- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:94-100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼列举雅典历史上不计前嫌、援救陷入危难的希腊城邦(如哈利亚托斯、科林斯、斯巴达及优卑亚等役)的先例,论证自身外交政策的正当性与为城邦赢得的荣誉。
ὑμεῖς δʼ, οἱ καὶ μεμψάμενοι πολλὰ καὶ δίκαιʼ ἂν ἐκείνοις εἰκότως1 περὶ ὧν ἠγνωμονήκεσαν εἰς ὑμᾶς ἐν τοῖς ἔμπροσθεν χρόνοις, οὐ μόνον οὐ μνησικακοῦντες οὐδὲ προϊέμενοι τοὺς ἀδικουμένους ἀλλὰ καὶ σῴζοντες ἐφαίνεσθε, ἐξ ὧν δόξαν, εὔνοιαν παρὰ πάντων ἐκτᾶσθε. καὶ μὴν ὅτι μὲν πολλοὺς ἐστεφανώκατʼ ἤδη τῶν πολιτευομένων ἅπαντες ἴσασι· διʼ ὅντινα δʼ ἄλλον ἡ πόλις ἐστεφάνωται, σύμβουλον λέγω καὶ ῥήτορα, πλὴν διʼ ἐμέ, οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι.
反观你们,对于他们往昔对你们的不义行径,本可以理直气壮地对他们提出诸多正当的谴责,却表现得不仅不记前仇,不弃绝受害者,反而拯救了他们;由此你们从所有人那里赢得了赞誉与好意。此外,你们已经为许多从政者授予了冠冕,这是众所周知的;但是除我之外,城邦还因哪一位谋士或演说家而获得过冠冕,恐怕没有一个人能说得出来。
ἵνα τοίνυν καὶ τὰς βλασφημίας ἃς κατὰ τῶν Εὐβοέων καὶ τῶν Βυζαντίων ἐποιήσατο, εἴ τι δυσχερὲς αὐτοῖς ἐπέπρακτο πρὸς ὑμᾶς ὑπομιμνῄσκων, συκοφαντίας οὔσας ἐπιδείξω μὴ μόνον τῷ ψευδεῖς εἶναι (τοῦτο μὲν γὰρ ὑπάρχειν ὑμᾶς εἰδότας ἡγοῦμαι), ἀλλὰ καὶ τῷ, εἰ τὰ μάλιστʼ ἦσαν ἀληθεῖς, οὕτως ὡς ἐγὼ κέχρημαι τοῖς πράγμασι συμφέρειν χρήσασθαι,2 ἓν ἢ δύο βούλομαι τῶν καθʼ ὑμᾶς πεπραγμένων καλῶν τῇ πόλει διεξελθεῖν, καὶ ταῦτʼ ἐν βραχέσι· καὶ γὰρ ἄνδρʼ ἰδίᾳ καὶ πόλιν κοινῇ πρὸς τὰ κάλλιστα τῶν ὑπαρχόντων ἀεὶ δεῖ πειρᾶσθαι τὰ λοιπὰ πράττειν.
因此,为了证明他对优卑亚人和拜占庭人的种种诋毁——借着提醒你们注意他们对你们所做过的任何不快之事——纯属诬陷,这不仅在于其言辞虚妄(这一点我认为你们本已明知),而且还在于,即便那些话属实至极,按照我处置国事的方式去处置也完全是有益的,我想简略地回顾一两件在你们时代由城邦所成就的高尚功绩;因为无论个人在私下,还是城邦在公事上,都应始终努力以既有的最美好功业为准则去从事其余的事情。
ὑμεῖς τοίνυν, ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν, Μέγαρα, Αἴγιναν, Κέω, τὰς ἄλλας νήσους, οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης, ἐξήλθετʼ εἰς Ἁλίαρτον καὶ πάλιν οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Κόρινθον, τῶν τότʼ Ἀθηναίων πόλλʼ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις τῶν περὶ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων· ἀλλʼ οὐκ ἐποίουν τοῦτο, οὐδʼ ἐγγύς.
雅典的男人们,当拉栖代梦人称霸陆地与海洋,以总督和驻军控制着阿提卡周边地区——优卑亚、塔纳格拉、整个玻俄提亚、墨伽拉、埃癸那、凯奥斯以及其他岛屿——而城邦当时既无战船亦无城墙之时,你们却出兵哈利亚托斯,几天之后又再次出兵科林斯;尽管当时的雅典人本有充分的理由对科林斯人和底比斯人在德凯莱亚战争期间的所作所为记恨在心;然而他们并没有这样做,甚至毫无此意。
καίτοι τότε ταῦτʼ ἀμφότερʼ, Αἰσχίνη, οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτʼ ἀκίνδυνʼ ἑώρων. ἀλλʼ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐφʼ ἑαυτούς, ἀλλʼ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς αὑτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι. πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ· δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δʼ ἃν ὁ θεὸς διδῷ γενναίως.
可是埃斯基涅斯啊,在当时的那两次行动中,他们既不是为恩人而战,也不是未预见危险。但他们并未因此弃绝前来投奔自己的人,而是为了美名与荣誉甘愿投身于险境,做出了正确而高尚的决断。因为死对于所有人都是生命的终点,哪怕一个人把自己关在小屋里严加防范也是如此;但有德之士应当始终怀抱美好的希望去着手一切高尚的事业,并高贵地承受神所降下的一切。
ταῦτʼ ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθʼ ὑμεῖς οἱ πρεσβύτεροι, οἳ Λακεδαιμονίους οὐ φίλους ὄντας οὐδʼ εὐεργέτας, ἀλλὰ πολλὰ τὴν πόλιν ἡμῶν ἠδικηκότας καὶ μεγάλα, ἐπειδὴ Θηβαῖοι κρατήσαντες ἐν Λεύκτροις ἀνελεῖν ἐπεχείρουν, διεκωλύσατε, οὐ φοβηθέντες τὴν τότε Θηβαίοις ῥώμην καὶ δόξαν ὑπάρχουσαν, οὐδʼ ὑπὲρ οἷα πεποιηκότων ἀνθρώπων κινδυνεύσετε διαλογισάμενοι.3
你们的先祖正是如此行事的,你们这些年长者也是如此:当底比斯人在留克特拉获胜并企图毁灭拉栖代梦人时,拉栖代梦人既非你们的朋友亦非恩人,反而对我们城邦犯下过诸多滔天罪行,你们却出面阻止了这一企图;你们既未畏惧底比斯人当时所拥有的力量与威名,也未权衡自己究竟是在为犯下何等罪行的人去冒生命危险。
καὶ γάρ τοι πᾶσι τοῖς Ἕλλησιν ἐδείξατʼ ἐκ τούτων ὅτι, κἂν ὁτιοῦν τις εἰς ὑμᾶς ἐξαμάρτῃ, τούτων τὴν ὀργὴν εἰς τἄλλʼ ἔχετε, ἐὰν δʼ ὑπὲρ σωτηρίας ἢ ἐλευθερίας κίνδυνός τις αὐτοὺς καταλαμβάνῃ, οὔτε μνησικακήσετʼ οὔθʼ ὑπολογιεῖσθε. καὶ οὐκ ἐπὶ τούτων μόνον οὕτως ἐσχήκατε, ἀλλὰ πάλιν σφετεριζομένων Θηβαίων τὴν Εὔβοιαν οὐ περιείδετε, οὐδʼ ὧν ὑπὸ Θεμίσωνος καὶ Θεοδώρου περὶ Ὠρωπὸν ἠδίκησθʼ ἀνεμνήσθητε, ἀλλʼ ἐβοηθήσατε καὶ τούτοις, τῶν ἐθελοντῶν τότε τριηράρχων πρῶτον γενομένων τῇ πόλει, ὧν εἷς ἦν ἐγώ.
诚然,你们通过这些作为向全希腊人表明:无论何人对你们犯下何种过错,你们对这些事情的愤怒只保留在其他场合;但若有任何关乎存亡或自由的危险临到他们头上,你们既不记恨,也不计较利害。你们不仅在他们身上采取这种态度,而且当底比斯人再次图谋吞并优卑亚时,你们也没有袖手旁观,亦未提起塞米松和狄奥多罗斯在奥罗波斯一事上对你们造成的侵害,而是同样增援了他们;当时城邦首次出现了自愿担任三列桨战舰舰长者,我便是其中之一。
ἀλλʼ οὔπω περὶ τούτων. καὶ καλὸν μὲν ἐποιήσατε καὶ τὸ σῶσαι τὴν νῆσον, πολλῷ δʼ ἔτι τούτου κάλλιον τὸ καταστάντες κύριοι καὶ τῶν σωμάτων καὶ τῶν πόλεων ἀποδοῦναι ταῦτα δικαίως αὐτοῖς τοῖς ἐξημαρτηκόσιν εἰς ὑμᾶς, μηδὲν ὧν ἠδίκησθε ἐν οἷς ἐπιστεύθητε ὑπολογισάμενοι.4 μυρία τοίνυν ἕτερʼ εἰπεῖν ἔχων παραλείπω, ναυμαχίας, ἐξόδους καὶ πάλαι γεγονυίας καὶ νῦν ἐφʼ ἡμῶν αὐτῶν, ἃς ἁπάσας ἡ πόλις τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας καὶ σωτηρίας πεποίηται.
不过,现在还不到谈论这些事情的时候。虽然拯救该岛是你们的一项高尚作为,但远比这更高尚的是:在掌控了他们的人民和城邦之后,你们却将这些公正地归还给了那些曾对你们犯罪的人,在受托的权力之中丝毫不计较自己曾遭受的侵害。因此,尽管我还能列举出无数其他事例——无论是往昔发生的还是如今在我们这代人亲历的海战与出征,这一切全都是城邦为了其他希腊人的自由与安全而进行的——但我且略过不提。
- 94οἱ καὶ μεμψάμενοι πολλὰ καὶ δίκαιʼ ἂν ἐκείνοις εἰκότως
分词 μεμψάμενοι 与 ἄν 连用,相当于过去时潜势或非真实条件句的谓语(等同于 ἐμέμψασθε ἄν),表示“本可以理直气壮地谴责他们”。该分词结构与主要动词 ἐφαίνεσθε 形成对比,突出了雅典人虽有正当理由记怨却宽宏大量未加计较的姿态。
- 95μὴ μόνον τῷ ψευδεῖς εἶναι... ἀλλὰ καὶ τῷ... συμφέρειν χρήσασθαι
带冠词的不定词与格(τῷ ψευδεῖς εἶναι 与 τῷ... συμφέρειν)通过 μὴ μόνον... ἀλλὰ καί 并列,表示原因或论证手段(“不仅因为是虚假的……而且因为这样处置是有利的”)。后一分句中嵌入了让步条件从句 εἰ τὰ μάλιστʼ ἦσαν ἀληθεῖς。
- 98οὐδʼ ὑπὲρ οἷα πεποιηκότων ἀνθρώπων κινδυνεύσετε διαλογισάμενοι
间接疑问代词 οἷα(中性复数宾格)作修饰 ἀνθρώπων 的分词 πεποιηκότων 的宾语,构成紧缩的间接疑问从句,相当于 διαλογισάμενοι οἷα πεποιήκασιν οἱ ἄνθρωποι ὑπὲρ ὧν κινδυνεύσετε(“权衡自己是在为犯下何种行径的人冒险”)。分词 διαλογισάμενοι 与否定词 οὐδέ 一同修饰主动词 διεκωλύσατε,表示伴随状况。
- 100μηδὲν ὧν ἠδίκησθε ἐν οἷς ἐπιστεύθητε ὑπολογισάμενοι
ὧν ἠδίκησθε 中的关系代词受先行词影响被吸引为属格(源自 τούτων ἃ ἠδίκησθε)。随后的 ἐν οἷς ἐπιστεύθητε 使用了动词 πιστεύω 的被动态(主动语态接与格,被动表示“受信任/被托付”),意为“在你们受托的事情上/在所托付的职权范围内”。
