- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:88-93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼阐述了自己在解救拜占庭和切尔索尼斯过程中的领导功勋,吩咐宣读上述城邦授予雅典的表彰决议,并总结指出其政策不仅为城邦带来了实际福祉与无上荣耀,亦彻底揭露了腓力的背信弃义。
τούτων δὲ γιγνομένων ὅ τι μὲν προσῆκε ποιεῖν ὑμᾶς, οὐκ ἐπερωτήσω· δῆλον γάρ ἐστιν ἅπασιν. ἀλλὰ τίς ἦν ὁ βοηθήσας τοῖς Βυζαντίοις καὶ σώσας αὐτούς; τίς ὁ κωλύσας τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι κατʼ ἐκείνους τοὺς χρόνους; ὑμεῖς, ἄνδρες Ἀθηναῖοι. τὸ δʼ ὑμεῖς ὅταν λέγω, τὴν πόλιν λέγω. τίς δʼ ὁ τῇ πόλει λέγων καὶ γράφων καὶ πράττων καὶ ἁπλῶς ἑαυτὸν εἰς τὰ πράγματʼ ἀφειδῶς δούς; ἐγώ.
在这些事情发生之际,你们应当做些什么,我就不必再问了;因为这对所有人都是显而易见的。然而,是谁援助了拜占庭人并拯救了他们?是谁在当时阻止了赫勒斯滂落入敌手?是你们,雅典的男人们。而当我说“你们”时,我指的就是城邦。那么,是谁为城邦进言、起草决议、付诸行动,全然毫无保留地投身于国事?是我。
ἀλλὰ μὴν ἡλίκα ταῦτʼ ὠφέλησεν ἅπαντας, οὐκέτʼ ἐκ τοῦ λόγου δεῖ μαθεῖν, ἀλλʼ ἔργῳ πεπείρασθε· ὁ γὰρ τότʼ ἐνστὰς πόλεμος ἄνευ τοῦ καλὴν δόξαν ἐνεγκεῖν1 ἐν πᾶσι τοῖς κατὰ τὸν βίον ἀφθονωτέροις καὶ εὐωνοτέροις διῆγεν ὑμᾶς τῆς νῦν εἰρήνης,2 ἣν οὗτοι κατὰ τῆς πατρίδος τηροῦσιν οἱ χρηστοί, ἐπὶ ταῖς μελλούσαις ἐλπίσιν, ὧν διαμάρτοιεν, καὶ μετάσχοιεν ὧν ὑμεῖς3 οἱ τὰ βέλτιστα βουλόμενοι τοὺς θεοὺς αἰτεῖτε, μὴ μεταδοῖεν ὑμῖν ὧν αὐτοὶ προῄρηνται. λέγε δʼ αὐτοῖς καὶ τοὺς τῶν Βυζαντίων στεφάνους καὶ τοὺς τῶν Περινθίων, οἷς ἐστεφάνουν ἐκ τούτων τὴν πόλιν. ΨΗΦΙΣΜΑ ΒΥΖΑΝΤΙΩΝ. "ἐπὶ ἱερομνάμονος Βοσπορίχω Δαμάγητος ἐν τᾷ ἁλίᾳ ἔλεξεν, ἐκ τᾶς βωλᾶς λαβὼν ῥήτραν· ἐπειδὴ ὁ δᾶμος ὁ Ἀθαναίων ἔν τε τοῖς προγενομένοις καιροῖς εὐνοέων διατελεῖ Βυζαντίοις καὶ τοῖς συμμάχοις καὶ συγγενέσι Περινθίοις καὶ πολλὰς καὶ μεγάλας χρείας παρέσχηται, ἔν τε τῷ παρεστακότι καιρῷ Φιλίππω τῶ Μακεδόνος ἐπιστρατεύσαντος ἐπὶ τὰν χώραν καὶ τὰν πόλιν ἐπʼ ἀναστάσει Βυζαντίων καὶ Περινθίων καὶ τὰν χώραν δαίοντος καὶ δενδροκοπέοντος, βοαθήσας πλοίοις ἑκατὸν καὶ εἴκοσι καὶ σίτῳ καὶ βέλεσι καὶ ὁπλίταις ἐξείλετο ἁμὲ ἐκ τῶν μεγάλων κινδύνων καὶ ἀποκατέστασε τὰν πάτριον πολιτείαν καὶ τὼς νόμως καὶ τὼς τάφως, " "δεδόχθαι τῷ δάμῳ τῷ Βυζαντίων καὶ Περινθίων Ἀθαναίοις δόμεν ἐπιγαμίαν, πολιτείαν, ἔγκτασιν γᾶς καὶ οἰκιᾶν, προεδρίαν ἐν τοῖς ἀγῶσι, πόθοδον ποτὶ τὰν βωλὰν καὶ τὸν δᾶμον πράτοις πεδὰ τὰ ἱερά, καὶ τοῖς κατοικεῖν ἐθέλουσι τὰν πόλιν ἀλειτουργήτοις ἦμεν πασᾶν τᾶν λειτουργιᾶν· στᾶσαι δὲ καὶ εἰκόνας τρεῖς ἑκκαιδεκαπάχεις ἐν τῷ Βοσπορείῳ, στεφανούμενον τὸν δᾶμον τὸν Ἀθαναίων ὑπὸ τῶ δάμω τῶ Βυζαντίων καὶ Περινθίων· ἀποστεῖλαι δὲ καὶ θεαρίας ἐς τὰς ἐν τᾷ Ἑλλάδι παναγύριας, Ἴσθμια καὶ Νέμεα καὶ Ὀλύμπια καὶ Πύθια, καὶ ἀνακαρῦξαι τὼς στεφάνως οἷς ἐστεφάνωται ὁ δᾶμος ὁ Ἀθαναίων ὑφʼ ἁμέων, ὅπως ἐπιστέωνται οἱ Ἕλλανες τάν τε Ἀθαναίων ἀρετὰν καὶ τὰν Βυζαντίων καὶ Περινθίων εὐχαριστίαν."
况且,这些行动在多大程度上使所有人获益,你们已无需从言语中了解,而是通过实际行动亲身体验过了。因为当时爆发的战争,且不说带来了美好的声誉,单就在日常生活的一切必需品上,比起眼下的和平——这些好人为了自己未来的期望,损害祖国而竭力维系这一和平,愿他们对这些期望全盘落空,愿他们分享你们这些谋求最善者向神明所祈求的,而不要把他们自己所选择的分给你们!——使你们生活在更充裕、更低廉的物价之中。请为他们朗读拜占庭人和佩林托斯人因这些功绩而授予城邦的冠冕决议。 拜占庭人的决议案“在博斯波里科斯担任圣使官之年,达马格托斯在获得议事会的预备议案后,在公民大会上发言:鉴于雅典民众在以往的时日里一贯对拜占庭人及其盟友兼血亲佩林托斯人怀有善意,并提供了许多重大帮助;在当前危急关头,马其顿的腓力进犯疆土与城邦,企图毁灭拜占庭人与佩林托斯人,焚毁乡土、砍伐树木,雅典民众出动了一百二十艘战船、粮食、投射武器与重装步兵予以增援,将我们从巨大危险中解救出来,恢复了我们祖传的政制、法律与墓地;拜占庭人与佩林托斯人民众决定:授予雅典人通婚权、公民权、土地与房屋的保有权、竞技会上的前排就座权,以及在祭祀后最先晋见议事会与民众大会的特权;对愿在此城定居者免除一切公职负担;并在博斯波里翁建立三尊高十六肘的雕像,展现雅典民众接受拜占庭人与佩林托斯人民众授予冠冕的景象;并向在希腊举办的各大节庆——地峡运动会、尼米亚运动会、奥林匹克运动会与皮托运动会——派遣使团,宣布雅典民众所获由我们授予的冠冕,以便希腊人知晓雅典人的美德以及拜占庭人与佩林托斯人的感激之情。”
λέγε καὶ τοὺς παρὰ τῶν ἐν Χερρονήσῳ στεφάνους. ΨΗΦΙΣΜΑ ΧΕΡΡΟΝΗΣΙΤΩΝ. "Χερρονησιτῶν οἱ κατοικοῦντες Σηστόν, Ἐλαιοῦντα, Μάδυτον, Ἀλωπεκόννησον, στεφανοῦσιν Ἀθηναίων τὴν βουλὴν καὶ τὸν δῆμον χρυσῷ στεφάνῳ ἀπὸ ταλάντων ἑξήκοντα, καὶ Χάριτος βωμὸν ἱδρύονται καὶ Δήμου Ἀθηναίων, ὅτι πάντων τῶν μεγίστων ἀγαθῶν παραίτιος γέγονε Χερρονησίταις, ἐξελόμενος ἐκ τῆς Φιλίππου καὶ ἀποδοὺς τὰς πατρίδας, τοὺς νόμους, τὴν ἐλευθερίαν, τὰ ἱερά. καὶ ἐν τῷ μετὰ ταῦτα αἰῶνι παντὶ οὐκ ἐλλείψει εὐχαριστῶν καὶ ποιῶν ὅ τι ἂν δύνηται ἀγαθόν. ταῦτα ἐψηφίσαντο ἐν τῷ κοινῷ βουλευτηρίῳ."
请再朗读来自切尔索尼斯居民的冠冕决议。 切尔索尼斯人的决议案“居住在塞斯托斯、埃莱乌斯、马杜托斯与阿洛佩孔内索斯的切尔索尼斯人,以价值六十塔兰同的金冠授予雅典议事会与民众,并为恩典与雅典民众建立祭坛,因为雅典人是切尔索尼斯人获得一切最伟大福祉的原因,将他们从腓力手中解救出来,归还了他们的故土、法律、自由与圣所。在今后的一切岁月里,〔切尔索尼斯人〕将绝不懈怠于表示感恩并尽其所能行善。以上事项系于共同议事厅中决议通过。”
οὐκοῦν οὐ μόνον τὸ Χερρόνησον καὶ Βυζάντιον σῶσαι, οὐδὲ τὸ κωλῦσαι τὸν Ἑλλήσποντον ὑπὸ Φιλίππῳ γενέσθαι τότε, οὐδὲ τὸ τιμᾶσθαι τὴν πόλιν ἐκ τούτων ἡ προαίρεσις ἡ ἐμὴ καὶ ἡ πολιτεία διεπράξατο,4 ἀλλὰ καὶ πᾶσιν ἔδειξεν ἀνθρώποις τήν τε τῆς πόλεως καλοκαγαθίαν καὶ τὴν Φιλίππου κακίαν. ὁ μὲν γὰρ σύμμαχος ὢν τοῖς Βυζαντίοις πολιορκῶν αὐτοὺς ἑωρᾶθʼ ὑπὸ πάντων, οὗ τί γένοιτʼ ἂν αἴσχιον ἢ μιαρώτερον;
因此,我的政治方针与治国施政不仅拯救了切尔索尼斯和拜占庭,不仅阻止了赫勒斯滂在当时落入腓力之手,不仅使城邦由此获得殊荣,更向全人类展现了城邦的高尚与腓力的奸恶。因为他身为拜占庭人的盟友,却被所有人目睹其围攻他们;还有什么能比这更可耻、更令人发指的呢?
- 89ἄνευ τοῦ καλὴν δόξαν ἐνεγκεῖν
介词 ἄνευ 搭配中性单数属格的定冠词不定式(τοῦ... ἐνεγκεῖν)。此处并非表示通常的否定剥夺意义(“没有/缺乏”),而是表示“除……之外尚且”、“且不说带来美好的名声”(相当于拉丁语 praeter),与后面的比较级并列,强调战争不仅带来了荣誉,还在物质生活层面带来了丰足与实惠。
- 89τῆς νῦν εἰρήνης
比较属格,在句法上受修饰介词短语宾语(与格)的两个比较级形容词 ἀφθονωτέροις 与 εὐωνοτέροις 支配,构成“在日常生活的一切必需品上,比在如今的和平之中更为充裕和低廉”的比较句式。
- 89ὧν διαμάρτοιεν, καὶ μετάσχοιεν ὧν ὑμεῖς
由希求法动词(διαμάρτοιεν, μετάσχοιεν, μεταδοῖεν)表示的祈愿语气(optativus cupitivus)。第一个关系代词 ὧν 指代先行词 ἐλπίσιν,作 διαμαρτάνω 的属格宾语(“愿他们落空这些期望”);第二个 ὧν 则因动词 μετάσχοιεν 要求属格而发生了关系词吸引(先行词省略,原为 αἰτεῖτε 的宾格)。
- 93οὐ μόνον τὸ Χερρόνησον καὶ Βυζάντιον σῶσαι... διεπράξατο
全句主语为后置的名词短语 ἡ προαίρεσις ἡ ἐμὴ καὶ ἡ πολιτεία(“我的抉择与治国施政”),主谓动词 διεπράξατο(“完成/实现”)支配着由定冠词不定式构成的几个并列宾语(τὸ... σῶσαι, τὸ κωλῦσαι, τὸ τιμᾶσθαι)。此结构与下文的 ἀλλὰ καὶ πᾶσιν ἔδειξεν... 呼应,形成了大幅度的倒装和跨距(hyperbaton)。
