← 狄摩西尼

论使职不称职

§164-171

使团的蓄意拖延与自费赎俘经过

德摩斯梯尼将使团此次蓄意拖延与前一次的匆忙赶路作对比,揭露了腓力在佩拉企图以金钱收买使节的行径,并说明自己之所以坚持随同出使,是为了自掏腰包赎回雅典战俘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§164

ἐπειδὴ δʼ εἰρήνη μὲν ἦν, ἅπασα δʼ ἀσφάλειʼ ἰέναι καὶ πρόσταγμα παρʼ ὑμῶν σπεύδειν, τηνικαῦτʼ οὔτʼ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε; ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτʼ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν.1

然而,当和平已经缔结,出行有了充分的安全保障,且领受了你们要求赶赴前方的命令时,他们既未想过要在行路中加快步伐,也未想过乘船前往。这究竟是为什么?因为在先前那个时刻,尽快缔结和平符合腓力的利益;而如今,在接受誓约之前将中间的时间尽可能拖延得最久,才符合他的利益。

§165

ἀλλὰ μὴν ὅτι καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθʼ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, ἢ τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δʼ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;

不仅如此,为了表明我在这些事情上也所言属实,也请为我取来这份证词。 [证词。]那么,难道还有什么方式能比这更清楚地揭露这些人是在全心全意为腓力效力吗?那就是:走同样的路线,当应当为了你们而加快速度时,他们却坐视不动;而当在传令官到达之前甚至根本不该动身时,他们却急急忙忙赶路。

§166

ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθʼ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρʼ ἐμαυτοῦ τε χρήματʼ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκʼ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθʼ ἡμῖν τὸν Φίλιππον διδόναι;

因此,在我们滞留彼处、闲坐在佩拉的那段时间里,请审视我们当中的每个人选择做了什么。我本人选择了营救并寻找战俘,不仅自掏腰包破费金钱,还要求腓力从他要赠予我们的款待礼金中出资赎回这些俘虏;至于这里的这个家伙,你们马上就会听到他一直在干些什么。那么,腓力向我们大家共同赠予金钱又是怎么一回事呢?

§167

ἵνα μηδὲ τοῦτʼ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας· τίνα τρόπον; ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δʼ ἀπετύγχανʼ ὁτουδήποτε (οὐ γὰρ ἐμέ γʼ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμένʼ αὐτὰ δηλώσει), τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτʼ εὐήθως λήψεσθαι· ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτʼ ἐδίδοτο, ξένια δὴ πρόφασιν.2

为了让你们对此也不至于一无所知:那个人当时在试探我们所有人。以何种方式?他私下派人接触每一个人,雅典人啊,送出大量的黄金。而当他在任何人那里遭到拒绝时(因为我不必谈论我自己;事实和所做出的行动本身自会说明一切),他便以为所有人都会天真地接受共同给予的财物;这样一来,那些私下出卖自己的人就有了安全保障,只要我们大家哪怕以极微小的份额共同参与收受。正是出于这个原因,才假借款待之名赠予财物。

§168

ἐπειδὴ δʼ ἐκώλυσʼ ἐγώ, πάλιν προσδιενείμαντο τοῦθʼ οὗτοι. τῷ Φιλίππῳ δʼ, ἐπειδὴ ταῦτʼ εἰς τοὺς αἰχμαλώτους ἠξίουν αὐτὸν ἀναλίσκειν ἐγώ, οὔτε κατειπεῖν τούτων εἶχε καλῶς οὐδʼ εἰπεῖν ὅτι ἀλλʼ ἔχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα, οὔτε φυγεῖν τἀνάλωμα· ὡμολόγησε μὲν δή, διεκρούσατο δʼ εἰς τὰ Παναθήναια φήσας ἀποπέμψειν. λέγε τὴν μαρτυρίαν τὴν Ἀπολλοφάνους, εἶτα τὴν τῶν ἄλλων τῶν παρόντων. ΜΑΡΤΥΡΙΑ. φέρε δὴ καὶ ὅσους αὐτὸς ἐλυσάμην τῶν αἰχμαλώτων εἴπω πρὸς ὑμᾶς. ἐν ὅσῳ γὰρ οὐχὶ παρόντος πω Φιλίππου διετρίβομεν ἐν Πέλλῃ, ἔνιοι τῶν ἑαλωκότων, ὅσοιπερ ἦσαν ἐξηγγυημένοι, ἀπιστοῦντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δυνήσεσθαί με ταῦτα πεῖσαι τὸν Φίλιππον, ἑαυτοὺς ἔφασαν βούλεσθαι λύσεσθαι καὶ μηδεμίαν τούτου χάριν ἔχειν τῷ Φιλίππῳ, καὶ ἐδανείζοντο ὁ μὲν τρεῖς μνᾶς, ὁ δὲ πέντε, ὁ δʼ ὅπως συνέβαινεν ἑκάστῳ τὰ λύτρα.

但当我出面阻止时,这伙人便再次在他们彼此之间瓜分了这笔财物。至于腓力,当我要求他将这笔款项用于战俘身上时,他既不好告发这些人并说: “可是某某和某某已经拿着了”,也无法推脱这笔开销;于是他固然同意了,却又推托敷衍,声称将在泛雅典娜节时送还他们。请宣读阿波罗法涅斯的证词,接着宣读当时在场的其他人的证词。 [证词。]来吧,让我再向你们说说我自己赎出了多少战俘。因为趁腓力尚未到来、我们在佩拉耽搁的这段时间里,一些被俘者——凡是获得了保释的人——依我看来是因为怀疑我无法说服腓力办妥此事,便声称希望自行赎身,不想为此对腓力心存感激,于是便借了钱,有的人借了三明纳,有的人借了五明纳,有的人则视各自所需的赎金而定。

§170

ἐπειδὴ τοίνυν ὡμολόγησʼ ὁ Φίλιππος τοὺς λοιποὺς λύσεσθαι, συγκαλέσας ἐγὼ τούτους οἷς αὐτὸς ἔχρησα τἀργύριον, καὶ τὰ πεπραγμένʼ ὑπομνήσας, ἵνα μὴ δοκοῖεν ἔλαττον ἔχειν ἐπειχθέντες μηδʼ ἐκ τῶν ἰδίων λελυτρῶσθαι πένητες ἄνθρωποι, τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι,3 ἔδωκα δωρειὰν τὰ λύτρα. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ὅσα μὲν τοίνυν ἀφῆκα χρήματα καὶ δωρειὰν ἔδωκα τοῖς ἀτυχήσασι τῶν πολιτῶν, ταῦτʼ ἔστιν. ὅταν δʼ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς τί δήποθʼ, ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ἡμᾶς ὑγιὲς πράττοντας, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν οὓς ἐλυσάμην καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν.

因此,当腓力同意赎放其余战俘时,我召集了那些由我亲自借予银钱的人,向他们提醒了事情的经过,为了不让他们因为此前行动仓促而显得吃亏,也不让这些贫苦的人在其他人预期将由腓力释放的情况下自掏腰包赎身,我将这些赎金作为礼物全额免除。为了表明我所言属实,请宣读这些证词。 [诸证词。]因此,我为那些遭遇不幸的同胞所免除并作为礼物赠予的金钱,就是这些。而当此人等会儿对你们说: “德摩斯梯尼啊,既然正如你所言,你从我替菲洛克拉泰斯帮腔一事便已察觉我们不怀好意,那你为何还要再次一同参加随后关于誓约的出使,而没有宣誓辞谢呢?” 请你们牢记这一点:这是因为我曾向那些我所赎出的人许下诺言,既要带来赎金,又要尽己所能拯救他们。

语法注3 条
  1. 164τοῦ τοὺς ὅρκους ἀπολαβεῖν

    带冠词不定式的属格,在此作时间性的界限表示(相当于“在接受誓约之前”),依附于前面的名词短语 τὸν μεταξὺ χρόνον(“在接受誓约之前的中间时间”)。

  2. 167ξένια δὴ πρόφασιν

    名词 πρόφασιν 作副词性宾格(状语),意为“借口……”,与 ξένια 构成同位或谓语关系,整句构成“以款待之礼为借口”的习用表达。

  3. 170τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι

    独立属格结构(genitive absolute)。其逻辑主语为 τῶν ἄλλων,结合被动分词 προσδοκωμένων 以及其支配的将来时不定式 ἀφεθήσεσθαι,表示背景情况或对比关系:“在其他人预期将被腓力释放的情况下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:164-171