- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:129-136
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼出示了自己正式发誓辞谢的官方记录与同行使节的证言,弹劾埃斯基涅斯非法出使并参与敌方胜利庆祝,力斥因畏惧腓力而赦免叛徒的可耻,并揭露了埃斯基涅斯向腓力进谗、贬低雅典民众毫无定见的言论。
καὶ ταῦτʼ οὐκ ἔνεστιν ἐμοὶ μὲν οὕτω, τούτῳ δʼ ἄλλως πως εἰπεῖν· ἀλλʼ ὑπὲρ μὲν τῆς ἐξωμοσίας ἐν τοῖς κοινοῖς τοῖς ὑμετέροις γράμμασιν ἐν τῷ μητρῴῳ ταῦτʼ ἐστίν, ἐφʼ οἷς ὁ δημόσιος τέτακται,1 καὶ ψήφισμʼ ἄντικρυς περὶ τούτου τοῦ ὀνόματος γέγραπται· ὑπὲρ δʼ ὧν ἐκεῖ διεπράξατο, οἱ συμπρεσβεύοντες καὶ παρόντες καταμαρτυρήσουσιν, οἵπερ ἐμοὶ ταῦτα διηγοῦντο· οὐ γὰρ ἔγωγʼ αὐτοῖς συνεπρέσβευσα, ἀλλʼ ἐξωμοσάμην.
关于这些事情,绝不可能由我这样说,而由他那样说。相反,关于发誓辞谢一事,这些都记录在你们存放于母神庙的公共档案中,并有公务奴隶负责看管,且有一项决议直接写明了他的名字;而关于他在当地的所作所为,当时同行的使节和在场的人都会作证指控他,正是他们向我讲述了这些事;因为我绝没有与他们一同出使,而是发誓辞谢了。
καί μοι λέγε τὸ ψήφισμα, καὶ τοὺς μάρτυρας κάλει. ΨΗΦΙΣΜΑ. ΜΑΡΤΥΡΕΣ. τίνας οὖν εὐχὰς ὑπολαμβάνετʼ εὔχεσθαι τοῖς θεοῖς τὸν Φίλιππον, ὅτʼ ἔσπενδεν, ἢ τοὺς Θηβαίους; ἆρʼ οὐ κράτος πολέμου καὶ νίκην αὑτοῖς καὶ τοῖς συμμάχοις διδόναι, καὶ τἀναντία τοῖς τῶν Φωκέων; οὐκοῦν ταῦτα συνηύχεθʼ οὗτος καὶ κατηρᾶτο τῇ πατρίδι, ἃ νῦν εἰς κεφαλὴν ὑμᾶς αὐτῷ δεῖ τρέψαι.
请给我宣读决议,并传唤证人。 决议。证人。 那么,你们认为腓力在奠酒时,或者忒拜人向神明作了怎样的祈祷呢?难道不是祈求赐予他们自己和盟友以战争的胜利与霸权,而将相反的命运降临于福基斯人的〔盟友〕吗?因此,这个人参与了这些祈祷,咒诅了自己的祖国,而你们现在必须把这些诅咒转嫁到他自己的头上。
οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δʼ ἐκεῖσε ἑτέρων θανάτων ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ πεπρεσβευμένʼ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως. σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ὃ ταύτην ἕξει τὴν ἀξίαν ὥστε τοσούτων ἀξιόχρεων φαίνεσθαι.
难道他不是首先违反了规定对此类行为处以死刑的法律而离去;到了那里之后,又被证实做出了应当处以多次死刑的勾当;而他先前在此事上的所作所为和使节使命,本不就足以公正地将他处死吗?因此请你们考虑,究竟何种刑罚才具有足够的严厉程度,以便与如此众多的罪行相称。
πῶς γὰρ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον πᾶσι τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν, καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τʼ ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων, εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, τὸν ἁπάντων τῶν κακῶν αἴτιον καὶ ὃν εἰλήφατʼ ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, τοῦτον ἀφεῖναι;2
雅典人啊,在公共层面上,你们全体以及整个公民大会都谴责由和平所产生的一切后果,不愿参与近邻同盟的事项,并且对腓力抱有反感与猜疑,认为这些作为既不敬又可怕,既不公正也不利于你们;然而在走进法庭就这些事务的述职进行审判时,在代表城邦起誓之后,你们若放过这一切祸患的罪魁祸首、这个被你们当场抓获做出如此勾当的人,这难道不是一件可耻的事吗?
καὶ τίς οὐ δικαίως ἂν ὑμῖν ἐγκαλέσειε τῶν ἄλλων πολιτῶν, μᾶλλον δʼ ἁπάντων τῶν Ἑλλήνων, ὁρῶν Φιλίππῳ μὲν ὑμᾶς ὀργιζομένους, ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην παρὰ τῶν πωλούντων τὰς πράξεις ἐωνεῖτο, πρᾶγμα πολλὴν συγγνώμην ἔχον διαπραττόμενος, τουτονὶ δʼ ἀφιέντας, ὃς τὰ ὑμέτερʼ οὕτως αἰσχρῶς ἀπέδοτο, τῶν νόμων τὰ ἔσχατα ταττόντων ἐπιτίμια, ἐάν τις ταῦτα ποιῇ;
当看到你们对腓力感到愤怒——腓力在由战转和之际,不过是从出卖事业的人手中购买成果,其所作所为大有可原谅之处——却放过眼前这个人,他在法律规定若有人做出此类行径便处以极刑的情况下,如此可耻地出卖了你们的利益,那么其他公民,或者不如说全体希腊人,有谁不会公正地谴责你们呢?
τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις λόγος παρὰ τούτων, ὡς ἀρχὴ γενήσεται πρὸς Φίλιππον ἔχθρας, εἰ τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφιεῖσθε. ἐγὼ δʼ, εἰ τοῦτʼ ἔστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματʼ ἀναλώσας ὥστε τυχεῖν, οὗτος οὕτω γέγονεν φοβερὸς καὶ μέγας ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;3
也许他们还会提出这样的论调:如果你们投票定罪谈判和平的使节,那将成为与腓力结仇的开端。但依我看,如果这是真的,我左思右想也找不到还能对他提出比这更严重的指控了。因为,如果那个花钱换取和平的人竟变得如此可怕和强大,以致你们必须无视誓言与正义,转而考虑如何去讨好腓力,那么造成这种局面的罪魁祸首要遭受怎样的惩罚,才算得上承担了应得的惩处呢?
οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ὑμῖν μᾶλλον ἐκ τῶν εἰκότων γενήσεται, καὶ τοῦτʼ οἴομαι δείξειν. εὖ γὰρ εἰδέναι χρὴ τοῦθʼ ὅτι οὐ καταφρονεῖ Φίλιππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πόλεως τῆς ὑμετέρας, οὐδʼ ἀχρηστοτέρους ὑμᾶς νομίσας Θηβαίων ἐκείνους εἵλετʼ ἀνθʼ ὑμῶν ἀλλʼ ὑπὸ τούτων ἐδιδάχθη καὶ ταῦτʼ ἤκουσεν, ἃ καὶ πρότερόν ποτʼ εἶπον ἐγὼ πρὸς ὑμᾶς ἐν τῷ δήμῳ καὶ τούτων οὐδεὶς ἀντεῖπεν, ὡς ὁ μὲν δῆμός ἐστιν ἀσταθμητότατον πρᾶγμα τῶν πάντων καὶ ἀσυνθετώτατον, ὥσπερ ἐν θαλάττῃ κῦμʼ ἀκατάστατον, ὡς ἂν τύχῃ κινούμενον. ὁ μὲν ἦλθεν, ὁ δʼ ἀπῆλθεν· μέλει δʼ οὐδενὶ τῶν κοινῶν, οὐδὲ μέμνηται. δεῖ δέ τινας φίλους ὑπάρχειν τοὺς ἕκαστα πράξοντας ἐν ὑμῖν αὐτῷ καὶ διοικήσοντας, οἷον αὐτὸς δή· κἄνπερ αὐτῷ τοῦτο κατασκευασθῇ, πᾶν ὅ τι ἂν βούληται παρʼ ὑμῖν ῥᾳδίως διαπράξεται.
不仅如此,我认为我还能证明,按照常理,这反而将成为一段对你们有益的友谊的开端。雅典人啊,因为大家必须清楚地知道,腓力并非蔑视你们的城邦,也不是因为认为你们比忒拜人更无用才选择他们而舍弃你们;相反,他是受到了这些人的指点并听信了他们的话——正如我先前曾在公民大会上对你们说过的,而他们当中没有一个人反驳过我:也就是,民众是世间最不可捉摸、最缺乏定见的事物,就如同海中动荡不定的波涛,任凭机运而随处翻涌。一个人来了,另一个人又走了;没有人关心公共事务,甚至没有人记得。因此,他必须有一些朋友,能够代表他在你们当中处理并统筹各项事务,正如〔这个人〕自己这般;只要为他构筑好这层关系,他在你们当中想要做成任何事情,都能轻而易举地实现。
- 129ἐφʼ οἷς ὁ δημόσιος τέτακται
介词短语 ἐπί 接与格(ἐφʼ οἷς)表示管辖或职责的对象,意为“负责管辖……”。其先行词是前面的 ἐν τοῖς κοινοῖς τοῖς ὑμετέροις γράμμασιν(“公共档案/文书”),即“派有公职奴隶负责看管的公共档案”。
- 132πῶς γὰρ οὐκ αἰσχρόν... τοῦτον ἀφεῖναι;
这是一个以 πῶς γὰρ οὐκ αἰσχρόν(“怎能不耻辱”)为骨架的长大反诘句,通过 μέν 与 δέ 连接两个形成鲜明对比的“带对格的不定式”结构:前者描述公开层面的态度(δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς... ἐπιτιμᾶν...),后者描述在法庭审判中的行为(εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας... τοῦτον ἀφεῖναι)。不定式的逻辑主语均为对格的雅典公民(ἅπαντας ὑμᾶς / εἰσελθόντας),突显了公开愤慨与法庭赦免之间的剧烈矛盾。
- 134τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;
这是一个由疑问代词加分词(τί παθόντες,“遭受了什么”)配合带 ἄν 的完成时希求法(δεδωκότες εἶεν,“算是付出了惩罚”)构成的修辞反问句。字面意为:“造成这一切的人究竟遭受了什么,才算付出了相称的代价?”意在表达无论对他们施加何种严刑峻法,都难以抵偿其滔天罪行。
