- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:74-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼出示当时的公共决议案及腓力的信件,证明自己从未被指控为引发战争的罪魁祸首。随后,他强调了自己为抵御腓力侵略而主导派遣使节与远征军所取得的防御成果。
"οἳ παραγενόμενοι διαλέξονται πρὸς αὐτὸν περὶ τοῦ ἀφεθῆναι τὸν ναύαρχον καὶ τὰ πλοῖα καὶ τοὺς στρατιώτας, καὶ εἰ μὲν διʼ ἄγνοιαν ταῦτα πεποίηκεν ὁ Ἀμύντας, ὅτι οὐ μεμψιμοιρεῖ ὁ δῆμος οὐδέν· εἰ δέ τι πλημμελοῦντα παρὰ τὰ ἐπεσταλμένα λαβών, ὅτι ἐπισκεψάμενοι Ἀθηναῖοι ἐπιτιμήσουσι κατὰ τὴν τῆς ὀλιγωρίας ἀξίαν· εἰ δὲ μηδέτερον τούτων ἐστίν, ἀλλʼ ἰδίᾳ ἀγνωμονοῦσιν ἢ ὁ ἀποστείλας ἢ ὁ ἀπεσταλμένος, καὶ τοῦτο λέγειν, ἵνα αἰσθανόμενος ὁ δῆμος βουλεύσηται τί δεῖ ποιεῖν."
“使节们到达后,应就释放海军指挥官、船只及士兵一事与他谈判;如果阿明塔斯此举是出于无知,则民众并无任何怨言;但如果他是因指挥官违背所受训令行事有失而扣押之,则雅典人在调查后将依据其过失的严重程度予以惩处;然而若两项皆非,而是差遣者或被差遣者出于私意蛮横无理,亦应据实陈告,以便民众知晓实情后审议应当如何行事。”
τοῦτο μὲν τοίνυν τὸ ψήφισμʼ Εὔβουλος ἔγραψεν, οὐκ ἐγώ, τὸ δʼ ἐφεξῆς Ἀριστοφῶν, εἶθʼ Ἡγήσιππος, εἶτʼ Ἀριστοφῶν πάλιν, εἶτα Φιλοκράτης, εἶτα Κηφισοφῶν, εἶτα πάντες· ἐγὼ δʼ οὐδὲν περὶ τούτων. λέγε. ΨΗΦΙΣΜΑΤΑ. "ἐπὶ Νεοκλέους ἄρχοντος, βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, βουλῆς γνώμη, πρυτάνεις καὶ στρατηγοὶ ἐχρημάτισαν τὰ ἐκ τῆς ἐκκλησίας ἀνενεγκόντες, ὅτι ἔδοξε τῷ δήμῳ πρέσβεις ἑλέσθαι πρὸς Φίλιππον περὶ τῆς τῶν πλοίων ἀνακομιδῆς καὶ ἐντολὰς δοῦναι κατὰ τὰ ἐκ τῆς ἐκκλησίας ψηφίσματα. καὶ εἵλοντο τούσδε, Κηφισοφῶντα Κλέωνος Ἀναφλύστιον, Δημόκριτον Δημοφῶντος Ἀναγυράσιον, Πολύκριτον Ἀπημάντου Κοθωκίδην. πρυτανεία φυλῆς Ἱπποθωντίδος, Ἀριστοφῶν Κολλυτεὺς πρόεδρος εἶπεν."
因此,起草这项决议案的是欧布洛斯,而不是我;下一项是阿里斯托丰,继而是海格西普斯,接着又是阿里斯托丰,再后是菲洛克拉泰斯,然后是刻菲索丰,接下来是所有人;而我关于这些事务未曾起草过任何东西。请宣读。 决议案群 “在尼奥克莱斯任执政官之年,波德罗米昂月末日,依议事会的决议,五百人会议主席团与将军们转达了民众大会的决议并办理公务:民众决定选派使节前往腓力处商讨索回船只,并依照民众大会的各项决议下达指示。他们选派了以下人员:阿纳弗吕斯托斯区的克莱翁之子刻菲索丰、阿纳基鲁斯区的德摩丰之子德谟克利托斯、科托基代区的阿佩曼托斯之子波吕克利托斯。希波托翁提斯部落任主席团期,科吕托斯区的阿里斯托丰任会议主席并提议。”
ὥσπερ τοίνυν ἐγὼ ταῦτα δεικνύω τὰ ψηφίσματα, οὕτω καὶ σὺ δεῖξον, Αἰσχίνη, ὁποῖον ἐγὼ γράψας ψήφισμα αἴτιός εἰμι τοῦ πολέμου. ἀλλʼ οὐκ ἂν ἔχοις· εἰ γὰρ εἶχες, οὐδὲν ἂν αὐτοῦ πρότερον νυνὶ παρέσχου. καὶ μὴν οὐδʼ ὁ Φίλιππος οὐδὲν αἰτιᾶται ἔμʼ ὑπὲρ τοῦ πολέμου, ἑτέροις ἐγκαλῶν. λέγε δʼ αὐτὴν τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου. ΕΠΙΣΤΟΛΗ.
因此,埃斯基涅斯啊,正如我展示了这些决议案一样,你也指给我看,我究竟起草了哪一项决议案使我成为战争的祸首。但你绝对指不出来;因为你若真有凭据,现在拿出来的绝不会有比它更早的。而且,腓力本人对于战争也丝毫不曾归咎于我,而是指责其他人。请宣读腓力本人的信件。
"Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. παραγενόμενοι πρὸς ἐμὲ οἱ παρʼ ὑμῶν πρεσβευταί, Κηφισοφῶν καὶ Δημόκριτος καὶ Πολύκριτος, διελέγοντο περὶ τῆς τῶν πλοίων ἀφέσεως ὧν ἐναυάρχει Λεωδάμας. καθʼ ὅλου μὲν οὖν ἔμοιγε φαίνεσθε ἐν μεγάλῃ εὐηθείᾳ ἔσεσθαι, εἰ οἴεσθʼ ἐμὲ λανθάνειν ὅτι ἐξαπεστάλη ταῦτα τὰ πλοῖα πρόφασιν μὲν ὡς τὸν σῖτον παραπέμψοντα ἐκ τοῦ Ἑλλησπόντου εἰς Λῆμνον, βοηθήσοντα δὲ1 Σηλυμβριανοῖς τοῖς ὑπʼ ἐμοῦ μὲν πολιορκουμένοις, οὐ συμπεριειλημμένοις δὲ ἐν ταῖς τῆς φιλίας κοινῇ κειμέναις ἡμῖν συνθήκαις."
信件 “马其顿国王腓力向雅典议事会与民众致意。你们所派遣的使节刻菲索丰、德谟克利托斯与波吕克利托斯到达我处,商谈了释放莱奥达马斯所指挥的船只一事。总的来说,依我之见,你们显得极其幼稚,如果你们以为我会觉察不到这些船只打着从赫勒斯滂护送粮食前往利姆诺斯的幌子,实则是为了援助塞吕姆布里亚人,而该城正由我包围,且并未包含在我们之间共同确立的友好条约之中。
"καὶ ταῦτα συνετάχθη τῷ ναυάρχῳ ἄνευ μὲν τοῦ δήμου τοῦ Ἀθηναίων, ὑπὸ δέ τινων ἀρχόντων καὶ ἑτέρων ἰδιωτῶν μὲν νῦν ὄντων, ἐκ παντὸς δὲ τρόπου βουλομένων τὸν δῆμον ἀντὶ τῆς νῦν ὑπαρχούσης πρὸς ἐμὲ φιλίας τὸν πόλεμον ἀναλαβεῖν, πολλῷ μᾶλλον φιλοτιμουμένων τοῦτο συντετελέσθαι ἢ τοῖς Σηλυμβριανοῖς βοηθῆσαι. καὶ ὑπολαμβάνουσιν αὑτοῖς τὸ τοιοῦτο πρόσοδον ἔσεσθαι· οὐ μέντοι μοι δοκεῖ τοῦτο χρήσιμον ὑπάρχειν οὔθʼ ὑμῖν οὔτʼ ἐμοί. διόπερ τά τε νῦν καταχθέντα πλοῖα πρὸς ἡμᾶς ἀφίημι ὑμῖν, καὶ τοῦ λοιποῦ, ἐὰν βούλησθε μὴ ἐπιτρέπειν τοῖς προεστηκόσιν ὑμῶν κακοήθως πολιτεύεσθαι, ἀλλʼ ἐπιτιμᾶτε, πειράσομαι κἀγὼ διαφυλάττειν τὴν εἰρήνην. εὐτυχεῖτε."
并且,向海军指挥官下达这些指令并未经由雅典民众,而是出自若干官员和另一些现已为平民之人,他们千方百计意图让民众重启战争,以取代目前对我保有的友谊;他们极力追求实现此事,远甚于援助塞吕姆布里亚人。他们还自以为这会成为其私利的来源;然而,我认为这无论对你们还是对我都是毫无裨益的。因此,我现在将押解至我处的船只归还你们;今后,如果你们愿意不容许你们的领袖们包藏祸心地操弄国政,而是予以惩处,我亦将努力维护和平。祝平安。”
ἐνταῦθʼ οὐδαμοῦ Δημοσθένην γέγραφεν, οὐδʼ αἰτίαν οὐδεμίαν κατʼ ἐμοῦ. τί ποτʼ οὖν τοῖς ἄλλοις ἐγκαλῶν τῶν ἐμοὶ πεπραγμένων οὐχὶ μέμνηται; ὅτι τῶν ἀδικημάτων ἂν ἐμέμνητο τῶν αὑτοῦ· τούτων γὰρ εἰχόμην ἐγὼ καὶ τούτοις ἠναντιούμην. καὶ πρῶτον μὲν τὴν εἰς Πελοπόννησον πρεσβείαν ἔγραψα, ὅτε πρῶτον ἐκεῖνος εἰς Πελοπόννησον παρεδύετο, εἶτα τὴν εἰς Εὔβοιαν, ἡνίκʼ Εὐβοίας ἥπτετο, εἶτα τὴν ἐπʼ Ὠρεὸν ἔξοδον, οὐκέτι πρεσβείαν, καὶ τὴν εἰς Ἐρέτριαν, ἐπειδὴ τυράννους ἐκεῖνος ἐν ταύταις ταῖς πόλεσιν κατέστησεν.
在此信中,他全无一处提及德摩斯梯尼的名字,对我也没有任何指责。那么,他指责了其他人,究竟为何对我所做的事情只字不提?因为那样他就不得不提及他自己的不义罪行;因为我所坚持抗争并反对的正是这些罪行。首先,当他初次潜入伯罗奔尼撒时,我提议派遣使节前往伯罗奔尼撒;继而,当他染指优卑亚时,我提议派使节去优卑亚;再后,当他在那些城邦树立僭主时,我提议发兵俄柔斯——不再是使节——以及进军埃雷特里亚。
μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος ἐσώθη καὶ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι. ἐξ ὧν ὑμῖν μὲν τὰ κάλλιστα, ἔπαινοι, δόξαι, τιμαί, στέφανοι, χάριτες παρὰ τῶν εὖ πεπονθότων ὑπῆρχον· τῶν δʼ ἀδικουμένων τοῖς μὲν ὑμῖν τότε πεισθεῖσιν ἡ σωτηρία περιεγένετο, τοῖς δʼ ὀλιγωρήσασι τὸ πολλάκις ὧν ὑμεῖς προείπατε μεμνῆσθαι,2 καὶ νομίζειν ὑμᾶς μὴ μόνον εὔνους ἑαυτοῖς, ἀλλὰ καὶ φρονίμους ἀνθρώπους καὶ μάντεις εἶναι· πάντα γὰρ ἐκβέβηχʼ ἃ προείπατε.
此后,我派出了全部的海军远征舰队,由此使得赫索尼苏斯、拜占庭以及全体盟友得以保全。由此给你们带来了最美好的成果:受惠者的赞扬、荣耀、荣誉、冠冕与感激;而在遭受侵害的一方中,当时听从你们劝告的人获得了拯救,而那些轻视你们的人,则只剩下一再回想起你们先前的预言,并不仅将你们视作对其怀有善意之人,更视作睿智之士与预言家;因为你们所预言的一切全都应验了。
- 77πρόφασιν μὲν ὡς τὸν σῖτον παραπέμψοντα ... βοηθήσοντα δὲ
名词 πρόφασιν 用作状语性宾格(“作为借口”)。其后的将来分词 παραπέμψοντα 与 βοηθήσοντα 为中性复数宾格,修饰前文的 ταῦτα τὰ πλοῖα。ὡς 加将来分词表示表面上的主观意图(“装作要护送”),并通过 μέν...δέ 的对应,将公开借口与实际目的(βοηθήσοντα δέ)鲜明地对立起来。
- 80τοῖς δʼ ὀλιγωρήσασι τὸ πολλάκις ὧν ὑμεῖς προείπατε μεμνῆσθαι
此处承接前一分句的谓语动词 περιεγένετο。带定冠词的完成时不定词短语 τὸ μεμνῆσθαι 充当主语,与与格 τοῖς ὀλιγωρήσασι 构成结构(“对那些轻视之人而言,剩下的唯有一再回想起……”)。关系代名词 ὧν 出于动词 μεμνῆσθαι(要求属格宾语)的支配,吸收了省略的先行词 τούτων,或由原来的宾格 ἅ 受牵引变为属格。
