- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:143-149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼谴责菲洛克拉泰斯和约使雅典丧失了盟友与领土,而使节们却中饱私囊;并通过对比指出,战况远逊于雅典的忒拜人尚能开疆拓土,唯有使节的背叛才能解释雅典何以反遭惨重损失。
τῇ πόλει μὲν τοίνυν ἀφεστηκέναι μὲν ἁπάντων1 καὶ τῶν κτημάτων καὶ τῶν συμμάχων, ὀμωμοκέναι δὲ Φιλίππῳ, κἂν ἄλλος τις ἴῃ ποτʼ ἐπʼ αὐτὰ βουλόμενος σῴζειν, ὑμᾶς κωλύσειν καὶ τὸν μὲν ὑμῖν βουλόμενον παραδοῦναι ἐχθρὸν ἡγήσεσθαι καὶ πολέμιον, τὸν δʼ ἀπεστερηκότα σύμμαχον καὶ φίλον.
因此,对于城邦而言,结果是放弃了所有的财产与盟友,并向腓力起誓:即使将来有其他人为了拯救它们而出兵,你们也要加以阻止,并将意欲将它们归还给你们的人视作仇敌和敌人,而将剥夺了你们这些东西的人视作盟友和朋友。
ταῦτα γάρ ἐσθʼ ἃ συνεῖπε μὲν Αἰσχίνης οὑτοσί, ἔγραψε δʼ ὁ τούτου συνεργὸς Φιλοκράτης· καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν, καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι καὶ καλέσαι τοὺς πρέσβεις τοὺς τοῦ Φιλίππου, ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν2 τὴν Φιλοκράτους γνώμην ἔπεισεν ἑλέσθαι, ἐν ᾗ καὶ ταῦτα καὶ πόλλʼ ἄλλʼ ἔτι τούτων δεινότερʼ ἐστὶ γεγραμμένα.
因为这些正是站在这里的艾斯基涅斯所附议、其同谋菲洛克拉泰斯所起草的提案。在前一天我占了上风、并已说服你们批准盟友的决议并召见腓力的使节时,此人却将议程推延阻挠至次日,说服你们采纳了菲洛克拉泰斯的提案;而在该提案中,不仅记录了这些条款,还记录了许多比这更为严苛的规定。
τῇ μὲν δὴ πόλει ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ εὑρεῖν αἰσχίω ῥᾴδιον· τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν; τὰ μὲν ἄλλα σιωπῶ πάνθʼ, ὅσʼ ἑοράκαθʼ ὑμεῖς, οἰκίας, ξύλα, πυρούς, ἀλλʼ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς, Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον, τούτῳ δὲ τριάκοντα μνᾶς.
对于城邦而言,和平确实带来了这些结果,甚至很难找到比这更可耻的了。但是,对于促成这些事情的使节们,又带来了什么呢?其余的一切我都隐忍不言——你们所亲眼见到的房屋、木材、谷物——然而,在已覆灭的盟友领土上,他们却拥有庄园和广袤的农田,给菲洛克拉泰斯带来一塔兰同的收入,给此人带来三十明那。
καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τὰς τῶν ὑμετέρων συμμάχων συμφορὰς προσόδους τοῖς πρέσβεσι τοῖς ὑμετέροις γεγενῆσθαι, καὶ τὴν αὐτὴν εἰρήνην τῇ μὲν ἐκπεμψάσῃ πόλει τῶν μὲν συμμάχων ὄλεθρον, τῶν δὲ κτημάτων ἀπόστασιν, ἀντὶ δὲ δόξης αἰσχύνην γεγενῆσθαι, τῶν δὲ πρέσβεων τοῖς κατὰ τῆς πόλεως ταῦτα πράξασι προσόδους, εὐπορίας, κτήματα, πλοῦτον ἀντὶ τῶν ἐσχάτων ἀποριῶν εἰργάσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς Ὀλυνθίους μάρτυρας. ΜΑΡΤΥΡΕΣ.
然而,雅典人啊,你们盟友的灾难竟成了你们使节的收入来源,这难道不是骇人听闻、令人愤慨的吗?同一场和平,给派出使节的城邦带来的,是盟友的毁灭、财产的丧失以及取代荣耀的耻辱;而对于那些背叛城邦促成此事的使节,带来的却是收入、富裕、地产以及取代极度匮乏的财富!为了证明我所言非虚,请为我传唤来自奥林苏斯的证人。 证人出庭。
οὐ τοίνυν θαυμάσαιμʼ ἂν εἰ καὶ τοιοῦτό τι τολμήσει λέγειν, ὡς οὐκ ἦν καλὴν οὐδʼ οἵαν ἠξίουν ἐγὼ τὴν εἰρήνην ποιήσασθαι, κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων. ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατʼ αὐτὸν μεμνημένοι, πότερʼ ἐξ ἑτέρας ᾤχετο πρεσβεύων πόλεως ἢ ταύτης αὐτῆς. εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματʼ εἴληφεν· εἰ δʼ ἐκ ταύτης αὐτῆς, τίνος εἵνεκʼ ἐφʼ οἷς ἡ πέμψασα πόλις τῶν αὑτῆς ἀπέστη, ἐπὶ τούτοις3 οὗτος δωρειὰς προσλαβὼν φαίνεται; τῶν γὰρ αὐτῶν ἔδει τήν τε πέμψασαν πόλιν τυγχάνειν καὶ τοὺς ἐκ ταύτης πρέσβεις, εἴπερ τι τῶν δικαίων ἐγίγνετο.
因此,如果他甚至敢于说出这番话来——即由于将军们在战争中指挥不善,根本不可能缔结一份体面的和平,也不可能达成我所期望的那种和平——我也毫不奇怪。如果他真这么说,凭诸神起誓,请你们谨记这一点并质问他:他是作为另一个城邦的使节前往的,还是作为这个城邦本身的使节?因为如果他是代表另一个城邦——他会声称在战争中占了上风且拥有精明将军的城邦——那他拿取金钱还算合情合理;但如果他是代表这同一座城邦,那么当派出他的城邦在这些条款下放弃自身权益时,凭什么此人反而在这些条件上进一步收受了赠礼?因为如果还讲究半分正义的话,派出使节的城邦与出自该邦的使节本该承受相同的待遇。
ἔτι τοίνυν κἀκεῖνο σκέψασθʼ, ὦ ἄνδρες δικασταί. πότερʼ οἴεσθε πλέον Φωκέας Θηβαίων ἢ Φίλιππον ὑμῶν κρατεῖν τῷ πολέμῳ; ἐγὼ μὲν γὰρ εὖ οἶδʼ ὅτι Φωκεῖς Θηβαίων. εἶχόν γʼ Ὀρχομενὸν καὶ Κορώνειαν καὶ τὸ Τιλφωσαῖον, καὶ τοὺς ἐν Νέωσιν ἀπειλήφεσαν αὐτῶν, καὶ ἑβδομήκοντα καὶ διακοσίους ἀπεκτόνεσαν ἐπὶ τῷ Ἡδυλείῳ, καὶ τρόπαιον εἱστήκει, καὶ ἱπποκράτουν, καὶ κακῶν Ἰλιὰς περιειστήκει Θηβαίους.4
审判官诸位,此外还请考量那一点。你们认为在战争中,究竟是福基斯人压制忒拜人更多,还是腓力压制你们更多?我心里十分清楚,是福基斯人压制忒拜人。他们占领了奥尔科麦诺斯、科罗尼亚和蒂尔福赛翁;他们截断了在涅翁的忒拜部队;在赫杜莱翁斩杀了二百七十人;立起了胜利纪念碑;他们在骑兵上占据优势;一整部伊利亚特般的浩劫笼罩了忒拜人。
ὑμῖν δὲ τοιοῦτο μὲν οὐδὲν οὔτʼ ἦν μήτε γένοιτο τοῦ λοιποῦ, τοῦτο δʼ ἦν τὸ δεινότατον τοῦ πρὸς Φίλιππον πολέμου· οὐκ ἐδύνασθε κακῶς ἡλίκʼ ἐβούλεσθε ποιεῖν ἐκεῖνον· τοῦ δὲ μὴ πάσχειν αὐτοὶ πᾶσαν ἄδειαν ἤγετε. τί ποτʼ οὖν ἐκ τῆς αὐτῆς εἰρήνης τοῖς μὲν Θηβαίοις, τοῖς τοσοῦτο κρατουμένοις τῷ πολέμῳ, καὶ τὰ ἑαυτῶν κομίσασθαι καὶ τὰ τῶν ἐχθρῶν προσλαβεῖν γέγονε, τοῖς δʼ Ἀθηναίοις ὑμῖν, καὶ ἃ τῷ πολέμῳ διεσῴζετο, ταῦτʼ ἐπὶ τῆς εἰρήνης ἀπολωλεκέναι; ὅτι τἀκείνων μὲν οὐκ ἀπέδονθʼ οἱ πρέσβεις, τὰ δʼ ὑμέτερʼ οὗτοι πεπράκασιν. ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἀπειρηκέναι φήσει τῷ πολέμῳ5 ὅτι γὰρ ταῦθʼ οὕτω πέπρακται, καὶ ἐκ τῶν ἐπιλοίπων ἔτι μᾶλλον εἴσεσθε.
而对于你们,不仅从来没有这类事情,愿今后也永不发生;对腓力战争中最严峻的不过是:你们无法如愿以偿地重创他,但在自己免受伤害方面,你们却享有充分的安宁。那么,究竟为何出自同一场和平,在战争中遭受如此压制的忒拜人,既能收回自身的一切,又能额外夺取敌人的领土;而作为雅典人的你们,却在和平中丧失了战争中一直保全的东西?这是因为他们的使节没有出卖他们的利益,而眼前这些人却出卖了你们的利益。然而,凭宙斯起誓,他会辩称盟友们在战争中已力不能支;因为这些事情确系如此操作,你们从下文之中将会更为清楚地知晓。
- 143τῇ πόλει μὲν τοίνυν ἀφεστηκέναι μὲν ἁπάντων
句首的不定式 ἀφεστηκέναι 和 ὀμωμοκέναι 呼应上一节末尾的提问(“城邦得到了什么”,§142),作为表示结果的不定式,或承接省略的非人称动词(如 συνέβη 或 γέγονε)。此处的 μέν 与后文 §145 的 τοῖς δὲ πρέσβεσιν τί... 构成对比骨架。
- 144ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν
动词 ἐκκρούω 本义为“击出、排挤”,在此公民大会语境中作习惯用法,意为“阻碍议程、拖延推迟”至次日(εἰς τὴν ὑστεραίαν),从而阻挠了说话者前一日(τὴν προτέραν ἡμέραν)所取得的优势。
- 147ἐφʼ οἷς ἡ πέμψασα πόλις τῶν αὑτῆς ἀπέστη, ἐπὶ τούτοις
介词 ἐπί 接与格表示条件或代价(“在……的条件下”、“以……为代价”)。关系代词从句 ἐφʼ οἷς 置于其先行词指示短语 ἐπὶ τούτοις 之前,通过这种语序突出对比:派出使节的城邦在这些条款下放弃了自身权益,而此人反而在完全相同的条件下收受了额外礼物。
- 148κακῶν Ἰλιὰς περιειστήκει Θηβαίους
成语 κακῶν Ἰλιάς(“祸患的伊利亚特”)典出荷马史诗《伊利亚特》所描写的漫长浩劫与苦难,是古典期用以指称“无休止的、铺天盖地的灾难”的定型俗语。动词 περιειστήκει(περιίστημι 的过去完成时)意为“包围、笼罩”,直接支配宾格 Θηβαίους。
- 149ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἀπειρηκέναι φήσει τῷ πολέμῳ
短语 ἀλλὰ νὴ Δία ... φήσει 是修辞学中预先提出对方抗辩(prolepsis / hypophora)的定型表达,意为“然而凭宙斯起誓,他会辩称……”。动词 ἀπαγορεύω(此处为完成时 ἀπείρηκα)与与格(τῷ πολέμῳ)搭配,表示习惯用法“因……而精疲力竭、支撑不住、屈服”。
