← 狄摩西尼

论使职不称职

§150-156

使团故意拖延与腓力夺取色雷斯

德摩斯梯尼主张,在菲洛克拉泰斯和平条约成立后,使团本应立即起航前往赫勒斯滂以阻止腓力侵占领地;他列举自己促成的催促使团出发的议事会法令,并谴责被告故意拖延行程,导致腓力在和平期间夺取色雷斯诸要冲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§150

ἐπειδὴ γὰρ ἡ μὲν εἰρήνη τέλος εἶχεν αὕτη, ἡ τοῦ Φιλοκράτους, ᾗ συνεῖπεν οὗτος, οἱ δὲ πρέσβεις ἀπήρκεσαν οἱ τοῦ Φιλίππου λαβόντες τοὺς ὅρκους (καὶ μέχρι τούτου γʼ οὐδὲν ἀνήκεστον ἦν τῶν πεπραγμένων, ἀλλʼ αἰσχρὰ μὲν ἡ εἰρήνη καὶ ἀναξία τῆς πόλεως, ἀντὶ δὲ τούτων δὴ τὰ θαυμάσιʼ ἀγάθʼ ἡμῖν ἔμελλεν ἔσεσθαι), ἠξίουν ἐγὼ καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφʼ Ἑλλησπόντου, καὶ μὴ προέσθαι μηδʼ ἐᾶσαι κατασχεῖν Φίλιππον μηδὲν ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἐκεῖ χωρίων.

因为当此人附议的那个菲洛克拉泰斯和平条约最终成立、腓力的使节在接受誓约后离开时(至少在彼时之前,所发生的一切事情中还没有任何不可挽回的后果,尽管那场和平是可耻的且配不上城邦,但据说以此为代价,我们将获得不可思议的丰厚利益),我便主张并告知这些人,要以最快的速度起航前往赫勒斯滂,切不可放弃那里的任何要塞,也不要在间隔的时间内听任腓力攻占它们。

§151

ᾔδειν γὰρ ἀκριβῶς ὅτι πάνθʼ ὅσʼ ἂν ἐκ πολέμου γιγνομένης εἰρήνης προεθῇ, ταῦτα τοῖς ἀμελήσασιν ἀπόλλυται· οὐδεὶς γὰρ πώποθʼ ὑπὲρ τῶν ὅλων πεισθεὶς εἰρήνην ἄγειν ὑπὲρ τῶν ἐγκαταλειφθέντων ἐξ ἀρχῆς ἠθέλησεν πολεμεῖν, ἀλλὰ ταῦθʼ οἱ προλαβόντες ἔχουσιν. χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν·1 ἢ γὰρ παρόντων καὶ κατὰ τὸ ψήφισμʼ αὐτὸν ἐξορκωσάντων, ἃ μὲν εἰλήφει τῆς πόλεως, ἀποδώσειν, τῶν δὲ λοιπῶν ἀφέξεσθαι, ἢ μὴ ποιοῦντος ταῦτα ἀπαγγελεῖν ἡμᾶς εὐθέως δεῦρο, ὥστʼ ἐν ἐκείνοις τοῖς πόρρω καὶ ἐλάττοσι τὴν πλεονεξίαν καὶ τὴν ἀπιστίαν ἰδόντας ὑμᾶς περὶ τῶνδε τῶν ἐγγὺς καὶ μειζόνων, λέγω δὲ Φωκέων καὶ Πυλῶν, οὐ προήσεσθαι· μὴ προλαβόντος δʼ ἐκείνου ταῦτα μηδʼ ὑμῶν ἐξαπατηθέντων ἅπαντʼ ἐν ἀσφαλεῖ τὰ πράγμαθʼ ὑμῖν ἔσεσθαι, καὶ παρʼ ἑκόντος ὑπάρξειν αὐτοῦ τὰ δίκαια.

因为我深知,在从战争转入和平之际被放弃的一切,对于漫不经心的人而言都会彻底丧失;因为从来没有人为了整体利益被说服保持和平后,又甘愿为了遗弃的东西从头开战,相反,先下手占有的人将一直据有它们。除此以外,我认为我们若出航,城邦绝不会错失两种有利结果之一:要么由于我们的在场并依照决议让他起誓,他将归还所夺取属于城邦的领地,并对其余地方停手;要么,如果他不照办,我们将立即向这里通报,从而使你们在那些遥远而次要的事物上看到他的贪得无厌和背信弃义后,便不会放弃眼前这些更为重大的利益——我指的是福基斯与温泉关;而只要他不先行夺取这些地方,你们也不受蒙骗,你们的一切事务都将处于安全之中,公道也将由他自愿提供。

§153

καὶ ταῦτʼ εἰκότως οὕτως ὑπελάμβανον ἕξειν. εἰ γὰρ ἦσαν, ὡς ἦσαν τότε, Φωκεῖς σῷοι καὶ Πύλας εἶχον, ἐκεῖνος μὲν οὐδὲν ἂν ὑμῖν εἶχʼ ἀνατείνασθαι φοβερόν, διʼ ὃ τῶν δικαίων ἄν τι παρείδετε· οὔτε γὰρ κατὰ γῆν παρελθὼν οὔτε ναυσὶ κρατήσας εἰς τὴν Ἀττικὴν ἥξειν ἔμελλεν· ὑμεῖς δʼ ἐκείνου παραχρῆμα, εἰ μὴ τὰ δίκαια ποιοίη, κλείσειν τὰ ἐμπόρια,2 καὶ χρημάτων τʼ ἐν σπάνει καὶ τῶν ἄλλων ἐν πολιορκίᾳ πάλιν αὐτὸν καταστήσειν, ὥστʼ ἐκεῖνος ὁ δουλεύσων ἔμελλεν ἔσεσθαι τοῖς ἀπὸ τῆς εἰρήνης λυσιτελοῦσιν, οὐχ ὑμεῖς.

我理所当然地认为事态会是这样发展。因为如果福基斯人像当时那样保全无虞并把守着温泉关,他就没有任何可怕的威胁可以用来恫吓你们,使你们为此忽视自身的任何正当权益;因为他既不能从陆路穿过,也不能以舰队压制而进犯阿提卡;相反,他若不秉公行事,你们便可立即封锁他的贸易港口,让他重新陷入金钱匮乏以及各项物资遭受围困的境地,以至于依赖和平带来的好处过活的人将是他,而不是你们。

§154

καὶ ταῦθʼ ὅτι οὐκ ἐπὶ τοῖς συμβεβηκόσι νῦν πλάττομαι καὶ προσποιοῦμαι, ἀλλὰ τότʼ εὐθὺς ἐγνώκειν καὶ προεωρώμην ὑπὲρ ὑμῶν καὶ τούτοις ἔλεγον, ἐκεῖθεν εἴσεσθε. ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτʼ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι, οὗτοι δʼ οὐκ ἀπῇσαν, ἀλλʼ αὐτοῦ διέτριβον, γράφω ψήφισμα βουλεύων, τὴν βουλὴν ποιήσαντος τοῦ δήμου κυρίαν, ἀπιέναι τοὺς πρέσβεις τὴν ταχίστην, τὸν δὲ στρατηγὸν Πρόξενον κομίζειν αὐτοὺς ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνηται, γράψας ὥσπερ νῦν λέγω, τοῖς ῥήμασιν οὕτως ἄντικρυς. καί μοι λέγε τοῦτο τὸ ψήφισμα λαβών. ΨΗΦΙΣΜΑ.

而我如今绝非根据既成事实捏造和伪称这些,而是当时就立刻察觉并为你们预见到、且曾告知他们这些话的,你们从下文即可知晓。因为当时由于预定会期已被耗尽,不再有任何公民大会可供召开,而这些人却迟迟不肯启程,只管在此逗留拖延,我作为五百人议事会成员——鉴于人民大会已授予议事会全权——便草拟了一份法令,命令使节们立即出发,并由将军普罗克塞诺斯将他们护送至探知腓力所在的地点;我草拟的文本正如我方才所说,字字句句直截了当。请拿过这份法令,为我宣读。 法令。

§155

ἐνθένδε μὲν τοίνυν αὐτοὺς ἐξήγαγον οὕτως ἄκοντας, ὡς καθαρῶς οἷς μετὰ ταῦτʼ ἐποίουν εἴσεσθε. ἐπειδὴ δʼ ἀφικόμεθʼ εἰς Ὠρεὸν καὶ συνεμείξαμεν τῷ Προξένῳ, ἀμελήσαντες οὗτοι τοῦ πλεῖν καὶ τὰ προστεταγμένα πράττειν ἐπορεύοντο κύκλῳ, καὶ πρὶν εἰς Μακεδονίαν ἐλθεῖν, τρεῖς καὶ εἴκοσιν ἡμέρας ἀνηλώσαμεν· τὰς δʼ ἄλλας πάσας καθήμεθʼ ἐν Πέλλῃ, πρὶν Φίλιππον ἐλθεῖν, σὺν αἷς ἐπορεύθημεν ὁμοῦ πεντήκονθʼ ὅλας.

因此,我就是这样违背他们的意愿将他们从这里带走的,这一点你们从他们后来的所作所为中即可清楚知晓。当我们抵达奥雷奥斯并与普罗克塞诺斯会合时,这些人却对启航和执行既定命令置之不理,反而迂回绕道而行,在到达马其顿之前,我们就耗费了二十三天;其余的所有时间我们都枯坐在佩拉,直到腓力到来,连同在路上跋涉的日子,总共坐耗了整整五十天。

§156

ἐν δὲ τούτῳ Δορίσκον, Θρᾴκην, τἀπὶ τειχῶν, Ἱερὸν ὄρος, πάντα τὰ πράγματα, ἐν εἰρήνῃ καὶ σπονδαῖς ᾕρει καὶ διῳκεῖθʼ ὁ Φίλιππος, πολλὰ λέγοντος ἐμοῦ καὶ θρυλοῦντος ἀεί, τὸ μὲν πρῶτον ὡς ἂν εἰς κοινὸν γνώμην ἀποφαινομένου, μετὰ ταῦτα δʼ ὡς ἀγνοοῦντας διδάσκοντος, τελευτῶντος δʼ ὡς ἂν πρὸς πεπρακότας αὑτοὺς καὶ ἀνοσιωτάτους ἀνθρώπους οὐδὲν ὑποστελλομένου.3

在此期间,腓力在和平与休战的掩护下,夺取并掌控了多里斯科斯、色雷斯、诸堡垒、圣山等所有要冲;而我一再进言、反复警告——起初是以公开发表政见者的身份,继而如同教导无知之徒一般,最后则毫不退缩、毫无顾忌地直斥这群出卖自身且极其不敬不义之徒。

语法注3 条
  1. 151χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν

    句子的核心骨架为 οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην(我认为城邦绝不会错失……),其中 δυοῖν χρησίμοιν 为动词 διαμαρτάνω 所支配的属格补足语(指两件有利结果之一)。πλευσάντων ἡμῶν 是表示条件的属格独立结构(意为“若我们出航”)。后文接续的 ἢ γὰρ ... ἢ ...(要么……要么……)并列从句具体展开了这两种有利结果的内容。

  2. 153ἐκείνου παραχρῆμα, εἰ μὴ τὰ δίκαια ποιοίη, κλείσειν τὰ ἐμπόρια

    不定式 κλείσειν(将封锁)的逻辑主语为前文的 ὑμεῖς。属格 ἐκείνου 因倒装提前(hyperbaton),修饰后面的宾语 τὰ ἐμπόρια(意为“封锁他的贸易港口”或“对他封锁港口”)。条件从句 εἰ μὴ τὰ δίκαια ποιοίη 在过去时态引导的间接引语中使用希求法,反映原本的将来条件句。

  3. 156τὸ μὲν πρῶτον ὡς ἂν εἰς κοινὸν γνώμην ἀποφαινομένου, μετὰ ταῦτα δʼ ὡς ἀγνοοῦντας διδάσκοντος, τελευτῶντος δʼ ὡς ἂν πρὸς πεπρακότας αὑτοὺς καὶ ἀνοσιωτάτους ἀνθρώπους οὐδὲν ὑποστελλομένου

    三个单数属格分词(ἀποφαινομένου, διδάσκοντος, ὑποστελλομένου)均与前文 πολλὰ λέγοντος ἐμοῦ 中的 ἐμοῦ 保持格和数的一致。ὡς ἄν 带有假设与比拟的色彩(“如同……一般”),修饰分词所表示的状态,鲜明地描绘了德摩斯梯尼态度层层升级的发展过程(从公共建言者、启蒙指导者到毫无保留的谴责者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:150-156