- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:9-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼指出埃斯基涅斯将演说的大部分篇幅用于题外的人身攻击与谎言,在予以澄清的同时,严厉抨击原告的恶意与程序不当,谴责其未在事发当时依法起诉,如今却事隔多年通过控告他人来泄私愤。
εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ προβουλεύματος εὐθὺς ἂν ἀπελογούμην· ἐπειδὴ δʼ οὐκ ἐλάττω λόγον τἄλλα διεξιὼν ἀνήλωκε καὶ τὰ πλεῖστα κατεψεύσατό μου, ἀναγκαῖον εἶναι νομίζω καὶ δίκαιον ἅμα βραχέʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τούτων εἰπεῖν πρῶτον, ἵνα μηδεὶς ὑμῶν τοῖς ἔξωθεν λόγοις ἠγμένος ἀλλοτριώτερον τῶν ὑπὲρ τῆς γραφῆς δικαίων ἀκούῃ μου.
因此,如果埃斯基涅斯仅仅就他所控告的事项提出指控,我也会立刻就那项初决案本身进行答辩;但是,既然他花费了不亚于此的篇幅去叙述其他事情,并且在绝大多数事情上对我横加诬陷,雅典人啊,我认为首先对这些事情作简要说明是既有必要同时也是正当的,免得你们当中有人受到无关言论的误导,而对我针对控状所作的正当申辩产生反感。
περὶ μὲν δὴ τῶν ἰδίων ὅσα λοιδορούμενος βεβλασφήμηκεν περὶ ἐμοῦ, θεάσασθʼ ὡς ἁπλᾶ καὶ δίκαια λέγω. εἰ μὲν ἴστε με τοιοῦτον οἷον οὗτος ᾐτιᾶτο (οὐ γὰρ ἄλλοθί που βεβίωκʼ ἢ παρʼ ὑμῖν), μηδὲ φωνὴν ἀνάσχησθε, μηδʼ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλʼ ἀναστάντες καταψηφίσασθʼ ἤδη· εἰ δὲ πολλῷ βελτίω τούτου καὶ ἐκ βελτιόνων, καὶ μηδενὸς τῶν μετρίων, ἵνα μηδὲν ἐπαχθὲς λέγω, χείρονα καὶ ἐμὲ καὶ τοὺς ἐμοὺς ὑπειλήφατε καὶ γιγνώσκετε, τούτῳ μὲν μηδʼ ὑπὲρ τῶν ἄλλων πιστεύετε (δῆλον γὰρ ὡς ὁμοίως ἅπαντʼ ἐπλάττετο), ἐμοὶ δʼ, ἣν παρὰ πάντα τὸν χρόνον εὔνοιαν ἐνδέδειχθʼ ἐπὶ πολλῶν ἀγώνων τῶν πρότερον, καὶ νυνὶ παράσχεσθε.
关于他在辱骂我时所中伤的私人生活,请看我说得多么坦白而公正。如果你们知道我就是这个家伙所指责的那种人(因为我绝没有在你们之外的其他任何地方生活过),哪怕我在所有公共事务中施政都极其卓越,你们也完全不必容忍我的声音,而应立刻站起来投票判我有罪;但如果你们认定并且知道,我和我的家族远比这个人优秀,出身于更优越的门第,并且为了不说招人反感的话,绝不逊色于任何体面之人,那么在其他事情上也请不要相信他(因为显然他全都是同样捏造出来的),而对我,则请将你们在以往多次审判中自始至终所展现的善意,在此时此刻也同样赋予我。
κακοήθης δʼ ὤν, Αἰσχίνη, τοῦτο παντελῶς εὔηθες ᾠήθης, τοὺς περὶ τῶν πεπραγμένων καὶ πεπολιτευμένων λόγους ἀφέντα με πρὸς τὰς λοιδορίας τὰς παρὰ σοῦ τρέψεσθαι. οὐ δὴ ποιήσω τοῦτο· οὐχ οὕτω τετύφωμαι· ἀλλʼ ὑπὲρ μὲν τῶν πεπολιτευμένων ἃ κατεψεύδου καὶ διέβαλλες ἐξετάσω, τῆς δὲ πομπείας ταύτης τῆς ἀνέδην γεγενημένης, ὕστερον, ἂν βουλομένοις ᾖ τουτοισί, μνησθήσομαι.
然而埃斯基涅斯,你本性阴险,却极其天真地以为,我会放弃陈述自己的功绩与施政,转而去回应你所施加的辱骂。我绝不会这样做;我并没有如此发疯;相反,对于你诬陷和诽谤我的从政举措,我将逐一审查,而对于这番毫无节制的下流谩骂,稍后如果陪审诸位愿意听,我再予以提及。
τὰ μὲν οὖν κατηγορημένα πολλά, καὶ περὶ ὧν ἐνίων μεγάλας καὶ τὰς ἐσχάτας οἱ νόμοι διδόασι τιμωρίας, τοῦ δὲ παρόντος ἀγῶνος ἡ προαίρεσις αὕτη· ἐχθροῦ μὲν ἐπήρειαν ἔχει καὶ ὕβριν καὶ λοιδορίαν καὶ προπηλακισμὸν ὁμοῦ καὶ πάντα τὰ τοιαῦτα, τῶν μέντοι κατηγοριῶν καὶ τῶν αἰτιῶν τῶν εἰρημένων, εἴπερ ἦσαν ἀληθεῖς, οὐκ ἔνι1 τῇ πόλει δίκην ἀξίαν λαβεῖν, οὐδʼ ἐγγύς.
被控告的内容确实很多,对于其中某些罪行,法律规定了严厉乃至极刑的惩罚;然而当前这场诉讼的真正意图却是如此:它兼具敌人的恶意、傲慢、辱骂、侮辱以及所有诸如此类的勾当;但对于所陈述的那些控告和罪名,即使它们是真的,城邦也根本不可能获得相称的惩罚,甚至连接近相称都做不到。
οὐ γὰρ ἀφαιρεῖσθαι δεῖ τὸ προσελθεῖν τῷ δήμῳ καὶ λόγου τυχεῖν, οὐδʼ ἐν ἐπηρείας τάξει καὶ φθόνου τοῦτο ποιεῖν· οὔτε μὰ τοὺς θεοὺς ὀρθῶς ἔχον οὔτε πολιτικὸν οὔτε δίκαιόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλʼ ἐφʼ οἷς ἀδικοῦντά μʼ ἑώρα τὴν πόλιν,2 οὖσί γε τηλικούτοις ἡλίκα νῦν ἐτραγῴδει καὶ διεξῄει, ταῖς ἐκ τῶν νόμων τιμωρίαις παρʼ αὐτὰ τἀδικήματα χρῆσθαι, εἰ μὲν εἰσαγγελίας ἄξια πράττονθʼ ἑώρα, εἰσαγγέλλοντα καὶ τοῦτον τὸν τρόπον εἰς κρίσιν καθιστάντα παρʼ ὑμῖν, εἰ δὲ γράφοντα παράνομα, παρανόμων γραφόμενον· οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναται διώκειν διʼ ἐμέ, ἐμὲ δʼ, εἴπερ ἐξελέγξειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο.
因为绝不应当剥夺走向民众并获得发言的机会,也不应当出于刁难和嫉妒而行此手段;雅典人啊,凭诸神起誓,这既不端正,也不符合公民精神,更不正当。相反,在他看到我危害城邦的那些事情上——如果它们真的像他刚才戏剧化夸张渲染的那样严重——他就应当在犯罪行为发生的当时就动用法律规定的惩罚:如果他看到我做了应受弹劾的事,就提出弹劾,并以这种方式将我置于你们面前受审;如果是起草非法提案,就以非法提案罪起诉我。因为他绝不可能因为我的缘故能够起诉克特西丰,而如果他真以为能将我定罪,却反而不去起诉我本人。
καὶ μὴν εἴ τι τῶν ἄλλων ὧν νυνὶ διέβαλλε καὶ διεξῄει ἢ καὶ ἄλλʼ ὁτιοῦν ἀδικοῦντά μʼ ὑμᾶς ἑώρα, εἰσὶ νόμοι περὶ πάντων καὶ τιμωρίαι, καὶ ἀγῶνες καὶ κρίσεις πικρὰ καὶ μεγάλʼ ἔχουσαι τἀπιτίμια, καὶ τούτοις ἐξῆν ἅπασι χρῆσθαι, καὶ ὁπηνίκʼ ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμέ, ὡμολογεῖτʼ ἂν ἡ κατηγορία τοῖς ἔργοις αὐτοῦ.3
再者,如果他看到我犯有他刚才所诽谤和列举的其他任何罪行,或者对你们犯下任何其他过错,对于一切事情都有法律和惩罚,有包含严酷而沉重惩罚的审判与判决,这一切全都是他可以使用的方法;而当他显然做了这些事、以这种方式对我采取行动时,他的控告才会与他的行为相符。
νῦν δʼ ἐκστὰς τῆς ὀρθῆς καὶ δικαίας ὁδοῦ καὶ φυγὼν τοὺς παρʼ αὐτὰ τὰ πράγματʼ ἐλέγχους, τοσούτοις ὕστερον χρόνοις αἰτίας καὶ σκώμματα καὶ λοιδορίας συμφορήσας ὑποκρίνεται· εἶτα κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονί, καὶ τοῦ μὲν ἀγῶνος ὅλου τὴν πρὸς ἔμʼ ἔχθραν προΐσταται, οὐδαμοῦ δʼ ἐπὶ ταύτην ἀπηντηκὼς ἐμοὶ τὴν ἑτέρου ζητῶν ἐπιτιμίαν ἀφελέσθαι φαίνεται.
然而如今,他离开了正派与公正的道路,避开了在事实发生当时的检验,在事隔如此久远之后才搜集罪名、嘲弄与辱骂来逢场作戏;接着他控告的是我,审判的却是这位当事人,在整场诉讼中把对我的仇恨摆在首位,却从未在这一仇恨上与我正面对决,反而显而易见地企图剥夺另一个人的公民权。
- 12οὐκ ἔνι
οὐκ ἔνι 是非人称动词 ἔνεστι 缩略且重音前移的形式(ἔνι = ἔνεστι),支配与格 τῇ πόλει 及不定式 λαβεῖν,表示客观上的不可能:“城邦不可能获得……”。
- 13ἀλλʼ ἐφʼ οἷς ἀδικοῦντά μʼ ἑώρα τὴν πόλιν
关系代名词 οἷς 融合了先行词(相当于 ἐπὶ τούτοις ἅ),作为介词 ἐπί 的宾语。其后连接知觉动词加宾格分词结构 ἀδικοῦντά μʼ ἑώρα(“看到我对城邦行不义”)。后文的谓语不定式 χρῆσθαι 则承接前句 οὐ γὰρ ἀφαιρεῖσθαι δεῖ 中表达义务与必然性的非人称不定式结构(或理解为省略了 ἔδει)。
- 14ὡμολογεῖτʼ ἂν ἡ κατηγορία τοῖς ἔργοις αὐτοῦ
由 ἄν 加上未完成过去时直陈式(ὡμολογεῖτο)构成过去反事实(非真实)条件句的结论从句,表示“(若当时采取行动,)他的控告本会与其行为相符(但事实并非如此)”。
