- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:186-194
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼论述了民主政制下必须给予民众行动所需的充裕时间,针对埃斯基涅斯对其指控同僚使节的责难,列举了城邦正义高于同僚私谊的历史先例加以反驳,并开始叙述演员萨堤洛斯在腓力奥林匹亚节会上的逸事。
ἐφʼ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθʼ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρʼ ἡμῖν ἐστι πολιτείας,1 οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθʼ ἁπλῶς ἀφῄρηται.
在这一切之上,即便某事已成决议且已显见有利,仍须给予大众的无力以时间,在此期间他们也能筹措所需之物,以便能够切实实行所决议之事。因此,凡从我们这样的政制中剥夺这些时间的人,他所剥夺的绝非时间,不,而是径直剥夺了行事的能力。
ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, οἱ ταράττοντες τὴν πόλιν,2 οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν. πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδένʼ ἐρῶ, τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφʼ ὧν ἕκαστʼ ἐξηπάτησθʼ ὑπομνήσω, ἵνʼ εἰδῆθʼ ὅτι τὸ ψυχρὸν τοῦτʼ ὄνομα, τὸ ἄχρι κόρου, παρελήλυθʼ ἐκεῖνος φενακίζων ὑμᾶς. ΕΠΙΣΤΟΛΑΙ ΦΙΛΙΠΠΟΥ. οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; νὴ Δίʼ, εἴτε βούλομαί γʼ εἴτε μή, παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος, δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί, ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, ἢ κατηγορεῖν.
然而,对于所有企图欺骗你们的人,都有一个现成的说辞: “那些扰乱城邦的人,那些阻碍腓力善待城邦的人”。 针对这些人,我不会发表任何自己的言论,而是将为你们宣读腓力的信件,并提醒你们在每一个具体关头是如何受骗的,以便你们明白,这一句冰冷乏味的话,甚至到了令人厌腻的地步,他都在用以愚弄你们中反复越过。 〔腓力书信朗读〕那么,他在出使期间做下了如此可耻、众多且完全不利于你们的行径之后,却四处走动说道: “对于指控同僚使节的德摩斯梯尼,你还能说什么呢?” 凭宙斯起誓,无论我愿意与否,在整个出使行程中我既遭你如此图谋暗算,如今摆在我面前的又只有两种选择:要么在既成事实如此恶劣的情况下被视为与你们同流合污,要么就提出指控。
ἐγὼ δʼ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δʼ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτʼ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. ποῦ δʼ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί; ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας.
依我之见,我甚至不承认曾与你共同出使;你是为了做出许多耸人听闻的可怕之事而出使,而我则是为了这些市民的最大利益而出使。毋宁说,是斐洛克拉特与你同为使节,你与他亦然,弗律农也是;因为你们行的是同一种勾当,你们全体都赞同同一套做法。 “盐在哪里?餐桌在哪里?奠酒在哪里?” 因为他四处奔走,像演悲剧般大呼小叫,仿佛背叛这些盟约的不是行不义之人,而是行正义之人。
ἐγὼ δʼ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθʼ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλʼ ἐὰν ἀδικοῦντα λάβωσί τινʼ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήριʼ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρʼ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ.
但我深知,所有的五十人团议员每次都共同献祭,彼此同席共餐,一同奠酒;但正直之人并不因此效法恶人,相反,若抓获他们中有人行不义,便向议事会与公民大会告发。议事会也同样如此,献过就职祭,共同赴宴,分享奠酒与神圣仪式;将军们亦然,可以说几乎所有的官职皆是如此。难道他们就因此给予了自己之中的不义之徒以豁免吗?绝非如此。
λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρʼ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων ὁ παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερʼ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, ἢ οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.
莱翁在与提马戈拉斯共同出使四年后指控了他;欧布洛斯指控了同席共餐的塔雷克斯和斯米库托斯;古时的名将科农在与阿得曼托斯共同任将后指控了他。那么,埃斯基涅斯啊,究竟是那些背叛者、渎职使节和受贿者违背了盐与奠酒的誓约,还是那些指控者呢?显然是那些行不义之人,他们像你一样,违背的不仅是私人的盟誓,更是整个祖国的盟约。
ἵνα τοίνυν εἰδῆθʼ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτʼ ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆς πρεσβείας ταύτης. ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπιʼ ἐποίει, εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν.
为了让你们知道,不仅在曾公派出使腓力的人当中,甚至在私下去过的人当中,以及在全人类之中,这些家伙都是最为低劣和邪恶的,请听我讲一段稍稍超出本案使职之外的简短往事。当腓力攻下奥林索斯时,他举行了奥林匹亚节会,并召集了所有的艺人来参加这场祭祀与盛会。
ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται; ἤ τινʼ ἐν αὐτῷ μικροψυχίαν ἢ πρὸς αὑτὸν ἀηδίαν ἐνεορακώς; εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, ἃ δʼ ἂν αὐτὸς ἐπαγγείλαιθʼ ἡδέως, ῥᾷστα μέν ἐστιν Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ.
当他款待他们并为胜者加冠时,他询问这位喜剧演员萨堤洛斯,为何唯独他什么也不索求:难道是在他〔腓力〕身上看到了某种小气,或是对自己〔萨堤洛斯〕的嫌恶?人们说萨堤洛斯回答道,别人所求之物,他全无需要,而他自己乐意请求的事,对腓力而言是一切事情中最容易给予和施恩的,但他唯恐自己求之不得。
κελεύσαντος δʼ ἐκείνου λέγειν καί τι καὶ νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν ὅ τι οὐ3 ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ Ἀπολλοφάνης ὁ Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος, φοβηθέντες οἱ συγγενεῖς αὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδίʼ ὄντʼ εἰς Ὄλυνθον. αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν ἔχουσαι γάμου.
腓力催促他说出来,甚至带着年轻人的豪气夸口说没有什么不会答应的,人们说他便说道:皮德纳的阿波罗法涅斯曾是他的主客与挚友,当他遭暗杀身亡后,其亲属因恐惧而将尚为幼童的女儿们送往奥林索斯避难。 “如今城邦陷落,她们成了俘虏,正在您的手中,且已到了婚嫁的年龄。”
- 186τῆς οἵα παρʼ ἡμῖν ἐστι πολιτείας
属于关系从句的紧缩结构,相当于 τῆς τοιαύτης πολιτείας οἵα παρʼ ἡμῖν ἐστι(“像我们这样的政制”)。指示代词 τοιαύτης 被省略,关系从句直接与先行词所属的属格结构融合,作为分词 ἀναιρῶν 的支配对象。
- 187οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν
带冠词的分词主格短语,作为前文 ἔστι τοίνυν τις πρόχειρος λόγος(“有一个现成的说法”)的具体引语内容。此处未采用受格或 ὅτι 引导的间接引语,而是以主格形式直接列举政敌们惯用的宣传口号或标语。
- 194οὐδὲν ὅ τι οὐ
成语性的双重否定结构,相当于拉丁语的 nihil non,意为“无所不为”、“任何事都会答应”。此处与动词 ποιήσει 连用,表示极端的许诺与吹嘘。
