← 狄摩西尼

金冠辞

§16-21

福基斯战争与菲洛克拉特斯和约的背景

德摩斯梯尼谴责埃斯基涅斯将个人私怨转嫁到他人审判中的不义之举,随后详细回顾了菲洛克拉特斯和约达成时由福基斯战争、希腊各邦分裂及腓力谋略所构成的历史背景,以此证明自己与该和约的弊端毫无干系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

καίτοι πρὸς ἅπασιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἄλλοις οἷς ἂν εἰπεῖν τις ὑπὲρ Κτησιφῶντος ἔχοι, καὶ τοῦτʼ ἔμοιγε δοκεῖ καὶ μάλʼ εἰκότως ἂν λέγειν, ὅτι τῆς ἡμετέρας ἔχθρας ἡμᾶς ἐφʼ ἡμῶν αὐτῶν δίκαιον ἦν τὸν ἐξετασμὸν ποιεῖσθαι,1 οὐ τὸ μὲν πρὸς ἀλλήλους ἀγωνίζεσθαι παραλείπειν, ἑτέρῳ δʼ ὅτῳ κακόν τι δώσομεν ζητεῖν· ὑπερβολὴ γὰρ ἀδικίας τοῦτό γε.

雅典人啊,除了任何人都可以为克特西丰提出的所有其他辩护之外,在我看来,人们也完全可以理直气壮地说出这一点:我们理应在我们彼此之间对我们的仇怨进行审查,而不是放弃相互之间的正面交锋,反去寻找另一个我们可以对其施加伤害的人;因为这实在是不义之尤。

§17

πάντα μὲν τοίνυν τὰ κατηγορημένʼ ὁμοίως ἐκ τούτων ἄν τις ἴδοι, οὔτε δικαίως οὔτʼ ἐπʼ ἀληθείας οὐδεμιᾶς εἰρημένα· βούλομαι δὲ καὶ καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάσαι, καὶ μάλισθʼ ὅσʼ ὑπὲρ τῆς εἰρήνης καὶ τῆς πρεσβείας κατεψεύσατό μου, τὰ πεπραγμένʼ ἑαυτῷ μετὰ Φιλοκράτους ἀνατιθεὶς ἐμοί. ἔστι δʼ ἀναγκαῖον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματʼ ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε.

因此,任何人从这些情况中都可以同样看出,所有的指控既非出于公正,也毫无事实根据;但我还是愿意将它们逐一审查,特别是关于他针对和约与出使对我所捏造的谎言,他将自己同菲洛克拉特斯一同干下的勾当归咎于我。雅典人啊,回忆一下当时的局势是必要的,或许也是恰当的,以便你们能结合当时的特定形势来审视每一项事实。

§18

τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ διʼ ἐμέ (οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε), πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε ὥστε Φωκέας μὲν βούλεσθαι σωθῆναι, καίπερ οὐ δίκαια ποιοῦντας ὁρῶντες, Θηβαίοις δʼ ὁτιοῦν ἂν ἐφησθῆναι παθοῦσιν,2 οὐκ ἀλόγως οὐδʼ ἀδίκως αὐτοῖς ὀργιζόμενοι· οἷς γὰρ ηὐτυχήκεσαν ἐν Λεύκτροις οὐ μετρίως ἐκέχρηντο· ἔπειθʼ ἡ Πελοπόννησος ἅπασα διειστήκει, καὶ οὔθʼ οἱ μισοῦντες Λακεδαιμονίους οὕτως ἴσχυον ὥστʼ ἀνελεῖν αὐτούς, οὔθʼ οἱ πρότερον διʼ ἐκείνων ἄρχοντες κύριοι τῶν πόλεων ἦσαν, ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τούτοις καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἔρις καὶ ταραχή.

因为当福基斯战争爆发时——这绝非由于我的缘故,因为当时我甚至尚未从政——首先,你们的态度是,尽管看到福基斯人的所作所为不正当,却仍希望他们获救;而对于底比斯人,如果他们遭受任何不幸,你们都会拍手称快,你们对他们怀有怨恨并非毫无缘由,也非不正当,因为他们未能克制地利用在留克特拉所获得的幸运;其次,整个伯罗奔尼撒陷入了分裂,既非痛恨拉刻代蒙人的人强大到足以消灭他们,也非以往依靠他们进行统治的人能够掌控城邦,而是在这些人之中以及在所有其他人之中,存在着某种难分难解的纷争与混乱。

§19

ταῦτα δʼ ὁρῶν ὁ Φίλιππος (οὐ γὰρ ἦν ἀφανῆ) τοῖς παρʼ ἑκάστοις προδόταις χρήματʼ ἀναλίσκων πάντας συνέκρουε καὶ πρὸς αὑτοὺς ἐτάραττεν· εἶτʼ ἐν οἷς ἡμάρτανον ἄλλοι καὶ κακῶς ἐφρόνουν, αὐτὸς παρεσκευάζετο καὶ κατὰ πάντων ἐφύετο. ὡς δὲ ταλαιπωρούμενοι τῷ μήκει τοῦ πολέμου οἱ τότε μὲν βαρεῖς, νῦν δʼ ἀτυχεῖς Θηβαῖοι φανεροὶ πᾶσιν ἦσαν ἀναγκασθησόμενοι καταφεύγειν3 ἐφʼ ὑμᾶς, ὁ Φίλιππος, ἵνα μὴ τοῦτο γένοιτο μηδὲ συνέλθοιεν αἱ πόλεις, ὑμῖν μὲν εἰρήνην, ἐκείνοις δὲ βοήθειαν ἐπηγγείλατο.

腓力看到这一点——因为这并非隐秘之事——便在各邦的叛徒身上挥霍钱财,挑起所有人彼此冲突,使他们自相混乱;随后在其他人犯错并缺乏明智之时,他自己加紧筹备,趁势凌驾于所有人之上。而当由于战争的旷日持久而疲惫不堪、昔日专横而今落魄的底比斯人在所有人看来显而易见将被迫向你们求助时,腓力为了防止这种情况发生,防止两邦联合,便向你们许诺和平,向他们许诺援助。

§20

τί οὖν συνηγωνίσατʼ αὐτῷ πρὸς τὸ λαβεῖν ὀλίγου δεῖν ὑμᾶς ἑκόντας ἐξαπατωμένους; ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτʼ ἄγνοιαν εἴτε καὶ ἀμφότερα ταῦτʼ εἰπεῖν, οἳ4 πόλεμον συνεχῆ καὶ μακρὸν πολεμούντων ὑμῶν, καὶ τοῦτον ὑπὲρ τῶν πᾶσι συμφερόντων, ὡς ἔργῳ φανερὸν γέγονεν, οὔτε χρήμασιν οὔτε σώμασιν οὔτʼ ἄλλῳ οὐδενὶ τῶν ἁπάντων συνελάμβανον ὑμῖν· οἷς καὶ δικαίως καὶ προσηκόντως ὀργιζόμενοι ἑτοίμως ὑπηκούσατε τῷ Φιλίππῳ. ἡ μὲν οὖν τότε συγχωρηθεῖσʼ εἰρήνη διὰ ταῦτʼ, οὐ διʼ ἐμέ, ὡς οὗτος διέβαλλεν, ἐπράχθη· τὰ δὲ τούτων ἀδικήματα καὶ δωροδοκήματʼ ἐν αὐτῇ τῶν νυνὶ παρόντων πραγμάτων, ἄν τις ἐξετάζῃ δικαίως, αἴτιʼ εὑρήσει.

那么,究竟是什么在协助他,使你们几乎是心甘情愿地上当受骗呢?是其他希腊人的做派——无论应当称之为怯懦、无知,还是二者兼而有之——当你们进行一场持续而漫长的战争,并且正如事实所证明的那样是为了所有人的共同利益而战时,他们既不出资,也不出力,在任何方面都不给你们提供丝毫协助;你们理所当然地对他们感到愤怒,便欣然顺从了腓力。因此,当时达成的和平是由于这些原因而促成的,而不是如这个家伙所诽谤的那样由于我;而这些人在这一和约中的罪行与受贿,如果有人公正地加以审查,就会发现它们才是当前局势的罪魁祸首。

§21

καὶ ταυτὶ πάνθʼ ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι. εἰ γὰρ εἶναί τι δοκοίη τὰ μάλιστʼ ἐν τούτοις ἀδίκημα, οὐδέν ἐστι δήπου πρὸς ἐμέ· ἀλλʼ ὁ μὲν πρῶτος εἰπὼν καὶ μνησθεὶς ὑπὲρ τῆς εἰρήνης Ἀριστόδημος ἦν ὁ ὑποκριτής, ὁ δʼ ἐκδεξάμενος καὶ γράψας καὶ ἑαυτὸν μετὰ τούτου μισθώσας ἐπὶ ταῦτα Φιλοκράτης ὁ Ἁγνούσιος, ὁ σός, Αἰσχίνη, κοινωνός, οὐχ ὁ ἐμός, οὐδʼ ἂν σὺ διαρραγῇς ψευδόμενος, οἱ δὲ συνειπόντες ὅτου δήποθʼ εἵνεκα (ἐῶ γὰρ τοῦτό γʼ ἐν τῷ παρόντι) Εὔβουλος καὶ Κηφισοφῶν· ἐγὼ δʼ οὐδὲν οὐδαμοῦ.

我为了真相而极其严谨地详述这所有的一切。因为哪怕在这些事情中再怎么被认为存在着某种罪过,也断然与我毫无干系;相反,最初就和平发言并提出这一话题的是演员阿里斯托德摩斯,而接手此事、起草提案并与此人一同为了这些目的出卖自己的是哈格努斯区的菲洛克拉特斯——埃斯基涅斯,他是你的同伙,而不是我的,哪怕你撒谎说到肚皮爆裂也不是我的——至于因某种原因出面附议的人(因为在眼下我暂且不论此事),则是欧布洛斯和凯菲索丰;而我本人则自始至终无涉其中。

语法注4 条
  1. 16τῆς ἡμετέρας ἔχθρας ἡμᾶς ἐφʼ ἡμῶν αὐτῶν δίκαιον ἦν τὸν ἐξετασμὸν ποιεῖσθαι

    属格 τῆς ἡμετέρας ἔχθρας 是依附于名词 τὸν ἐξετασμὸν 的宾格性属格,但被前置到句首(倒装 hyperbaton)以起强调作用。此外,表示过去责任或义务的无人称表达 δίκαιον ἦν 不带 ἄν,含有与过去事实相反的虚拟意味(“本是正当的”)。

  2. 18Θηβαίοις δʼ ὁτιοῦν ἂν ἐφησθῆναι παθοῦσιν

    在 ὥστε 引导的结果从句中,ἂν ἐφησθῆναι 代表间接引语中相当于潜势希求法(ἂν ἐφησθείητε)的不定词,而分词 παθοῦσιν 则充当条件从句(“若是底比斯人遭受了任何不幸”)的作用。

  3. 19φανεροὶ πᾶσιν ἦσαν ἀναγκασθησόμενοι καταφεύγειν

    形容词 φανερός 与未来分词 ἀναγκασθησόμενοι 结合的主格人称结构(personal construction),用来替代无人称结构(φανερὸν ἦν 加上宾格不定词短语),为主语底比斯人作表语修饰,意即“底比斯人显而易见将被迫……”。

  4. 20ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτʼ ἄγνοιαν εἴτε καὶ ἀμφότερα ταῦτʼ εἰπεῖν, οἳ

    针对前文疑问句 τί οὖν συνηγωνίσατʼ αὐτῷ...; 的省略回答,其谓语动词(συνηγωνίσατο)被省略。此外,定冠词 ἡ 所引出的属格短语之后,关系代词 οἳ 按照意合原则(constructio ad sensum)指代属格中的“其他希腊人”,而非形式上的阴性主语概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:16-21