← 狄摩西尼

金冠辞

§1-8

向诸神祈告与恳求公正审理

德摩斯梯尼首先向诸神祈告,呼吁审判官们恪守誓言、公正无偏地听取辩护,并指出了自己在本次审判中相对于控告者埃斯基涅斯的不利境地,恳请法庭容许他全面阐明自己的政治生涯与个人品行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθʼ ὅπερ ἐστὶ μάλισθʼ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας τε καὶ δόξης, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ (σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε), ἀλλὰ τοὺς νόμους καὶ τὸν ὅρκον,1 ἐν ᾧ πρὸς ἅπασι τοῖς ἄλλοις δικαίοις καὶ τοῦτο γέγραπται, τὸ ὁμοίως ἀμφοῖν ἀκροάσασθαι. τοῦτο δʼ ἐστὶν οὐ μόνον τὸ μὴ προκατεγνωκέναι μηδέν, οὐδὲ τὸ τὴν εὔνοιαν ἴσην ἀποδοῦναι, ἀλλὰ τὸ καὶ τῇ τάξει καὶ τῇ ἀπολογίᾳ, ὡς βεβούληται καὶ προῄρηται τῶν ἀγωνιζομένων ἕκαστος, οὕτως ἐᾶσαι χρήσασθαι.

首先,雅典人啊,我向所有的男神和女神祈求:我对城邦和你们所有人始终抱有多大的善意,你们在本次审判中也能回报我同样程度的善意;其次,祈求诸神把最符合你们自身利益、最符合你们的敬虔与声望的意念赋予你们,那就是:切莫把对立当事人作为顾问,来指导你们应当如何听取我的发言(因为那确实是骇人听闻的),而要把法律和誓言作为指引——在誓言中,除其他一切公正条款之外,还明确写着应当同样听取双方当事人的陈述。这意味着不仅不要预先作出任何判决,不仅要给予平等的善意,而且还要允许每一位诉讼人按照自己的意愿和选择来安排辩护的顺序和方式。

§3

πολλὰ μὲν οὖν ἔγωγʼ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνʼ Αἰσχίνου, δύο δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων ἀγωνίζομαι· οὐ γάρ ἐστιν ἴσον νῦν ἐμοὶ τῆς παρʼ ὑμῶν εὐνοίας διαμαρτεῖν καὶ τούτῳ μὴ ἑλεῖν τὴν γραφήν, ἀλλʼ ἐμοὶ μὲν—οὐ βούλομαι δυσχερὲς εἰπεῖν οὐδὲν ἀρχόμενος τοῦ λόγου, οὗτος δʼ ἐκ περιουσίας μου κατηγορεῖ.2 ἕτερον δʼ, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δʼ αὑτοὺς ἄχθεσθαι·

因此,雅典人啊,在本次审判中,我在许多方面都比埃斯基涅斯处于不利地位,特别是在两大方面:其一,我们所争夺的赌注并不平等;因为如今对我来说,失去你们的善意,与对他来说未能打赢诉讼,绝不是一回事。而对我而言——在演说之初我不想说任何不祥之辞,但他却是在占尽便宜、毫无后顾之忧的情况下来控告我。其二,人皆有这种天性:乐于倾听诋毁与控告,却反感自吹自擂的人。

§4

τούτων τοίνυν ὃ μέν ἐστι πρὸς ἡδονήν, τούτῳ δέδοται, ὃ δὲ πᾶσιν ὡς ἔπος εἰπεῖν ἐνοχλεῖ, λοιπὸν ἐμοί. κἂν μὲν εὐλαβούμενος τοῦτο μὴ λέγω τὰ πεπραγμένʼ ἐμαυτῷ, οὐκ ἔχειν ἀπολύσασθαι τὰ κατηγορημένα δόξω, οὐδʼ ἐφʼ οἷς ἀξιῶ τιμᾶσθαι δεικνύναι· ἐὰν δʼ ἐφʼ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ. πειράσομαι μὲν οὖν ὡς μετριώτατα τοῦτο ποιεῖν· ὅ τι δʼ ἂν τὸ πρᾶγμα αὔτʼ ἀναγκάζῃ, τούτου τὴν αἰτίαν οὗτός ἐστι δίκαιος ἔχειν3 ὁ τοιοῦτον ἀγῶνʼ ἐνστησάμενος.

因此,在这两件事中,带来愉悦的那部分归于他,而可以说令所有人厌烦的那部分则留给了我。如果我对此心存顾忌而不谈自己的功绩,我就会显得既无法洗脱指控,又无法阐明自己凭什么值得受奖;但如果我详细述说自己的所作所为和从政施策,我又将不得不频繁谈及自身。因此,我将努力尽可能克制地做这件事;但凡是事情本身所迫使我谈及的,发起这场诉讼的他就理应承担这一过错的责任。

§5

οἶμαι δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πάντας ἂν ὁμολογῆσαι κοινὸν εἶναι τουτονὶ τὸν ἀγῶνʼ ἐμοὶ καὶ Κτησιφῶντι καὶ οὐδὲν ἐλάττονος ἄξιον σπουδῆς ἐμοί· πάντων μὲν γὰρ ἀποστερεῖσθαι λυπηρόν ἐστι καὶ χαλεπόν, ἄλλως τε κἂν ὑπʼ ἐχθροῦ τῳ τοῦτο συμβαίνῃ, μάλιστα δὲ τῆς παρʼ ὑμῶν εὐνοίας καὶ φιλανθρωπίας, ὅσῳπερ καὶ τὸ τυχεῖν τούτων μέγιστόν ἐστιν.

雅典人啊,我想你们所有人都会承认,这场审判对我与克特西丰而言是休戚与共的,对我来说也值得付出毫不逊色的关切。因为失去任何东西都是令人痛苦和难以忍受的,尤其是如果有人因为仇敌而遭此厄运的话;但最令人痛心的莫过于失去你们的善意与仁爱,正如获得它们是无上光荣一样。

§6

περὶ τούτων δʼ ὄντος τουτουὶ τοῦ ἀγῶνος ἀξιῶ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν ἀκοῦσαί μου περὶ τῶν κατηγορημένων ἀπολογουμένου δικαίως, ὥσπερ οἱ νόμοι κελεύουσιν, οὓς ὁ τιθεὶς ἐξ ἀρχῆς Σόλων, εὔνους ὢν ὑμῖν καὶ δημοτικός, οὐ μόνον τῷ γράψαι κυρίους ᾤετο δεῖν εἶναι, ἀλλὰ καὶ τῷ τοὺς δικάζοντας ὀμωμοκέναι, οὐκ ἀπιστῶν ὑμῖν, ὥς γʼ ἐμοὶ φαίνεται, ἀλλʼ ὁρῶν ὅτι τὰς αἰτίας καὶ τὰς διαβολάς, αἷς ἐκ τοῦ πρότερος λέγειν ὁ διώκων ἰσχύει, οὐκ ἔνι τῷ φεύγοντι παρελθεῖν, εἰ μὴ4 τῶν δικαζόντων ἕκαστος ὑμῶν τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν φυλάττων καὶ τὰ τοῦ λέγοντος ὑστέρου δίκαια εὐνοϊκῶς προσδέξεται, καὶ παρασχὼν αὑτὸν ἴσον καὶ κοινὸν ἀμφοτέροις ἀκροατὴν οὕτω τὴν διάγνωσιν ποιήσεται περὶ ἁπάντων.

既然这场审判关涉这些根本利益,我要求并恳求你们所有人,按照法律的规定,同样公正地听取我针对各项指控所作的辩护。最初制定法律的梭伦,既对你们心怀善意,又维护民主体制,他认为使法律具有权威不仅应当通过将其成文,而且应当通过让审判者发誓;这并不是因为他不信任你们,依我看来,而是因为他看到,原告因先发言而具有极大的控诉与诽谤优势,若非你们每一位审判者恪守对诸神的敬虔,以善意接纳后发言者的合理辩解,并使自己成为对双方平等且不偏不倚的倾听者,从而在此基础上对一切作出决断,被告便绝不可能消除这种劣势。

§8

μέλλων δὲ τοῦ τʼ ἰδίου βίου παντός, ὡς ἔοικε, λόγον διδόναι τήμερον καὶ τῶν κοινῇ πεπολιτευμένων, βούλομαι πάλιν τοὺς θεοὺς παρακαλέσαι, καὶ ἐναντίον ὑμῶν εὔχομαι πρῶτον μέν, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθʼ ὅ τι μέλλει συνοίσειν καὶ πρὸς εὐδοξίαν κοινῇ καὶ πρὸς εὐσέβειαν ἑκάστῳ, τοῦτο παραστῆσαι πᾶσιν ὑμῖν περὶ ταυτησὶ τῆς γραφῆς γνῶναι.

看来我今天不仅要为自己的全部私人生活作出交代,还要为自己的公共施政进行答辩,因此我想再次祈求诸神,并在你们面前祈祷:首先,我对城邦和你们所有人始终抱有多大的善意,你们在本次审判中也能给予我同样多的善意;其次,祈求诸神使你们所有人关于这份控告作出既有助于共同的良好声望,又符合每个人敬虔之心的裁决。

语法注4 条
  1. 1παραστῆσαι τοὺς θεοὺς ὑμῖν, μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ ... ἀλλὰ τοὺς νόμους καὶ τὸν ὅρκον

    不定词短语 μὴ ... ποιήσασθαι ... ἀλλά 作为同格成分,进一步解释说明充当 παραστῆσαι(受 εὔχομαι 支配的不定词)直接宾语的 τοῦτο。在 ἀλλά 之后,承前省略了动词 ποιήσασθαι(或 σύμβουλον ποιήσασθαι),其宾语为宾格的 τοὺς νόμους καὶ τὸν ὅρκον。

  2. 3ἀλλʼ ἐμοὶ μέν—οὐ βούλομαι δυσχερὲς εἰπεῖν οὐδὲν ἀρχόμενος τοῦ λόγου, οὗτος δʼ ἐκ περιουσίας μου κατηγορεῖ.

    修辞上的顿绝(aposiopesis)句式:在 ἐμοὶ μέν 之后没有直接给出述谓动词,而是为了避免在开篇说出不祥之语而中断句子;其隐含的毁灭性后果(如丧失公权和名誉)通过与后半句 οὗτος δʼ ἐκ περιουσίας μου κατηγορεῖ 的对照而得以显现。

  3. 4τούτου τὴν αἰτίαν οὗτός ἐστι δίκαιος ἔχειν

    采用人称结构(personal construction)代替了非人称句式 δίκαιόν ἐστι τοῦτον ἔχειν(“他承担……是理所应当的”)。代词 οὗτος 作 δίκαιός ἐστι 的主语,后接不定词 ἔχειν;τούτου 则是修饰 αἰτίαν 的宾格性属格。

  4. 7οὐκ ἔνι τῷ φεύγοντι παρελθεῖν, εἰ μὴ

    ἔνι 为 ἔνεστι 的缩短形式,意为“可能”(οὐκ ἔνι 即“不可能”)。与格 τῷ φεύγοντι(被告)是不定词 παρελθεῖν(克服、压过)的逻辑主语。其后连接带有将来直说法的否定条件从句 εἰ μὴ ... προσδέξεται,表达“除非……否则绝无可能克服”的紧要条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:1-8