθε 之后,省略了从属连词(如 ἵνα),构成演说中常见的“你们是否愿意让我向你们提供……”句式。

  4. 208τὸ συνειδέναι πεπρακόσιν αὑτοῖς τὰ πράγματα

    名词化不定式 τὸ συνειδέναι 充当主语。完成时分词 πεπρακόσιν 在格上与习语 σύνοιδα ἑαυτῷ(“自觉,内疚”)所要求的反身代词与格 αὑτοῖς 保持一致,构成谓语与格,意为“自知已将国事出卖的负罪感”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:202-210