← 狄摩西尼

论使职不称职

§115-121

弹劾案中的表现与对第三次使团的指控

德摩斯梯尼指出,使节们在弹劾案中未声明自身清白,以及埃斯基涅斯对腓力极尽袒护,都证明其为了金钱而出卖城邦。他当面要求埃斯基涅斯回答质询,并引向有关第三次使团出使的最关键指控。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§115

ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος ἢ κακοδαίμων, ὥσθʼ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δʼ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δʼ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται;1 ἐγὼ μὲν οὐδένʼ οἶμαι. ἀλλὰ πάντα ταῦτʼ, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.

那么,世上难道真有如此愚蠢或如此不幸的人,宁愿让菲洛克拉特斯大获其利,而自己却背负恶名并甘冒奇险,在本来可以与那些毫无罪过的人一同接受审查的情况下,偏要与这些人作对,站到那个人的立场去接受审判?就我而言,我认为绝无这样的人。但是雅典人啊,如果你们正确审视,就会发现这一切都是这个人收受了金钱的巨大而昭彰的证据。

§116

ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δʼ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτʼ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δʼ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθʼ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθʼ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.

那么,请看最近发生的事吧,它丝毫不亚于任何其他能够证明这个人把自己出卖给腓力的证据。想必你们知道,不久前当绪珀赖得斯弹劾菲洛克拉特斯时,我走上台去,说我对这项弹劾有一点感到不满,那就是如果只有菲洛克拉特斯一人对如此之多、如此严重的罪行负有责任,而其他九位使节却毫无过错。我说事实并非如此;因为如果不是这些人中有几位与他并肩作战,那个人单凭自己绝不可能有那样的作为。

§117

ἵνʼ οὖν μήτʼ ἀφῶ μήτʼ αἰτιάσωμαι μηδένʼ, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμʼ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς ὁ βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδʼ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντʼ ἀφίημʼ ἔγωγʼ, ἔφην. ταῦτα μνημονεύεθʼ, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδʼ ἔδειξεν ἑαυτόν.

“因此,”我说,“为了让我既不放过任何人,也不冤枉任何人,而是让事情本身去查出有罪之人,洗清未曾参与之人,凡愿意的人都可以站起来走上前到你们面前,声明自己与菲洛克拉特斯所做的一切毫无干系,也不赞同那些行径。只要有人这样做,我本人就予以免除控告,”我说。我想你们一定记得这些话。然而,竟没有一个人走上前,也没有一个人站出来表明态度。

§118

καὶ τῶν μὲν ἄλλων ἔσθʼ ἑκάστῳ τις πρόφασις· ὁ μὲν οὐχ ὑπεύθυνος ἦν, ὁ δʼ οὐχὶ παρῆν ἴσως, τῷ δὲ κηδεστής ἐστιν ἐκεῖνος· τούτῳ δʼ οὐδὲν τούτων. ἀλλʼ οὕτω καθάπαξ πέπρακεν ἑαυτὸν καὶ οὐκ ἐπὶ τοῖς παρεληλυθόσιν μεμισθάρνηκεν μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα δῆλός ἐστιν, ἄν περ ἐκφύγῃ νῦν, καθʼ ὑμῶν ὑπάρξων ἐκείνῳ, ὥσθʼ ἵνα μηδὲν ἐναντίον μηδὲ ῥῆμα πρόηται Φιλίππῳ οὐδʼ ἀφιέντων ἀφίεται,2 ἀλλʼ ἀδοξεῖν, κρίνεσθαι, πάσχειν ὁτιοῦν αἱρεῖται παρʼ ὑμῖν μᾶλλον ἢ Φιλίππῳ τι ποιῆσαι μὴ πρὸς ἡδονήν.

至于其他人,每个人都还有某种借口:有的不受账目审查约束,有的或许当时不在场,还有的与他是姻亲;但对这个人来说,这些借口一个都不适用。相反,他把自己出卖得如此彻底,不仅为了过去的行为充当受雇之人,而且显然在今后只要这次侥幸脱罪,仍将为腓力效力来对抗你们,以至于为了不吐露哪怕半句违背腓力的话,即便众人要免除他的罪责,他也不肯接受免除,反而宁愿在你们面前背负恶名、接受审判、承受任何惩处,也不愿做出任何不合腓力心意的事。

§119

καίτοι τίς ἡ κοινωνία, τίς ἡ πολλὴ πρόνοιʼ ὑπὲρ Φιλοκράτους αὕτη; ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντʼ ἐπεπρεσβεύκει, χρήματα δʼ ὡμολόγει λαβεῖν ἐκ τῆς πρεσβείας, ὥσπερ ὡμολόγει, τοῦτό γʼ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε,3 καὶ διαμαρτύρεσθαι τὸ καθʼ αὑτόν. οὐ τοίνυν πεποίηκε τοῦτʼ Αἰσχίνης. ταῦτʼ οὐ φανέρʼ, ἄνδρες Ἀθηναῖοι; ταῦτʼ οὐχὶ βοᾷ καὶ λέγει ὅτι χρήματʼ εἴληφεν Αἰσχίνης καὶ πονηρός ἐστιν ἀργυρίου συνεχῶς, οὐ διʼ ἀβελτερίαν οὐδὲ διʼ ἄγνοιαν, οὐδʼ ἀποτυγχάνων;

然而,为了菲洛克拉特斯,究竟有什么样的同盟关系,又何须如此关照呢?即使那个人以最美好、最有利的方式完成了出使,但既然他承认从出使中收取了金钱,正如他确实承认的那样,那么对于一个廉洁自律、不领报酬出使的人来说,正应当避开并警惕这件事本身,公开表明自己的清白。可是埃斯基涅斯并没有这样做。雅典人啊,这难道不是昭然若揭吗?这难道不是在大声宣告埃斯基涅斯受了金钱,而且是为了银子一贯作恶,绝非由于愚蠢,非由于无知,亦非由于失手吗?

§120

καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν;. τὰ πράγματʼ, Αἰσχίνη, ἅπερ πιστότατʼ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστʼ εἰπεῖν οὐδʼ αἰτιάσασθαι ὡς ἢ πεπεισμένʼ ἢ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλʼ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτʼ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρʼ ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν γʼ οὐ φήσεις ἔχειν ὅ τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων,4 δῆλον ὅτι πάνδεινος εἶ τις.

他会说:“谁作证证明我收了贿赂呢?”就是那些事实本身,埃斯基涅斯,它们是万物中最可信赖的;既不能说也不能指责它们是受了诱导或为了讨好某人才呈现出这种样子的,相反,正如你出卖和败坏它们时所造成的那样,它们在审查中正是如此呈现出来的。除了事实之外,你自己此刻就在为你自己作证。站起来,到这里来回答我。因为你绝不会以缺乏经验为由说自己无话可说;既然你能够像编排戏剧一样追诉闻所未闻的诉讼,而且在没有证人的情况下,耗尽用计水器度量的整整一日赢得胜诉,显然你是一个极其厉害的人物。

§121

πολλῶν τοίνυν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων Αἰσχίνῃ τουτῳί, καὶ πολλὴν κακίαν ἐχόντων, ὡς καὶ ὑμῖν οἴομαι δοκεῖν, οὐδέν ἐστιν οὗ μέλλω λέγειν, ὡς ἐγὼ κρίνω, δεινότερον, οὐδʼ ὅ τι μᾶλλον ἐπʼ αὐτοφώρῳ δεδωροδοκηκότʼ αὐτὸν καὶ πεπρακότα πάντʼ ἐξελέγξει. ἐπειδὴ γὰρ ἀπεστέλλετʼ αὖθις αὖ τὸ τρίτον τοὺς πρέσβεις ὡς τὸν Φίλιππον, ἐπὶ ταῖς καλαῖς καὶ μεγάλαις ἐλπίσι ταύταις αἷς οὗτος ὑπέσχητο, ἐχειροτονήσατε καὶ τοῦτον κἀμὲ καὶ τῶν ἄλλων τοὺς πλείστους τοὺς αὐτούς.

那么,虽然这个埃斯基涅斯所做下的勾当多而可怕,且包藏着极大的恶毒,正如我想你们大家也赞同的那样,但在我看来,没有任何事情比我接下来要说的事更为恶劣,也没有任何事情能比它更确凿地当场揭露他受贿并出卖了一切。因为,当你们因这个人所承诺的那些美妙而宏大的希望,而第三次再次派遣使节前往腓力那里时,你们不仅选派了他和我,而且选派了其他大多数的原班人马。

语法注4 条
  1. 115ὥσθʼ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δʼ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δʼ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται

    这是一个复杂的结果状语从句结构:与句首 οὕτω 相呼应的 ὥστε ... βούλεται(陈述语气)构成了主干,其间嵌套了目的从句(ἵνα λαμβάνῃ ... κινδυνεύῃ)和宾格绝对结构(ἐξὸν αὐτῷ),随后的两个不定式短语(πολεμεῖν ... κρίνεσθαι)均作 βούλεται 的补足语。

  2. 118οὐδʼ ἀφιέντων ἀφίεται

    ἀφιέντων 为省略逻辑主语(众人/民众)的属格绝对结构,意为“尽管人们愿意予以宽免”;而谓语动词 ἀφίεται 为中间态,带有“使自己免除责任/接受释放”的被动或反身含义。

  3. 119ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντʼ ἐπεπρεσβεύκει... τοῦτό γʼ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε

    由关系代词 ὃς(先行词为菲洛克拉特斯)引导的过去与事实相反的虚拟条件句。条件从句使用过去完成时 ἐπεπρεσβεύκει,结论从句则由不带 ἄν 的无人称过去时 προσῆκε 构成,表示过去未履行的义务(“本应当……”)。

  4. 120πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων

    αἱρεῖς διώκων 为法庭诉讼术语,意为“通过追诉获得定罪胜诉”。πρὸς διαμεμετρημένην τὴν ἡμέραν 指通过水钟(漏壶)严格度量发言时间的整日法庭审理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:115-121