- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:101-106
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼立足于雅典的历史先例为自身外交政策辩护,随后转向阐述其通过三段帆船法改革遏制富人逃避负担并保护贫民的功绩,并呈上证明自己在非法提案诉讼中获胜的法令和新旧名册。
εἶτʼ ἐγὼ τεθεωρηκὼς ἐν τοσούτοις καὶ τοιούτοις τὴν πόλιν ὑπὲρ τῶν τοῖς ἄλλοις συμφερόντων ἐθέλουσαν ἀγωνίζεσθαι, ὑπὲρ αὐτῆς τρόπον τινὰ τῆς βουλῆς οὔσης1 τί ἔμελλον κελεύσειν ἢ τί συμβουλεύσειν αὐτῇ ποιεῖν; μνησικακεῖν νὴ Δία πρὸς τοὺς βουλομένους σῴζεσθαι, καὶ προφάσεις ζητεῖν διʼ ἃς ἅπαντα προησόμεθα. καὶ τίς οὐκ ἂν ἀπέκτεινέν με δικαίως, εἴ τι τῶν ὑπαρχόντων τῇ πόλει καλῶν λόγῳ μόνον καταισχύνειν ἐπεχείρησα; ἐπεὶ τό γʼ ἔργον οὐκ ἂν ἐποιήσαθʼ ὑμεῖς, ἀκριβῶς οἶδʼ ἐγώ· εἰ γὰρ ἐβούλεσθε, τί ἦν ἐμποδών; οὐκ ἐξῆν; οὐχ ὑπῆρχον οἱ ταῦτʼ ἐροῦντες οὗτοι;
既然如此,目睹了城邦在如此众多且重大的关头甘愿为了他人的利益而奋战,当所审议的问题在某种意义上正关乎城邦自身时,我究竟该命令她做什么,又该建议她做什么呢?对宙斯发誓,难道该向那些希望获救的人记恨,并寻找借口让我们弃绝一切吗?如果我哪怕仅仅在言辞上企图玷污城邦既有的任何光荣传统,又有谁不会正当地处死我呢?因为实际行动本身,你们是绝不会去做的,这一点我深知;因为如果你们想要做,又有什么能阻拦呢?难道是不被准许吗?难道没有眼前的这班人准备说出这等话来吗?
βούλομαι τοίνυν ἐπανελθεῖν ἐφʼ ἃ τούτων ἑξῆς ἐπολιτευόμην· καὶ σκοπεῖτʼ ἐν τούτοις πάλιν αὖ, τί τὸ τῇ πόλει βέλτιστον ἦν. ὁρῶν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τοὺς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γιγνομένους, τοὺς δὲ μέτριʼ ἢ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντʼ ἀπολλύοντας, ἔτι δʼ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν, ἔθηκα νόμον καθʼ ὃν τοὺς μὲν τὰ δίκαια ποιεῖν ἠνάγκασα, τοὺς πλουσίους, τοὺς δὲ πένητας ἔπαυσʼ ἀδικουμένους, τῇ πόλει δʼ ὅπερ ἦν χρησιμώτατον, ἐν καιρῷ γίγνεσθαι τὰς παρασκευὰς ἐποίησα.
因此,我想回到继这些之后我所推行的政务;请你们在这些事上再次审视,究竟什么才是对城邦最有利的。雅典的男人们,我看到你们的海军正在瓦解,富人们以微小的开销逃脱了负担,而那些拥有中等或微薄资产的公民们却在丧失自己的所有,进而城邦因此而屡屡贻误战机,于是我制定了一项法律:依此我一方面迫使富人履行正当的义务,另一方面制止穷人遭受不公,并且做成了对城邦最为有益之事——使战备得以合乎时宜地完成。
καὶ γραφεὶς τὸν ἀγῶνα τοῦτον εἰς ὑμᾶς εἰσῆλθον καὶ ἀπέφυγον, καὶ τὸ μέρος τῶν ψήφων ὁ διώκων οὐκ ἔλαβεν. καίτοι πόσα χρήματα τοὺς ἡγεμόνας τῶν συμμοριῶν ἢ τοὺς δευτέρους καὶ τρίτους οἴεσθέ μοι διδόναι, ὥστε μάλιστα μὲν μὴ θεῖναι τὸν νόμον τοῦτον, εἰ δὲ μή, καταβάλλοντʼ ἐᾶν ἐν ὑπωμοσίᾳ;2 τοσαῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσʼ ὀκνήσαιμʼ ἂν πρὸς ὑμᾶς εἰπεῖν.
而在因此案被控非法提案之后,我来到你们法庭受审并被判无罪,控告者连法定的得票比例都未能获得。然而,你们以为那些分会领袖或居于第二、第三顺位的富豪们曾出多少金钱给我,条件是最好不要提出这项法律,若不然,也应在发誓延期后将其搁置放弃?雅典的男人们,那笔巨款甚至令我向你们启齿都感到犹豫!
καὶ ταῦτʼ εἰκότως ἔπραττον ἐκεῖνοι. ἦν γὰρ αὐτοῖς ἐκ μὲν τῶν προτέρων νόμων συνεκκαίδεκα λῃτουργεῖν, αὐτοῖς μὲν μικρὰ καὶ οὐδὲν ἀναλίσκουσι, τοὺς δʼ ἀπόρους τῶν πολιτῶν ἐπιτρίβουσιν, ἐκ δὲ τοῦ ἐμοῦ νόμου τὸ γιγνόμενον κατὰ τὴν οὐσίαν ἕκαστον τιθέναι,3 καὶ δυοῖν ἐφάνη τριήραρχος ὁ τῆς μιᾶς ἕκτος καὶ δέκατος πρότερον συντελής· οὐδὲ γὰρ τριηράρχους ἔτʼ ὠνόμαζον ἑαυτούς, ἀλλὰ συντελεῖς. ὥστε δὴ ταῦτα λυθῆναι καὶ μὴ τὰ δίκαια ποιεῖν ἀναγκασθῆναι, οὐκ ἔσθʼ ὅ τι οὐκ ἐδίδοσαν.
而他们做出这等事也是顺理成章的。因为依照先前的诸项法律,他们可以十六人合伙负担一项劳役,自己花费极少甚至毫无开销,却在压榨贫困的公民;而依照我的法律,每个人都要按其实际财产缴纳应尽的份额,以前单艘战船的第十六位合伙出资人,如今却显现为两艘三层桨战船的出资长——因为他们甚至不再自称为出资长,而只自称合伙出资人。为了能解除这些负担而不被强迫行公义之事,他们几乎没有什么是舍不得拿出来的。
καί μοι λέγε πρῶτον μὲν τὸ ψήφισμα καθʼ ὃ εἰσῆλθον τὴν γραφήν, εἶτα τοὺς καταλόγους, τόν τʼ ἐκ τοῦ προτέρου νόμου καὶ τὸν κατὰ τὸν ἐμόν. λέγε. ΨΗΦΙΣΜΑ. "ἐπὶ ἄρχοντος Πολυκλέους, μηνὸς βοηδρομιῶνος ἕκτῃ ἐπὶ δέκα, φυλῆς πρυτανευούσης Ἱπποθωντίδος, Δημοσθένης Δημοσθένους Παιανιεὺς εἰσήνεγκε νόμον τριηραρχικὸν ἀντὶ τοῦ πρότερον, καθʼ ὃν αἱ συντέλειαι ἦσαν τῶν τριηράρχων· καὶ ἐπεχειροτόνησεν ἡ βουλὴ καὶ ὁ δῆμος· καὶ ἀπήνεγκε παρανόμων Δημοσθένει Πατροκλῆς Φλυεύς, καὶ τὸ μέρος τῶν ψήφων οὐ λαβὼν ἀπέτεισε τὰς πεντακοσίας δραχμάς."
请先为我宣读根据其内容使我面临非法诉讼的法令,然后宣读两份名册——依原法制定的名册与依我的法律制定的名册。请宣读。 法令: “在波吕克勒斯担任执政官之年,波厄德罗弥昂月十六日,希波同提斯部落值轮班主席之职,帕埃阿尼亚的德摩斯梯尼之子德摩斯梯尼提出了一项三段帆船法以取代先前的法律,原法是关于三段帆船出资长的合伙出资体制的;议事会和公民大会表决通过了该提案;弗吕亚的帕特罗克勒斯以非法提案罪控告德摩斯梯尼,但由于未能获得法定份额的选票,被罚款五百德拉克马。”
φέρε δὴ καὶ τὸν καλὸν κατάλογον. ΚΑΤΑΛΟΓΟΣ. "Τοὺς τριηράρχους καλεῖσθαι ἐπὶ τὴν τριήρη συνεκκαίδεκα ἐκ τῶν ἐν τοῖς λόχοις συντελειῶν, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν εἰς τετταράκοντα, ἐπὶ ἴσον τῇ χορηγίᾳ χρωμένους." Φέρε δὴ παρὰ τοῦτον τὸν ἐκ τοῦ ἐμοῦ νόμου κατάλογον. ΚΑΤΑΛΟΓΟΣ. "Τοὺς τριηράρχους αἱρεῖσθαι ἐπὶ τὴν τριήρη ἀπὸ τῆς οὐσίας κατὰ τίμησιν, ἀπὸ ταλάντων δέκα· ἐὰν δὲ πλειόνων ἡ οὐσία ἀποτετιμημένη ᾖ χρημάτων, κατὰ τὸν ἀναλογισμὸν ἕως τριῶν πλοίων καὶ ὑπηρετικοῦ ἡ λειτουργία ἔστω. κατὰ τὴν αὐτὴν δὲ ἀναλογίαν ἔστω καὶ οἷς ἐλάττων οὐσία ἐστὶ τῶν δέκα ταλάντων, εἰς συντέλειαν συναγομένοις εἰς τὰ δέκα τάλαντα."
请把那份漂亮的名册也拿出来。 名册: “三段帆船出资长应从各编制内的合伙出资组中,十六人一组为一艘三段帆船应征,年龄自二十五岁至四十岁,均摊负担。” 请将我法律下的名册拿来与此对比。 名册: “三段帆船出资长应依据财产估价按资产委派于三段帆船,起点为十塔兰同;若其财产估价高出此数,则应按比例承担劳役,最多直至三艘战船及一艘附属艇。对于财产不足十塔兰同者,亦按相同比例处理,组合成集资组织以凑足十塔兰同之数。”
- 101ὑπὲρ αὐτῆς τρόπον τινὰ τῆς βουλῆς οὔσης
独立属格结构。αὐτῆς 指代前文的“城邦”(τῆς πόλεως),βουλῆς 意为“审议”或“生死存亡的决断”,整句意为“当审议在某种意义上正关乎城邦自身时”。
- 103ὥστε μάλιστα μὲν μὴ θεῖναι τὸν νόμον τοῦτον, εἰ δὲ μή, καταβάλλοντʼ ἐᾶν ἐν ὑπωμοσίᾳ
由 ὥστε 引导的表示条件或意图结果的从句。μάλιστα μὲν ... εἰ δὲ μή 为习惯搭配,意为“最好……若不然则……”。分词 καταβάλλοντα(“撤回/放弃草案”)修饰 ἐᾶν(“听任搁置”),指通过宣誓异议延期程序(ὑπωμοσία)使该项立法不了了之。
- 104ἐκ τοῦ ἐμοῦ νόμου τὸ γιγνόμενον κατὰ τὴν οὐσίαν ἕκαστον τιθέναι
带不定式的宾格结构,延续承接前文 ἦν αὐτοῖς 所引出的无人称句。ἕκαστον 为不定式 τιθέναι 的逻辑主语,τὸ γιγνόμενον 为宾语,意为“按比例应缴的份额”。
