- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:179-185
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出埃斯基涅斯违背法律与决议将塞摩皮莱和色雷斯重地出卖给腓力,其罪当诛;他进而论证使节的核心职责在于言辞与时机,强调在讲求程序的民主政体中,蓄意说谎与虚耗时机具有毁灭性的危害,因而必须严惩。
ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα· ἁπλοῦς γάρ ἐσθʼ ὁ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων· φαίνεται δʼ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς· οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς.1 εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθʼ ἱκάνʼ αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ.
那么,请考察接下来的事情;因为我现在将要向你们陈述的这番论辩是极其直截了当的。你们曾宣誓要依据法律以及民众和五百人议事会的决议来进行投票;然而此人在出使时的所作所为,显然在一切方面都完全违背了法律、决议以及正义。因此,在有见识的审判官面前,他理当被定罪。因为即使他不曾犯下任何其他罪行,仅仅这两桩行径就足以处死他:他不仅把福基斯人,还把色雷斯也出卖给了腓力。
καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδʼ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου· ἃ συναμφότερʼ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθʼ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστʼ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρίʼ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτʼ ἀπολώλασι παρʼ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλʼ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτʼ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου.2
然而,若要指出在整个天下对城邦更为有益的两个地点,陆路上没有比塞摩皮莱(皮莱)、海路上没有比赫勒斯滂更为重要的了,谁也指不出更好的;而这两个要地,他们竟可耻地予以出卖,并交到了腓力手中来危害你们。因此,单单把色雷斯和诸要塞拱手相让这一件事,抛开其他不谈,究竟是多么巨大的罪行,真是千言万语也说不尽;而因为这些事情在你们的法庭上丧命、或是被判处缴纳巨额罚金的人有多少,也是不难指出的:厄耳戈斐洛斯、刻斐索多托斯、提摩马科斯,古早时期的厄耳戈克勒斯、狄奥尼修斯,以及其他等等,我几乎可以说,他们所有人加在一起对城邦造成的损害,都比不上这一个人。
ἀλλʼ ἔτι γὰρ τότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείνʼ ἐφυλάττεσθʼ ὑμεῖς καὶ προεωρᾶσθε· νῦν δʼ ὅ τι ἂν μὴ καθʼ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους, μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν, ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην. καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν· νῦν δʼ ἃ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, ἃ δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος.
但是,雅典人啊,在当时你们还能凭借理性防范危险并深谋远虑;然而如今,只要不是日常滋扰你们、迫在眉睫带来痛苦的事情,你们便视而不见,然后在此通过徒劳无益的决议: 腓力也应当向凯尔索布勒普泰斯宣誓,不得插手近邻同盟事务,以及应当修正和平条约。 然而,若是此人当初愿意乘船航行并恪尽职守,这些决议本是一项也不需要的;但现在,本可以通过乘船挽救的事情,他却借由催促陆行而将其毁掉,本可以通过讲出实情挽救的事情,他却借由撒谎而将其毁掉。
ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δʼ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπʼ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλʼ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρʼ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδʼ ἀνάσχησθʼ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν.
据我所知,他立刻就会大发雷霆,声称难道在民众面前发言的所有人当中,唯独他要为自己的言辞接受审查和清算吗?至于只要为了金钱发言,所有人理所当然都要为自己的言辞承担责任这一点,我姑且不论,我只说这一点:如果埃斯基涅斯是以一介平民的身份胡言乱语、犯下过失,你们大可不必过分苛求,放过他,宽恕他便是;但如果他是以使节的身份为了金钱而故意欺骗你们,就切莫放过他,也不要容忍他那所谓无需为自己所言承担责任的说辞。
τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων ἢ λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδʼ ὁπλιτῶν οὐδʼ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτʼ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δʼ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν ἢ συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω.
因为对于使节,除了言辞之外,人们究竟还应当向其追究什么责任呢?使节并不掌握三列桨座战船,不掌握土地,不掌握重装步兵,也不掌握卫城(因为没有人会把这些托付给使节),而是掌握着言辞与时机。那么,关于时机,如果他没有剥夺城邦的〔时机〕,他便没有罪;但如果他剥夺了,他就犯了罪。关于言辞,如果他所汇报的是真实的或有利的,就让他无罪释放;但如果既是虚假的、又是受雇收钱的、且是有害的,就让他被定罪。
οὐδὲν γὰρ ἔσθʼ ὅ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ἢ ψευδῆ λέγων. οἷς γάρ ἐστʼ ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς ἃ τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ γε τοὺς χρόνους ἴσον ἔστʼ ἀδίκημʼ ὀλιγαρχίας ἢ τυράννου παρελέσθαι καὶ ὑμῶν·3 οὐδʼ ὀλίγου δεῖ.
因为任何人对你们所能犯下的最大罪行,莫过于说谎。对于政权建立在言辞之上的城邦而言,如果这些言辞并非真实,城邦又怎能安全地治理呢?而如果有人竟然接受贿赂,发表迎合敌人利益的言辞,你们又怎能不陷入险境?况且,剥夺寡头政体或僭主的时机,与剥夺你们的时机,绝非同等性质的罪行;差得远了。
ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντʼ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται· ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθʼ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί· εἶτʼ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ διʼ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων.
因为我认为,在那些政体中,一切事情都凭一道命令迅速办妥;但在你们这里,首先议事会必须就所有事情进行听证并作出预案决议,而且这还必须是在向传令官和使节提前公告的时日,并非随时可以;接着必须召集公民大会,而且必须是在法律规定的适当时期。随后,提出最优主张的人,还必须战胜并压倒那些出于无知或邪恶而提出反对意见的人。
- 179ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς
ἑαλωκέναι 是动词 ἁλίσκομαι(在司法语境中意为“被定罪”)的完成时主动不定式,作非人称动词 προσήκει 的真实主语,表示“理应被定罪”。介词短语 παρά γε νοῦν ἔχουσι δικασταῖς 表示“在有理智/见识的审判官面前/在他们看来”。
- 180οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου
ὀλίγου δέω εἰπεῖν 是习语表达(人称形式,相当于 ὀλίγου δεῖν),意为“我几乎可以说”。关系代名词 οὓς 充当不定式 βεβλαφέναι 的宾格主语(逻辑主语),τούτου 则是比较属格(“比此人”)。整句骨架为:“我几乎可以说,他们所有人造成的损害加起来,都比不上这一个人对城邦造成的损害”。
- 184οὐδέ γε τοὺς χρόνους ἴσον ἔστʼ ἀδίκημʼ ὀλιγαρχίας ἢ τυράννου παρελέσθαι καὶ ὑμῶν
动词 παρελέσθαι 支配被剥夺者的属格,ὀλιγαρχίας ἢ τυράννου 与 ὑμῶν 构成由 καί 连接的并列属格。ἴσον ... καί 构成同等比较结构,意为“剥夺寡头政体或僭主的时机,与剥夺你们的时机,绝非同等的罪行”。
