← 狄摩西尼

论使职不称职

§137-142

提玛戈拉斯的先例与廉洁的忒拜使节

狄摩西尼援引波斯王与提玛戈拉斯的先例,论证严惩使节将使腓力不敢轻视雅典,并以拒绝贿赂而为城邦赢得巨大利益的忒拜使节为例,与出卖城邦利益的雅典使节形成鲜明对照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§137

εἰ μὲν οὖν ἤκουσεν, οἶμαι, τοὺς τότε ταῦτα πρὸς αὐτὸν εἰπόντας παραχρῆμα, ὡς δεῦρʼ ἐπανῆλθον, ἀποτετυμπανισμένους, ἐποίησεν ἂν ταὐτὸ τῷ βασιλεῖ. τί δʼ ἦν ὃ ἐκεῖνος ἐποίησεν; ἐξαπατηθεὶς ὑπὸ Τιμαγόρου καὶ τετταράκοντα τάλαντα, ὡς λέγεται, δεδωκὼς αὐτῷ, ἐπειδὴ παρʼ ὑμῖν ἐπύθετʼ αὐτὸν τεθνεῶτα καὶ οὐδὲ τοῦ ζῆν ὄντα κύριον αὑτῷ βεβαιῶσαι, μή τί γʼ1 ἃ ἐκείνῳ τόθʼ ὑπέσχετο πρᾶξαι, ἔγνω τὴν τιμὴν οὐχὶ τῷ κυρίῳ τῶν πραγμάτων δεδωκώς.2 καὶ γάρ τοι πρῶτον μὲν Ἀμφίπολιν πάλιν ὑμετέραν κατέπεμψεν, ἣν τότε σύμμαχον αὑτοῦ καὶ φίλην ἔγραψεν· εἶτʼ οὐδενὶ πώποτʼ ἔδωκε χρήματα τοῦ λοιποῦ.

因此,我认为,如果他听说当时向他说出这番话的人一返回这里就立刻被处决,他就会做出与波斯王相同的举动。那么,那位波斯王做了什么呢?他被提玛戈拉斯所欺骗,据说给了他四十塔兰同;当他获悉提玛戈拉斯被你们处死,连自己的性命都无法保全,更不用说去实现当时向国王承诺的事情时,他便明白自己并没有把报酬付给真正掌握事态决定权的人。正因如此,他首先下达书信,再次承认安菲波利斯属于你们,而此前他曾将其载明为自己的盟友和友邦;自那以后,他也从未向任何人给过金钱。

§138

ταὐτὸ τοίνυν τοῦτʼ ἂν ἐποίησε Φίλιππος, εἴ τινα τούτων εἶδε δίκην δόντα, καὶ νῦν, ἂν ἴδῃ, ποιήσει. ἐπειδὰν δʼ ἀκούῃ λέγοντας, εὐδοκιμοῦντας ἐν ὑμῖν, ἑτέρους κρίνοντας, τί καὶ ποιήσῃ; ζητῇ πόλλʼ ἀναλίσκειν, ἐξὸν ἐλάττω, καὶ πάντας θεραπεύειν βούληται, δύʼ ἢ τρεῖς ἐξόν;3 μαίνοιτο μέντἄν. οὐδὲ γὰρ τὴν τῶν Θηβαίων πόλιν εἵλετο δημοσίᾳ ποιεῖν ὁ Φίλιππος εὖ, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ὑπὸ τῶν πρέσβεων ἐπείσθη.

因此,如果腓力看到这些人当中有人受罚,他本也会做出同样的事;而如今,他若能看到这一点,也依然会这样做。但当他听说他们正在发表言论,在你们中间备受尊重,还在审判他人时,他究竟应当怎么做呢?难道在能少花钱的时候去追求多花钱,在只需讨好两三个人便足够的时候去谋求讨好所有人吗?那样的话他才是疯了。因为腓力并非选择在公共层面上向忒拜城施予恩惠——绝非如此——而是受到了他们使节的劝说。

§139

ὃν δὲ τρόπον, φράσω πρὸς ὑμᾶς ἐγώ. ἦλθον ὡς αὐτὸν πρέσβεις ἐκ Θηβῶν ὅτε περ καὶ παρʼ ὑμῶν ἡμεῖς ἦμεν ἐκεῖ. τούτοις χρήματʼ ἐκεῖνος ἐβούλετο δοῦναι, καὶ πάνυ γʼ, ὡς ἔφασαν, πολλά. οὐκ ἐδέξαντʼ οὐδʼ ἔλαβον ταῦθʼ οἱ τῶν Θηβαίων πρέσβεις. μετὰ ταῦτʼ ἐν θυσίᾳ τινὶ καὶ δείπνῳ πίνων καὶ φιλανθρωπευόμενος πρὸς αὐτοὺς ὁ Φίλιππος ἄλλα τε δὴ πολλά, οἷον αἰχμάλωτα καὶ τοιαῦτα, καὶ τελευτῶν ἐκπώματʼ ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς. πάντα ταῦτʼ ἐκεῖνοι διεωθοῦντο καὶ οὐδαμῇ προΐενθʼ αὑτούς.

至于事情的经过,我来告诉你们。来自忒拜的使节来到他那里时,恰逢我们代表你们也在那里。他想给他们金钱,而且据他们所说,数量极大。忒拜的使节们既没有接受,也没有收下。此后,在一次祭祀和宴席上,腓力一边饮酒一边对他们大显厚意,向他们敬献了许多其他礼物,如俘虏之类,最后甚至向他们敬献金银酒杯。这一切都被他们推拒了,他们绝不让自己受到收买。

§140

τελευτῶν δὲ Φίλων, εἷς τῶν πρέσβεων, εἶπεν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγον οὐχ ὑπὲρ Θηβαίων ἀλλʼ ὑπὲρ ὑμῶν ἄξιον εἰρῆσθαι. ἔφη γὰρ τὸν Φίλιππον ὁρῶν καὶ μεγαλοψύχως καὶ φιλανθρώπως ἔχοντα πρὸς αὐτοὺς ἥδεσθαι καὶ χαίρειν· αὐτοὶ μὲν οὖν ὑπάρχειν αὐτῷ φίλοι καὶ ξένοι καὶ ἄνευ τῶν δώρων τούτων, εἰς δὲ τὰ τῆς πόλεως πράγματʼ, ἐν οἷς ἦν τότε, τὴν φιλανθρωπίαν αὐτὸν ἠξίουν ταύτην προσθέντʼ ἄξιόν τι καὶ αὑτοῦ καὶ τῶν Θηβαίων πρᾶξαι, καὶ ὅλην τε τὴν πόλιν οὕτω καὶ σφεῖς ὡμολόγουν ὑπάρξειν αὐτῷ.

最后,使节之一菲隆说了一番话,雅典人啊,这话本应代表你们而非代表忒拜人说出才是相称的。他说,看到腓力对他们如此慷慨宽厚,他感到十分欣慰和高兴;他们即便没有这些礼物,也本就是他的朋友和宾客;但鉴于城邦当时的处境,他们请求他将这份好意倾注于城邦的事务中,做出既无愧于他自身也无愧于忒拜人的事情,并承诺这样一来,整座城邦以及他们自身都将效忠于他。

§141

καὶ γάρ τοι σκέψασθε τί τοῖς Θηβαίοις γέγονεν ἐκ τούτων καὶ τί συμβέβηκε, καὶ θεάσασθʼ ἐπʼ αὐτῆς τῆς ἀληθείας ἡλίκον ἐστὶ τὸ μὴ πωλεῖν τὰ τῆς πόλεως. πρῶτον μὲν τοίνυν εἰρήνη γέγονεν αὐτοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις ἤδη τῷ πολέμῳ καὶ ἡττωμένοις, εἶτα τῶν ἐχθρῶν Φωκέων ἄρδην ὄλεθρος καὶ ὅλων τῶν τειχῶν καὶ τῶν πόλεων ἀναίρεσις. ἆρα καὶ μόνα ταῦτα; οὐ μὰ Δίʼ, ἀλλʼ ἔτι πρὸς τούτοις Ὀρχομενός, Κορώνεια, Κορσιά, τὸ Τιλφωσαῖον, τῆς τῶν Φωκέων χώρας ὁπόσην βούλονται.

因此,请大家考察忒拜人从中获得了什么、遇到了何种结果,并在真理本身的照耀下看一看,不出卖城邦的利益是何等重大的事情。首先,正当他们在战争中疲于奔命、饱受折磨且节节败退之际,和平降临到了他们身上;其次,他们的宿敌福基斯人遭到了彻底的消灭,全部的城墙与城邦被夷平。难道仅止于此吗?凭宙斯起誓,绝非如此,除这些之外,还有奥尔科麦诺斯、科罗尼亚、科尔西亚、蒂尔福赛翁,以及他们所想要的任意数量的福基斯人领土。

§142

τοῖς μὲν δὴ Θηβαίοις ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ ἂν εὔξαιντο δήπου μείζονα· τοῖς δὲ πρέσβεσι τοῖς τῶν Θηβαίων τί; οὐδὲν πλὴν τὸ τούτων αἰτίοις γεγενῆσθαι τῇ πατρίδι· τοῦτο δὲ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σεμνὸν εἰς ἀρετῆς λόγον καὶ δόξης, ἣν οὗτοι χρημάτων ἀπέδοντο. ἀντιθῶμεν δὴ τί τῇ τῶν Ἀθηναίων πόλει γέγονεν ἐκ τῆς εἰρήνης, καὶ τί τοῖς πρέσβεσι τοῖς τῶν Ἀθηναίων, καὶ θεωρεῖτʼ εἰ παραπλήσια τῇ πόλει καὶ τούτοις αὐτοῖς.

对于忒拜人而言,和平确实带来了这些结果,他们甚至都无法祈求比这更大的利益了;但对于忒拜的使节们,得到了什么呢?除了成为为祖国带来这些成果的功臣之外,一无所得。雅典人啊,从美德和荣耀的角度来看,这是崇高而庄严的,而眼前这些人却用这种荣耀换取了金钱。那么,让我们对比一下,雅典人的城邦从和平中得到了什么,雅典人的使节们又得到了什么,请你们审视一下,城邦所获得的与这些人自身所获得的,是否能够相提并论。

语法注3 条
  1. 137μή τί γʼ

    省略性成语 μή τί γε(或 μή τί γε δή)紧随否定句之后,意为“更不用说……”、“遑论……”。此处接在 οὐδὲ τοῦ ζῆν ὄντα κύριον αὑτῷ βεβαιῶσαι(“甚至无法保全自身性命”)之后,强调履行先前向国王所许下的诺言更是无从谈起。

  2. 137ἔγνω τὴν τιμὴν οὐχὶ τῷ κυρίῳ τῶν πραγμάτων δεδωκώς

    分词 δεδωκώς 采用主格形式,作认知动词 ἔγνω 的补充成分。由于该分词的逻辑主语与主句主语(波斯王)一致,因此不使用带不定式的宾格句式,而采用主格分词结构,意为“他认识到自己把报酬付给了一个无权掌控事态的人”。

  3. 138τί καὶ ποιήσῃ; ζητῇ πόλλʼ ἀναλίσκειν, ἐξὸν ἐλάττω, καὶ πάντας θεραπεύειν βούληται, δύʼ ἢ τρεῖς ἐξόν;

    虚拟语气动词 ποιήσῃ、ζητῇ 与 βούληται 为商量性虚拟语气(deliberative subjunctive),用于反问句中,强调腓力在当前局面下绝不可能做出如此非理性的选择。此外,ἐξὸν ἐλάττω 与 δύʼ ἢ τρεῖς ἐξόν 均为无人称动词 ἔξεστι 的绝对宾格结构(accusative absolute),表达让步或附带状况(“在能够少花钱时 / 在只需讨好两三个人便可行时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:137-142