← 狄摩西尼

论使职不称职

§172-178

出使的真正动机与对埃斯基涅斯指控的总结

德摩斯梯尼阐明自己参加第二次出使旨在营救战俘并指出自己曾辞谢第三次出使,揭露了埃斯基涅斯等人的叛逆行径,并对开篇提出的控告要点进行了全面梳理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§172

δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας· ἰδίᾳ δʼ, ἐξομοσάμενον, οὐ πάνυ καλὸν οὐδʼ ἀσφαλὲς ἦν ἐκεῖσε πλανᾶσθαι· ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβών γʼ ἂν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα.1 σημεῖον δέ· ἐπὶ γὰρ τὴν τρίτην πρεσβείαν δίς με χειροτονησάντων ὑμῶν δὶς ἐξωμοσάμην. καὶ παρὰ ταύτην τὴν ἀποδημίαν πάντα τἀναντίʼ ἔπραττον.

因此,食言并抛弃身处不幸中的同胞公民,是极其可怖的;而以私人的身份,在宣誓辞职之后漫无目的地游荡到彼处,既不体面也不安全。因为,若不是出于拯救这些人的愿望,哪怕再给我极多的金钱,若是我还会与这些人一同出使,就让我彻底毁灭、不得好死!证据就是:当你们两次通过举手表决推选我参加第三次出使时,我两次都宣誓辞谢了。而且在这次整个出访期间,我的所作所为与他们完全相反。

§173

ὧν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν·2 ἃ δʼ οὗτοι πλείους ὄντες ἐνίκων, ἅπαντʼ ἀπόλωλεν. καίτοι καὶ τἄλλʼ ἂν ἅπαντʼ ἀκολούθως τούτοις ἐπέπρακτο, εἴ τις ἐπείθετό μοι. οὐ γὰρ ἔγωγʼ οὕτως ἄθλιος οὐδʼ ἄφρων ὥστε χρήματα μὲν διδόναι, λαμβάνοντας ὁρῶν ἑτέρους, ὑπὲρ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ἃ δʼ ἄνευ μὲν δαπάνης οἷά τʼ ἦν πραχθῆναι, πολλῷ δὲ μείζονας εἶχεν ὠφελείας πάσῃ τῇ πόλει, ταῦτʼ οὐκ ἐβουλόμην γίγνεσθαι. καὶ σφόδρα γʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλʼ οἶμαι περιῆσαν οὗτοί μου.

因此,在出使期间凡是由我全权处理的事情,对你们而言结果便是如此;但由于他们人数占多而占了上风的事情,则已全盘覆灭。然而,若是有人听从了我的意见,其余的一切原本也会顺着这些成果得以完成。因为我绝不至于既可悲又愚蠢到这种地步:在看到别人收受贿赂时,为了对你们的热忱自掏腰包出钱,却不愿看到那些无需任何费用即可办成、且能为整个城邦带来大得多的益处的事情得以实现。事实上,我极其希望如此,雅典人啊;但我认为,这伙人压制了我。

§174

φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε· παρʼ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα· εἶτα τὸ ψήφισμʼ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφʼ ᾧ πρεσβεύοντες ἥκομεν· εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπʼ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δʼ οὐδʼ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν.

来吧,请看与此相对,此人干了些什么,菲洛克拉泰斯又干了些什么;因为将两相对照,真相会更加明了。首先,他们违背法令以及向你们所说的话,宣布福基斯人、哈莱亚人以及凯尔索布勒普泰斯被排除在和约之外;其次,他们企图动摇并篡改我们据以出使的那项法令;再次,他们将卡尔迪亚人登记为腓力的盟友,并且对于我写给你们的信件,他们表决不予寄送,自己却写了一封毫无正经之言的信寄了出去。

§175

εἶθʼ ὁ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτʼ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δʼ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδʼ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δʼ αὐτὸν ἐν Φεραῖς τὴν νύκτʼ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδʼ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντʼ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδʼ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι,3 καὶ τὸ τελευταῖον ὁ βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ.

随后,这位高尚的先生竟声称我曾向腓力许诺要推翻你们的民主体制,因为我谴责了这些行径——我不仅认为这些行径可耻,而且害怕自己会因这些人而一同毁灭——可他自己却自始至终一刻不停地与腓力私下幽会。别的事我就默不作声了,但是在斐赖,不是我,而是德尔库洛斯带着我的这个侍童在夜里监视着他,并抓到他从腓力的营帐里走出来,德尔库洛斯便吩咐侍童向我汇报并让他自己牢记在心;最后,当我们启程离去时,这个可恶无耻的家伙竟在腓力那里滞留了一整夜和一整天。

§176

καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, ἢ μαρτυρεῖν ἢ ἐξόμνυσθαι ἀναγκάσω. ἂν δʼ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρʼ ὑμῖν φανερῶς. ΜΑΡΤΥΡΙΑ. οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθʼ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθʼ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν; συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένʼ ἀπʼ ἀρχῆς, ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς.4 ἐπέδειξʼ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθʼ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.

为了证明我所言属实,首先我自己将草拟证词并使自己承担法律责任出庭作证,接着我将传唤其他使节中的每一位,强迫他们二选一:要么作证,要么宣誓否认。如果他们宣誓否认,我将在你们面前确凿地揭露他们是在发伪誓。 [证词。]因此,在整个出使行程中我遭受了怎样的苦难与折磨,你们已经看到了。既然在掌握着奖赏之权、反过来也掌握着惩罚之权的你们的注视下,他们尚且敢做出这等勾当,那么你们以为他们在彼处靠近送钱之人时,又会做出什么呢? 因此,我想从头全面梳理各项控告,以便表明我已兑现了在演说开端向你们所作的承诺。我已经证明了他没有汇报一句真话,而是欺骗了你们,我所凭借的是实际发生的事情本身作为见证,而非空谈。

§178

ἐπέδειξʼ αἴτιον γεγενημένον τοῦ μὴ ʼθέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντʼ ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντʼ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδʼ εἰ βούλοισθε δύναισθʼ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλʼ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείνʼ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρʼ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθʼ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτʼ ἐπέδειξα.

我已经证明了他正是导致你们当时被他的许诺和保证所蒙蔽、不愿听我讲真话的罪魁祸首;证明了他所提出的一切建议都与应当做的背道而驰;证明了他反对盟友的和平,却为菲洛克拉泰斯的和平辩护;证明了他虚耗时间,以致即使你们愿意也无法出兵赶赴福基斯人那里;证明了他在出访期间犯下了许多其他可怕的恶行,背叛了一切,出卖了一切,收受贿赂,在奸恶上无所不用其极。那么,这些就是我最初所承诺的,这些也正是我所证明了的。

语法注4 条
  1. 172ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβών γʼ ἂν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα.

    句式骨架首先由表省略性原因的连词 ἐπεί(“因为[否则的话]……”)引出,主句为带有祈愿希求语气的诅咒句 ἐξώλης ἀπολοίμην καὶ προώλης(“就让我彻底毁灭、不得好死”)。其间嵌有两个条件从句:其一为包含介词短语的假定 εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι(“若不是出于拯救这些人的愿望”);其二为在 εἰ 引导的从句内部带有 ἄν 加不定过去时直陈式 ἐπρέσβευσα 的条件句 εἰ προσλαβών γʼ ἂν ... ἐπρέσβευσα(反事实条件式,“假使哪怕再得到极多金钱我也竟会与他们一同出使的话”),此处的 ἄν 将原本属于结论从句的潜在线索内化至条件从句中。

  2. 173ὧν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν·

    关系代词 ὧν 是由形容词 αὐτοκράτωρ(“对……拥有全权”)所支配的宾格性属格,其先行词(如 ταῦτα)被省略,整个关系从句置于句首作为对比性的话题(“至于出使中由我全权处理的事情……”),并与后文的 ἃ δʼ οὗτοι πλείους ὄντες ἐνίκων(“但他们以多数而决定的事情……”)形成整齐的对比。

  3. 175Δερκύλος δʼ αὐτὸν ἐν Φεραῖς τὴν νύκτʼ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδʼ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντʼ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδʼ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι,

    该句主语为 Δερκύλος,统领两个限定动词 ἐφύλαττεν 与 ἐκέλευσεν(并伴有分词 ἔχων 和 λαβών)。分词 λαβών(“抓获/撞见”)的宾语为前文代指埃斯基涅斯的 αὐτόν,并由分词 ἐξιόντα(“正走出来”)作表语性修饰。不定式 ἀπαγγέλλειν 的逻辑主语为 τὸν παῖδα(侍童),而与之并列的不定式 μεμνῆσθαι(“牢记”)的逻辑主语为 αὐτόν(指侍童自己,虽亦可指德尔库洛斯本人,但语境上理解为吩咐侍童自己也要牢记以便日后作证最为顺畅)。

  4. 177ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς.

    在目的从句(ἵνα 配合不定过去时虚拟式 δείξω)内部,表“证明/展示”的动词 δείκνυμι 支配补充性分词 πεποιηκώς(“证明我已经做到了……”)。关系代词 ὅσα 涵括了先行词,充当分词 πεποιηκώς 的直接宾语(“凡是我在演说开端向你们许诺过的事项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:172-178