← 狄摩西尼

论使职不称职

§122-128

埃斯基涅斯托病留守与赴敌方庆功宴

德摩斯梯尼指出,自己在第三次使节选出后宣誓辞谢,而埃斯基涅斯为了防止民众改变决议托病留守,待福基斯灭亡全城惊恐之际,却在未经选派的情况下径自前往腓力处参与敌方的庆功宴会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§122

ἐγὼ μὲν δὴ παρελθὼν ἐξωμοσάμην εὐθέως, καὶ θορυβούντων τινῶν καὶ κελευόντων βαδίζειν οὐκ ἂν ἔφην ἐλθεῖν·1 οὗτος δʼ ἐκεχειροτόνητο. ἐπειδὴ δʼ ἀνέστη μετὰ ταῦθʼ ἡ ἐκκλησία, συνελθόντες ἐβουλεύονθʼ οὗτοι τίνʼ αὐτοῦ καταλείψουσιν. ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλλοντος ἀδήλου, σύλλογοι καὶ λόγοι παντοδαποὶ κατὰ τὴν ἀγορὰν ἐγίγνοντο τότε·

于是我便走上前去,立即发誓辞谢;尽管有人喧哗并催促我前去,我仍声明绝不前往;而这个人却已经被选上了。此后公民大会散会,他们便聚集在一起商议应当把谁留在此地。因为当时局势仍悬而未决,前途未卜,那时广场上正举行着各种集会和议论。

§123

ἐφοβοῦντο δὴ μὴ σύγκλητος ἐκκλησία γένοιτʼ ἐξαίφνης, εἶτʼ ἀκούσαντες ὑμεῖς ἐμοῦ τἀληθῆ ψηφίσαισθέ τι τῶν δεόντων ὑπὲρ τῶν Φωκέων, καὶ τὰ πράγματʼ ἐκφύγοι τὸν Φίλιππον. εἰ γὰρ ἐψηφίσασθε μόνον καὶ μικρὰν ὑπεφήνατʼ ἐλπίδʼ ἡντινοῦν αὐτοῖς, ἐσώθησαν ἄν. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν μὴ παρακρουσθέντων ὑμῶν μεῖναι Φιλίππῳ. οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ, ἀσπόρῳ διὰ τὸν πόλεμον γεγονυίᾳ, οὔθʼ ἡ σιτοπομπία δυνατὴ τριήρων οὐσῶν ὑμετέρων ἐκεῖ καὶ τῆς θαλάττης κρατουσῶν, αἵ τε πόλεις πολλαὶ καὶ χαλεπαὶ λαβεῖν αἱ τῶν Φωκέων, μὴ οὐ χρόνῳ καὶ πολιορκίᾳ·2 εἰ γὰρ ἐν ἡμέρᾳ πόλιν ᾕρει, δύο καὶ εἴκοσίν εἰσιν ἀριθμῷ.

他们唯恐突然召开特别公民大会,接着你们从我这里听到真相,为福基斯人通过某些必要的决议,从而使局势脱离腓力的掌握。因为你们只要通过一项决议,向他们展现哪怕丝毫的希望,他们本就可以获救。因为只要你们不被欺骗,腓力绝不可能留驻当地。不仅由于战争导致田地荒芜,当地没有粮食,而且由于你们的三列桨座战船在当地控制着海面,运粮也绝无可能,加之福基斯人的城镇为数众多,除非耗费时日进行包围,否则难以攻克;即便他一天攻下一座城镇,总数也有二十二座之多。

§124

διὰ δὴ ταῦτα πάντα, ἵνα μηδὲν μετάθησθʼ ὧν ἐξηπάτησθε, τοῦτον αὐτοῦ κατέλιπον. ἐξομόσασθαι μὲν δὴ μὴ μετʼ αἰτίας τινὸς δεινὸν ἦν καὶ ὑποψία μεγάλη· τί λέγεις; ἐπὶ τηλικαῦτα καὶ τοιαῦτʼ ἀγαθὰ οὐχὶ βαδίζεις ἀπαγγείλας οὐδὲ πρεσβεύεις; ἔδει δὲ μένειν. πῶς οὖν; ἀρρωστεῖν προφασίζεται, καὶ λαβὼν Ἐξήκεστον τὸν ἰατρὸν ἁδελφὸς αὐτοῦ καὶ προσελθὼν τῇ βουλῇ ἐξώμοσεν ἀρρωστεῖν τουτονὶ καὶ αὐτὸς ἐχειροτονήθη.

正是由于这一切原因,为了让你们不对受骗之事做任何变动,他们才将这个人留在此地。然而,若无故发誓辞谢,则是危险的,且会引起极大怀疑: “你说什么?你既已宣告,却不为如此重大而美好的利益启程,也不出使?” 但他又必须留下。那怎么办呢?他托病不起,他的兄弟带上医生埃克塞凯斯托斯前往议事会,发誓证明这个人患病,其兄弟自己则被选上。

§125

ἐπειδὴ δʼ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντʼ ἢ ἕξ, καὶ τέλος εἶχε τὸ μίσθωμʼ ὥσπερ ἂν ἄλλο τι τούτῳ, καὶ ὁ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι, καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε, καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούριʼ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλειʼ ἐν ἄστει θύειν,— ἐπειδὴ ταῦτʼ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθʼ ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων3 ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφʼ ᾗ τότʼ ἐξωμόσαθʼ ὑπολογισάμενος, οὔθʼ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητʼ ἀνθʼ αὑτοῦ, οὔθʼ ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει, οὔθʼ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθʼ4 ὡς ἐπικεκήρυκται χρήματʼ αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι, τηνικαῦτʼ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν· ἀλλʼ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι ὥστε πάντα ταῦτʼ ἀνελὼν καὶ παριδὼν ᾤχετο.

而在五六天后福基斯人覆灭,而他的雇佣报酬就像其他事情一样尘埃落定,德耳库罗斯从哈尔基斯返回并在比雷埃夫斯向正在开会的你们报告福基斯人已经覆灭,雅典人啊,你们听到这些,自然既为他们痛心,自己也大为震惊,于是表决将妇孺从乡间迁入城内,修缮堡垒,筑防比雷埃夫斯,并在城内举行赫拉克勒斯节献祭,——当这些事情发生、如此的混乱与骚动笼罩全城之际,就在那时,这位聪明、厉害且口才出众的人,在议事会和民众都未曾推选他的情况下,竟作为使节前往做出这桩勾当的人那里,既没有考虑他当时据以发誓辞谢的病情,也没有考虑已有另一位使节代替他被选出,更没有考虑法律规定对此类罪行处以死刑,甚至完全不顾他曾报告说自己在忒拜被悬赏通缉,在忒拜人不仅占领了整个维奥蒂亚、而且控制了福基斯人土地的关头,径直走进忒拜市中心和忒拜人军营是多么骇人听闻的事;相反,他完全丧失理智,一心只扑在敛财与收受贿赂上,以致将这一切全都抛在脑后、置若罔闻地扬长而去。

§128

καὶ τοιούτου τοῦ πράγματος ὄντος, ἔτι πολλῷ δεινότερʼ ἐστὶν ἃ ἐκεῖσʼ ἐλθὼν διεπράξατο. ἁπάντων γὰρ ὑμῶν τουτωνὶ καὶ τῶν ἄλλων Ἀθηναίων οὕτω δεινὰ καὶ σχέτλιʼ ἡγουμένων τοὺς ταλαιπώρους πάσχειν Φωκέας ὥστε μήτε τοὺς ἐκ τῆς βουλῆς θεωροὺς μήτε τοὺς θεσμοθέτας εἰς τὰ Πύθια πέμψαι, ἀλλʼ ἀποστῆναι τῆς πατρίου θεωρίας, οὗτος εἰς τἀπινίκια τῶν πραγμάτων καὶ τοῦ πολέμου, ἃ Θηβαῖοι καὶ Φίλιππος ἔθυον, εἱστιᾶτʼ ἐλθὼν καὶ σπονδῶν μετεῖχε καὶ εὐχῶν, ἃς ἐπὶ τοῖς τῶν συμμάχων τῶν ὑμετέρων τείχεσι καὶ χώρᾳ καὶ ὅπλοις ἀπολωλόσιν5 ηὔχετʼ ἐκεῖνος, καὶ συνεστεφανοῦτο καὶ συνεπαιώνιζεν Φιλίππῳ καὶ φιλοτησίας προὔπινεν.

事情已然如此,而他到了那里之后所做的事还要恶劣得多。因为当你们在座的所有人以及其余雅典人都认为可怜的福基斯人所遭受的苦难如此可怕和悲惨,以致既不派遣议事会的宗教使节,也不派遣司法官前往参加皮托节,而是中止了祖传的观礼使团时,这个人却前往参加忒拜人和腓力为战事举行的胜利庆祝,赴宴并参与奠酒和祈祷——正是腓力在你们盟友被毁的城墙、土地和武器之上所作的祈祷——他还与腓力一同戴上花冠,一同高唱凯歌,并举杯敬祝友谊。

语法注5 条
  1. 122οὐκ ἂν ἔφην ἐλθεῖν

    间接引语中的 ἄν 搭配不定式 ἐλθεῖν,相当于直接引语中的 οὐκ ἂν ἔλθοιμι(带 ἄν 的愿望语气,表示委婉断定或坚决拒绝:“绝不前往”)。

  2. 123μὴ οὐ χρόνῳ καὶ πολιορκίᾳ

    双重否定词 μὴ οὐ 跟在具有否定意味的形容词 χαλεπαὶ λαβεῖν(“难以攻克”)之后,引出必要条件或例外:“若非耗费时日与进行围困,便难以攻克”。

  3. 126ἐπειδὴ δʼ ἀπωλώλεσαν... ἐπειδὴ ταῦτʼ ἦν... τηνικαῦθʼ... ᾤχετο πρεσβεύων

    贯穿第125至126节的长周期句。由时间从属连词引导的 ἐπειδὴ δʼ ἀπωλώλεσαν... 历经多个并列从属事件(καὶ τέλος εἶχε..., καὶ ὁ Δερκύλος..., καὶ ὑμεῖς... ἐψηφίζεσθε),在第126节开头以 ἐπειδὴ ταῦτʼ ἦν 概括性地复述承接,最终收束于由 τηνικαῦτα 引出的主句谓语 ᾤχετο πρεσβεύων(“就在那时……作为使节前往”)。

  4. 127ἀπηγγελκόθʼ

    完成时分词宾格单数阳性 ἀπηγγελκότα 的省音形式。与取决于 οὔθʼ ὅτι πάνδεινόν ἐστιν 的不定式 βαδίζειν 的逻辑主语(埃斯基涅斯)相一致,修饰其“明明曾报告过……却竟然前往”的矛盾行为。

  5. 128ἐπὶ τοῖς τῶν συμμάχων τῶν ὑμετέρων τείχεσι καὶ χώρᾳ καὶ ὅπλοις ἀπολωλόσιν

    介词 ἐπί 支配与格短语 τείχεσι καὶ χώρᾳ καὶ ὅπλοις ἀπολωλόσιν。既可以在空间意义上理解为“在盟友被毁的城墙、土地和武器之上”,也可以在因由/场景意义上理解为“在盟友被毁之际”。各语言译文对此意象保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:122-128