- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:157-163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄摩西尼揭露了使团领受旅费却未巡访各盟邦、反而在费赖的客栈草率完成宣誓的失职行径,并通过宣读法令与证词指控这是为了迎合腓力的利益并掩盖其真实意图。
ὁ δὲ τούτοις ἀντιλέγων φανερῶς καὶ ἅπασιν ἐναντιούμενος οἷς ἔλεγον μὲν ἐγώ, ἐψήφιστο δʼ ὑφʼ ὑμῶν, οὗτος ἦν. εἰ δὲ καὶ πᾶσιν ἤρεσκε ταῦτα τοῖς ἄλλοις πρέσβεσιν, αὐτίκʼ εἴσεσθε. ἐγὼ μὲν γὰρ οὐδέν πω λέγω περὶ οὐδενὸς οὐδʼ αἰτιῶμαι, οὐδʼ ἀναγκασθέντʼ αὐτῶν οὐδένα δεῖ δοκεῖν χρηστὸν εἶναι τήμερον,1 ἀλλὰ διʼ αὑτὸν καὶ τὸ μὴ κεκοινωνηκέναι τῶν ἀδικημάτων. ὅτι μὲν γὰρ αἰσχρὰ καὶ δεινὰ καὶ οὐ προῖκα τὰ πεπραγμένα, πάντες ὑμεῖς ἑοράκατε· οἵτινες δʼ οἱ τούτων μετεσχηκότες, αὐτὸ δηλώσει.
而公然反对这些提议、处处与我所主张且由你们表决通过的一切作对的人,正是这里的这个家伙。至于所有其他使节是否也赞同这些做法,你们马上就会知道。因为我目前尚未针对任何人发表言论或提出指控,今天他们中也没有任何人应当被视作是由于被迫才表现得忠良,而应当是出于其自身意愿且未曾同流合污才算忠良。因为所发生的一切勾当既可耻又恶劣,且绝非无偿而为,你们所有人都是亲眼目睹的;至于究竟谁参与了其中,事实本身自会表明。
ἀλλὰ νὴ Δίʼ ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους ἔλαβον παρὰ τῶν συμμάχων, ἢ τἄλλʼ ἃ προσῆκεν ἐποίησαν. πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τρεῖς μῆνας ὅλους ἀποδημήσαντες καὶ χιλίας λαβόντες δραχμὰς ἐφόδιον παρʼ ὑμῶν, παρʼ οὐδεμιᾶς πόλεως, οὔθʼ ὅτʼ ἐκεῖσʼ ἐπορεύοντο οὔθʼ ὅτʼ ἐκεῖθεν δεῦρο, τοὺς ὅρκους ἔλαβον, ἀλλʼ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδʼ ὃ λέγω), ἐνταῦθʼ ἐγίγνονθʼ οἱ ὅρκοι, ὅτε δεῦρʼ ἤδη τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος, αἰσχρῶς, ἄνδρες Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν.
“可是凭宙斯起誓,在此期间他们从盟邦那里接受了誓约,或者履行了其他应尽的职责!”差得远呢!相反,他们在外整整三个月,从你们这里领取了一千德拉克马的旅费,却无论是在去程途中还是在自彼处返回这里的路上,都没有从任何一个城邦接受誓约,而是在狄奥斯库罗伊神庙前的那家客栈里(如果你们中有人去过费赖,便知我所指何物)——正是在那里举行了誓约仪式,当时腓力已经率军向这里进发,其方式既可耻,雅典人啊,又配不上你们。
καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων2 ὡς ἐπεχείρησαν οὗτοι, πλὴν Ἁλέων καὶ Φωκέων, γράψαι, ἀλλʼ ἀναγκασθέντος ὑφʼ ὑμῶν τοῦ Φιλοκράτους ταῦτʼ ἀπαλεῖψαι, γράψαι δʼ ἄντικρυς, Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους, οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων (οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφʼ ἃ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλʼ ἕξειν πρόφασιν τοὺς ὅρκους), οὔτε μάρτυρας γενέσθαι τῶν ὑποσχέσεων, ἐφʼ αἷς εὑρίσκετο τὴν εἰρήνην, οὐδὲ τοῦτο δειχθῆναι πᾶσιν, ὅτι οὐκ ἄρʼ ἡ πόλις ἡ τῶν Ἀθηναίων ἥττητο τῷ πολέμῳ, ἀλλὰ Φίλιππός ἐστιν ὁ τῆς εἰρήνης ἐπιθυμῶν καὶ ὁ πόλλʼ ὑπισχνούμενος τοῖς Ἀθηναίοις ἂν τύχῃ τῆς εἰρήνης. ἵνα δὴ μὴ γένοιτο ταῦθʼ ἃ λέγω φανερά, διὰ ταῦτʼ οὐδαμόσʼ ᾤετο δεῖν τούτους βαδίζειν. οὗτοι δʼ ἐχαρίζοντο πάντα, ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον.
然而腓力最为看重的,恰恰是以这种方式来处理此事。因为既然他们无法按照这伙人的企图在和平条约中写下: “除哈洛斯人和福基斯人外”,而是菲洛克拉泰斯在你们的迫使下涂抹掉了这些字句,改为直截了当地写上: “雅典人及其盟友”,因此他绝不希望自己的任何盟友立下此誓(因为盟友们本不会随他一同出兵夺取他现在所占有的你们的领地,反而会以誓约作为推脱的借口);他也不希望有人成为他据以获得和平的那些许诺的见证人,更不希望向所有人昭示:雅典城邦归根结底并没有在战争中落败,反倒是腓力渴望和平,并在若能获得和平的条件下向雅典人许诺诸多利益。正是为了不让我所说的这些事情暴露于世,出于这个缘故,他认为这些人哪儿都不必去。而这些人则百般逢迎,极力表白忠心并对他阿谀奉承到了极点。
καίτοι ταῦθʼ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδʼ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρʼ ἀπηγγελκότες, πῶς ἔνεστι παρʼ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου. ΨΗΦΙΣΜΑ. ΕΠΙΣΤΟΛΗ. ΨΗΦΙΣΜΑΤΑ. καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμένʼ ὑφʼ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας. ΜΑΡΤΥΡΕΣ. λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, ἃ πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος. ΜΑΡΤΥΡΙΑ. ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθʼ ὑπὲρ Φιλίππου πράττειν,3 ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχʼ ὑμεῖς προαπεστείλαθʼ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστʼ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδʼ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντʼ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότʼ ἐχώρουν.
然而,当所有这些罪状都被证实——他们耗费了时日,放弃了色雷斯的要塞,既未执行你们决议的任何事项,也未做任何有益之事,反而向这里带回了虚假汇报——在明智且愿意恪守誓言的审判官面前,此人怎可能获救脱罪呢?但为了表明我所言句句属实,请先宣读说明我们应当如何主持宣誓的法令,接着宣读腓力的信函,然后宣读菲洛克拉泰斯的法令以及人民的法令。 [法令。信函。诸法令。]不仅如此,为了表明如果有人听从我并依照法令履行了你们所下达的命令,我们本可以在赫勒斯滂截获腓力,请传唤在彼处在场的证人们。 [证人。]现在请宣读另一份证词,即腓力对后来前往那里的这位欧克莱德斯所作的答复。 [证词。]因此,请听我说,他们甚至连否认自己是为腓力效力都做不到。因为当我们为了和平之事进行前一次出使而启程时,你们曾预先派遣了一位传令官为我们缔结休战协定。当时,他们一到达奥雷奥斯,既不等候传令官,也不耽搁任何时间,而是在哈洛斯被围困期间就乘船渡往该地,又从那里出来去见正在实施围困的帕尔梅尼翁,穿越敌军前往帕加塞,继续前进并在拉里萨与传令官相遇:当时他们是以何等的热忱与积极性在赶路的!
- 157οὐδʼ ἀναγκασθέντʼ αὐτῶν οὐδένα δεῖ δοκεῖν χρηστὸν εἶναι τήμερον
分词 ἀναγκασθέντα 与受 δεῖ 支配的宾格不定式结构中的主语 οὐδένα 一致,带有情状(条件或让步)色彩(“即便被迫”)。它与后文的 ἀλλὰ διʼ αὑτὸν καὶ τὸ μὴ κεκοινωνηκέναι 形成对比,意为“今天他们中任何人都不应仅因被迫才被认为是忠良的,而必须是出于其自身的正直和未曾同流合污”。
- 159τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων
句首的宾格短语 τήν τε γὰρ εἰρήνην 通过倒装(hyperbaton)提前,作后文不定式 γράψαι 的宾语。分词 δυνηθέντων 是一个省略了逻辑主语(使节们)的独立属格结构,与 ἀναγκασθέντος τοῦ Φιλοκράτους 并列,共同说明主句动词 οὐκ ἐβούλετο 的原因。
- 163ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθʼ ὑπὲρ Φιλίππου πράττειν
由于名词 ἄρνησις(“否认”)本身含有否定概念,因此作同位语解释的冠词不定式从句 τὸ ... πράττειν 带有冗余否定词 μὴ。整句意为“他们甚至无法否认自己是在为腓力效力”。
