← 狄摩西尼

金冠辞

§81-87

以往授冠的正当性与腓力围攻拜占庭

德摩斯梯尼提及此前因解放优卑亚而依阿里斯托尼科斯的提案获授冠冕且埃斯基涅斯毫无异议的事实,论证了其政策的公认正当性,并叙述了被逐出优卑亚的腓力转而围攻拜占庭以图切断雅典粮食运送的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§81

καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματʼ ἔδωκε Φιλιστίδης ὥστʼ ἔχειν Ὠρεόν, πολλὰ δὲ Κλείταρχος ὥστʼ ἔχειν Ἐρέτριαν, πολλὰ δʼ αὐτὸς ὁ Φίλιππος ὥστε ταῦθʼ ὑπάρχειν ἐφʼ ὑμᾶς αὐτῷ, καὶ περὶ τῶν ἄλλων μηδὲν ἐξελέγχεσθαι μηδʼ ἃ ποιῶν ἠδίκει μηδένʼ ἐξετάζειν πανταχοῦ,1 οὐδεὶς ἀγνοεῖ, καὶ πάντων ἥκιστα σύ·

此外,菲利斯蒂德斯本愿出重金以保有俄柔斯,克雷塔尔科斯本愿出重金以保有埃雷特利亚,而腓力本人亦愿出重金以使这些地方作为反对你们的据点归其所有,并使其在其他事务上全不受揭露,且无论何处皆无人审察他作恶的行为——对此无人不知,而最清楚的莫过于你。

§82

οἱ γὰρ παρὰ τοῦ Κλειτάρχου καὶ τοῦ Φιλιστίδου τότε πρέσβεις δεῦρʼ ἀφικνούμενοι παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν· οὓς ἡ μὲν πόλις ὡς ἐχθροὺς καὶ οὔτε δίκαιʼ οὔτε συμφέροντα λέγοντας ἀπήλασε, σοὶ δʼ ἦσαν φίλοι. οὐ τοίνυν ἐπράχθη τούτων οὐδέν, ὦ βλασφημῶν περὶ ἐμοῦ καὶ λέγων ὡς σιωπῶ μὲν λαβών, βοῶ δʼ ἀναλώσας. ἀλλʼ οὐ σύ, ἀλλὰ βοᾷς μὲν ἔχων,2 παύσει δʼ οὐδέποτʼ ἐὰν μή σʼ οὗτοι παύσωσιν ἀτιμώσαντες τήμερον.

因为当时来自克雷塔尔科斯和菲利斯蒂德斯的使节来到此地时,埃斯基涅斯啊,他们正是下榻于你处,由你担任他们的接待人;城邦将他们视为敌人,且因其言论既非正义亦无益处而将他们驱逐,但对你而言,他们却是朋友。因此,这些企图无一得逞,你这个毁谤我、说我受了贿赂便沉默、挥霍殆尽后便叫嚷的人啊!然而你却绝非如此,你握着钱财却在叫嚷,并且永远不会停止,除非这些审判员们今天剥夺你的公民权以使你闭嘴。

§83

στεφανωσάντων τοίνυν ὑμῶν ἔμʼ ἐπὶ τούτοις τότε, καὶ γράψαντος Ἀριστονίκου τὰς αὐτὰς συλλαβὰς ἅσπερ οὑτοσὶ Κτησιφῶν νῦν γέγραφε, καὶ ἀναρρηθέντος ἐν τῷ θεάτρῳ τοῦ στεφάνου, καὶ δευτέρου κηρύγματος ἤδη μοι τούτου γιγνομένου, οὔτʼ ἀντεῖπεν Αἰσχίνης παρὼν οὔτε τὸν εἰπόντʼ ἐγράψατο. καί μοι λέγε καὶ τοῦτο τὸ ψήφισμα λαβών. ΨΗΦΙΣΜΑ. "ἐπὶ Χαιρώνδου Ἡγήμονος ἄρχοντος, γαμηλιῶνος ἕκτῃ ἀπιόντος, φυλῆς πρυτανευούσης Λεοντίδος, Ἀριστόνικος Φρεάρριος εἶπεν· ἐπειδὴ Δημοσθένης Δημοσθένους Παιανιεὺς πολλὰς καὶ μεγάλας χρείας παρέσχηται τῷ δήμῳ τῷ Ἀθηναίων, καὶ πολλοῖς τῶν συμμάχων καὶ πρότερον καὶ ἐν τῷ παρόντι καιρῷ βεβοήθηκε διὰ τῶν ψηφισμάτων, καί τινας τῶν ἐν τῇ Εὐβοίᾳ πόλεων ἠλευθέρωκε, καὶ διατελεῖ εὔνους ὢν τῷ δήμῳ τῷ Ἀθηναίων, καὶ λέγει καὶ πράττει ὅ τι ἂν δύνηται ἀγαθὸν ὑπέρ τε αὐτῶν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων ἐπαινέσαι Δημοσθένην Δημοσθένους Παιανιέα καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ, καὶ ἀναγορεῦσαι τὸν στέφανον ἐν τῷ θεάτρῳ, Διονυσίοις, τραγῳδοῖς καινοῖς, τῆς δὲ ἀναγορεύσεως τοῦ στεφάνου ἐπιμεληθῆναι τὴν πρυτανεύουσαν φυλὴν καὶ τὸν ἀγωνοθέτην. εἶπεν Ἀριστόνικος Φρεάρριος."

因此,当你们当时因这些功绩为我授予冠冕,且阿里斯托尼科斯所起草的词句与此处的克泰西丰如今所起草的完全相同,并在剧场中宣布了冠冕——这对我已是第二次宣布——之时,埃斯基涅斯当时在场,既未反对,亦未控告提案人。请也将这项决议案取过并为我宣读。 决议案“在海格蒙之子沙伊隆达斯执政之年,加梅利昂月倒数第六日,莱昂提斯部落任主席团期,弗雷阿罗伊区的阿里斯托尼科斯提议:鉴于派阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼为雅典民众提供了许多重大贡献,无论在过去还是在当前的紧要关头都通过其决议案援助了诸多盟友,解放了优卑亚的一些城邦,并对雅典民众一贯怀有善意,为雅典人自身以及其他希腊人的利益尽其所能进言行事;雅典议事会与民众决定:表彰派阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼,授予金冠,并在酒神节的新悲剧演出时于剧场中宣布该冠冕;由任主席团的部落与竞技裁判官负责宣布冠冕之事。弗雷阿罗伊区的阿里斯托尼科斯提议。”

§85

ἔστιν οὖν ὅστις ὑμῶν οἶδέ τινʼ αἰσχύνην τῇ πόλει συμβᾶσαν διὰ τοῦτο τὸ ψήφισμα ἢ χλευασμὸν ἢ γέλωτα, ἃ νῦν οὗτος ἔφη συμβήσεσθαι, ἂν ἐγὼ στεφανῶμαι; καὶ μὴν ὅταν ᾖ νέα καὶ γνώριμα πᾶσι τὰ πράγματα, ἐάν τε καλῶς ἔχῃ, χάριτος τυγχάνει, ἐάν θʼ ὡς ἑτέρως, τιμωρίας. φαίνομαι τοίνυν ἐγὼ χάριτος τετυχηκὼς τότε, καὶ οὐ μέμψεως οὐδὲ τιμωρίας.

那么,你们当中可有谁知晓,曾因这项决议案而使城邦蒙受任何耻辱、嘲弄或讥笑——正如这个人如今宣称若我获授冠冕便会发生的那样?事实上,当事情发生未久且众人皆知时,若行得美好,便会获得感激;若非如此,则招致惩罚。显而易见,我当时获得的是感激,而不是谴责或惩罚。

§86

οὐκοῦν μέχρι μὲν τῶν χρόνων ἐκείνων, ἐν οἷς ταῦτʼ ἐπράχθη, πάντʼ ἀνωμολόγημαι τὰ ἄριστα πράττειν τῇ πόλει, τῷ νικᾶν, ὅτʼ ἐβουλεύεσθε, λέγων καὶ γράφων, τῷ καταπραχθῆναι τὰ γραφέντα, καὶ στεφάνους ἐξ αὐτῶν τῇ πόλει καὶ ἐμοὶ καὶ πᾶσιν γενέσθαι, τῷ θυσίας τοῖς θεοῖς καὶ προσόδους ὡς ἀγαθῶν τούτων ὄντων ὑμᾶς πεποιῆσθαι.3

因此,直至那些完成这些功绩的时代为止,我已被公认在一切方面都为城邦尽了最大的努力:在你们商议之时,通过进言与起草决议而获胜;通过使所起草的事项付诸实行;通过由此使城邦、我和所有人皆获得冠冕;以及通过你们因这些胜利是美好的而向诸神献祭并举行游行。

§87

ἐπειδὴ τοίνυν ἐκ τῆς Εὐβοίας ὁ Φίλιππος ὑφʼ ὑμῶν ἐξηλάθη τοῖς ὅπλοις, τῇ δὲ πολιτείᾳ καὶ τοῖς ψηφίσμασι, κἂν διαρραγῶσί τινες τούτων,4 ὑπʼ ἐμοῦ, ἕτερον κατὰ τῆς πόλεως ἐπιτειχισμὸν ἐζήτει. ὁρῶν δʼ ὅτι σίτῳ πάντων ἀνθρώπων πλείστῳ χρώμεθʼ ἐπεισάκτῳ, βουλόμενος τῆς σιτοπομπίας κύριος γενέσθαι, παρελθὼν ἐπὶ Θρᾴκης Βυζαντίους συμμάχους ὄντας αὑτῷ τὸ μὲν πρῶτον ἠξίου συμπολεμεῖν τὸν πρὸς ὑμᾶς πόλεμον, ὡς δʼ οὐκ ἤθελον οὐδʼ ἐπὶ τούτοις ἔφασαν τὴν συμμαχίαν πεποιῆσθαι, λέγοντες ἀληθῆ, χάρακα βαλόμενος πρὸς τῇ πόλει καὶ μηχανήματʼ ἐπιστήσας ἐπολιόρκει.

随后,当腓力被你们用武力、被我用治国方略与决议案——哪怕这些人中有人会气炸——逐出优卑亚之后,他便为反对城邦寻找另一座进攻要塞。他见我们在所有人中使用最多的进口粮食,妄图控制粮食运送,便前往色雷斯,起初要求身为其盟友的拜占庭人共同参与对你们的战争。但当他们不从,并声称——他们说的是实情——自己并未以此为条件缔结盟约时,他便在城前筑起防栅,架设攻城器械,予以围攻。

语法注4 条
  1. 81ὥστε ταῦθʼ ὑπάρχειν ἐφʼ ὑμᾶς αὐτῷ, καὶ περὶ τῶν ἄλλων μηδὲν ἐξελέγχεσθαι μηδʼ ἃ ποιῶν ἠδίκει μηδένʼ ἐξετάζειν πανταχοῦ

    由 ὥστε 引导的一组并列不定式(ὑπάρχειν、ἐξελέγχεσθαι、ἐξετάζειν),表述了腓力愿出巨资以求达到的目的或结果。否定词使用 μή(μηδέν、μηδένα)是 ὥστε 搭配不定式结构时的标准否定形式。介词短语 ἐφʼ ὑμᾶς 带有一种敌对意味(“用来对付你们”)。

  2. 82βοᾷς μὲν ἔχων

    承接前句埃斯基涅斯对德摩斯梯尼的诬蔑“受了贿便沉默,挥霍殆尽后便叫嚷”(σιωπῶ μὲν λαβών, βοῶ δʼ ἀναλώσας)。环境分词 ἔχων 意为“手中握有(贿金)”,德摩斯梯尼借此反唇相讥,指责埃斯基涅斯非但受贿,而且在钱财在手的同时还在大肆叫嚷攻击他人。

  3. 86τῷ νικᾶν... τῷ καταπραχθῆναι... τῷ... πεποιῆσθαι

    一系列带有中性单数与格定冠词 τῷ 的定冠词不定式(τῷ νικᾶν、τῷ καταπραχθῆναι、τῷ πεποιῆσθαι)。它们作为原因或方式与格,用以解释主节 πάντʼ ἀνωμολόγημαι τὰ ἄριστα πράττειν τῇ πόλει(“举世公认我为城邦尽了最大努力”):即通过进言获胜、通过决议付诸实行、以及通过举行献祭等事实。时态在现在时、不定过去时与完成时之间的转换十分精准。

  4. 87κἂν διαρραγῶσί τινες τούτων

    由 κἄν(καὶ ἐάν 的合音)引导并搭配虚拟式(διαρραγῶσι,动词 διαρρήγνυμι 的被动不定过去时虚拟式)构成的让步插入句。“哪怕这些人中有人(因愤怒或嫉妒)气炸”是法庭演说中具有口语色彩的修辞性夸张,直接讽刺在场的政敌(埃斯基涅斯等人)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:81-87