← 狄摩西尼

论使职不称职

§195-201

宴席行径的对比与埃斯基涅斯的出身

德摩斯梯尼将萨堤洛斯拯救敌方遗孤俘虏女子的善举,与埃斯基涅斯等人在马其顿宴席上残暴虐待一名奥林索斯自由女子的恶行进行对比,随后揭露并抨击了埃斯基涅斯的卑微出身与劣迹过往。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§195

ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σʼ ἀκοῦσαι καὶ μαθεῖν οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς· ἀφʼ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθʼ ἡμῶν οὔτε τοῦ πατρός. ὡς δʼ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι.1 καίτοι τῶν ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν Φιλίππου οὗτος ὁ Ἀπολλοφάνης.

“这些姑娘,我向您祈求与恳请:把她们赐予我吧。但我希望您听听并知晓,若您真的赐予,您所给予我的将是怎样的一份赏赐:从这份赏赐中,我若得到,将不会获取任何私利,反而会添上嫁妆将她们出嫁,且决不会坐视她们遭受任何有辱于我们或其父亲的待遇。” 据传,当宴席上的在座者听闻此言时,全体爆发出如此巨大的掌声、喧呼与赞誉,以致腓力也大受触动而答应了请求。然而,这位阿波罗法涅斯偏偏是杀害腓力之兄亚历山大的凶手之一。

§196

ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθʼ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο· ἐγὼ δʼ οὐκ ἐπορεύθην. ἐπειδὴ δʼ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τινʼ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν.

那么,让我们把这些家伙在马其顿举行的宴会,与萨堤洛斯的这场宴会作一对比检验,看看两者是何等相似与吻合。原来,他们受邀前往三十人僭主之一斐狄摩斯的儿子塞诺弗戎家中赴宴,他们去了,而我却没有前往。当他们喝到畅饮阶段时,主人带进了一名奥林索斯女子,虽容貌端丽,但正如事实所证明的,却是一位出身自由且端庄自守的女子。

§197

ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτʼ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾁδειν ἐκέλευον. ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτʼ ἐθελούσης οὔτʼ ἐπισταμένης, ὕβριν τὸ πρᾶγμʼ ἔφασαν οὑτοσὶ καὶ ὁ Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν τρυφᾶν· καὶ κάλει παῖδα, καὶ ἱμᾶντά τις φερέτω. ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων, οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς.2

起初,正如亚特罗克勒斯次日向我叙述的那样,在我看来,他们是这样强迫她安静地饮酒、吃点心;但随着宴饮的推进,他们酒意渐浓,便命令她斜倚下榻并唱些曲子。当那女子深感窘迫,既不情愿也不会唱时,这厮与弗律农便声称这是侮辱且令人难以容忍,说她一个来自那群神所憎恶的该死奥林索斯人的俘虏竟然如此傲慢;于是喊道: “叫仆人来!” 又喊: “拿皮条来!” 一名仆人拿着皮缰绳进来了。我想由于他们喝了酒,任何细微之事都足以激怒他们,在那女子说了句话并流泪时,仆人撕破了她的贴身短袍,在她背上狠狠抽打了许多鞭。

§198

ἔξω δʼ αὑτῆς οὖσʼ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος ἡ γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ, καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ʼκεῖνος ἀφείλετο, ἀπώλετʼ ἂν παροινουμένη· καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω, καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

那女子因剧痛与这等暴行而吓得魂飞魄散,跳将起来扑倒在亚特罗克勒斯的膝前,将餐桌都掀翻了。若非此人将她拉开相救,她早已在这场酒后暴行中丧命;因为这个败类的酒后狂暴实属骇人。关于这名女子之事,甚至在阿卡迪亚的万人大会上也传为话题,狄奥凡托斯在你们面前也曾作过汇报(我现在将强迫他作证),在色萨利全境以及各处也都议论纷纷。

§199

καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον3 αὐτίκα δὴ μάλʼ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφʼ οἷς ἔγωγʼ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδʼ ὄντʼ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον;

明知自己做下如此罪行,这个不洁之徒竟然胆敢直视你们,且马上就要用洪亮的嗓门宣扬他自己所度过的生涯——对此我真要气绝身亡!难道这些陪审官不知道,你最初在你母亲行密教仪式时为她朗诵书卷,幼年时便在信徒会社与醉汉堆里厮混?

§200

μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δʼ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρʼ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί. ΜΑΡΤΥΡΙΑΙ.

在此之后,又为官厅担任下级书吏,为了两三德拉克马而甘当宵小?最近,又在别人的戏班里充当第三主角,靠菲薄的供养寄食度日?那么你究竟要谈论怎样的生活?你在哪里度过了这样的生活?因为由你所度过的生活看起来恰恰是如此这般。不仅如此,至于弄权专断之事:此人甚至在你们面前以卖淫罪控告他人!但这些暂且不谈,先请为我宣读这些证言。

§201

τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντʼ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδʼ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδʼ ἕξει δικαίαν οὐδʼ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δʼ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλʼ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλʼ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι.

〔证词朗读〕那么,陪审官诸位,他被证实欺瞒危害你们的罪行,其数量如此之多,性质如此严重,其中何种恶行不在?受贿者、谄媚者、身负诅咒者、说谎者、朋友的背叛者,所有最可怕的恶行无不具备;针对其中任何一条,他都无法作出抗辩,也说不出任何正当且直白的辩白。而据我所知他打算说的话,实已极近癫狂;然而,对于一个没有任何正当之言可说的人而言,或许百般设谋乃是迫不得已的吧。

语法注3 条
  1. 195ὡς δʼ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι.

    时间从句(ὡς ... ἀκοῦσαι)中未用直陈语气而使用不定式,是因为延续了前文 εἰπεῖν φασιν 所统领的间接引语(传闻)语境。主句的 τοσοῦτον ... γενέσθαι 同样为“对格加不定式”(AcI)结构。

  2. 197ξαίνει κατὰ τοῦ νώτου πολλάς

    阴性宾格复数形容词 πολλάς 省略了名词 πληγάς(鞭打、打击),属于希腊语中表示肉体惩罚或鞭挞时的常见惯用搭配,意为“在背上狠狠抽打了许多下”。

  3. 199τὸν βεβιωμένον αὑτῷ βίον

    与格 αὑτῷ 在完成时被动分词 βεβιωμένον 旁作施事与格(dativus auctoris),字面意为“由他自己所度过的生涯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:195-201