- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:67-73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼指出,腓力即便身负重伤仍在争夺霸权,而继承先祖德行的雅典人绝不可能屈从并放弃自由,抵抗其侵略是唯一正当的抉择;他随后调取有关运粮船被扣押的决议案,以证明是腓力率先撕毁了和平。
ἑώρων δʼ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγών, ὑπὲρ ἀρχῆς καὶ δυναστείας τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν κλεῖν κατεαγότα, τὴν χεῖρα, τὸ σκέλος πεπηρωμένον,1 πᾶν ὅ τι βουληθείη μέρος ἡ τύχη τοῦ σώματος παρελέσθαι, τοῦτο προϊέμενον,2 ὥστε τῷ λοιπῷ μετὰ τιμῆς καὶ δόξης ζῆν;
难道我不曾看见与我们角逐的腓力本人,为了统治权与权势,被打瞎了一只眼睛,折断了锁骨,残废了手和腿,甘愿放弃命运意图夺去其身体的任何部分,以便凭借残余的部分生活在尊严与荣耀之中吗?
καὶ μὴν οὐδὲ τοῦτό γʼ οὐδεὶς ἂν εἰπεῖν τολμήσαι, ὡς τῷ μὲν ἐν Πέλλῃ τραφέντι, χωρίῳ ἀδόξῳ τότε γʼ ὄντι καὶ μικρῷ, τοσαύτην μεγαλοψυχίαν προσῆκεν ἐγγενέσθαι ὥστε τῆς τῶν Ἑλλήνων ἀρχῆς ἐπιθυμῆσαι καὶ τοῦτʼ εἰς τὸν νοῦν ἐμβαλέσθαι, ὑμῖν δʼ οὖσιν Ἀθηναίοις καὶ κατὰ τὴν ἡμέραν ἑκάστην ἐν πᾶσι καὶ λόγοις καὶ θεωρήμασι τῆς τῶν προγόνων ἀρετῆς ὑπομνήμαθʼ ὁρῶσι τοσαύτην κακίαν ὑπάρξαι, ὥστε τῆς ἐλευθερίας αὐτεπαγγέλτους ἐθελοντὰς παραχωρῆσαι Φιλίππῳ.
甚至于,任何人都不敢说出这样的话:对于一个在佩拉——当时那还是个默默无闻的小地方——成长起来的人,理应具有如此宏大的抱负,以至于渴望统治希腊人并将这一意图深植于心;而对于你们身为雅典人、每日在一切言论与景象中目睹先祖德行之纪念物的人,却理应具有如此的卑劣,以至于自告奋勇、心甘情愿地将自由让渡给腓力。
οὐδʼ ἂν εἷς ταῦτα φήσειεν. λοιπὸν τοίνυν ἦν καὶ ἀναγκαῖον ἅμα πᾶσιν οἷς ἐκεῖνος ἔπραττʼ ἀδικῶν ὑμᾶς ἐναντιοῦσθαι δικαίως. τοῦτʼ ἐποιεῖτε μὲν ὑμεῖς ἐξ ἀρχῆς εἰκότως καὶ προσηκόντως, ἔγραφον δὲ καὶ συνεβούλευον καὶ ἐγὼ καθʼ οὓς ἐπολιτευόμην χρόνους. ὁμολογῶ. ἀλλὰ τί ἐχρῆν με ποιεῖν; ἤδη γάρ σʼ ἐρωτῶ πάντα τἄλλʼ ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτείδαιαν, Ἁλόννησον· οὐδενὸς τούτων μέμνημαι· Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν καὶ ὅσʼ ἄλλʼ ἡ πόλις ἠδικεῖτο, οὐδʼ εἰ γέγονεν οἶδα. καίτοι σύ γʼ ἔφησθά με ταῦτα λέγοντʼ εἰς ἔχθραν ἐμβαλεῖν τουτουσί, Εὐβούλου καὶ Ἀριστοφῶντος καὶ Διοπείθους τῶν περὶ τούτων ψηφισμάτων ὄντων, οὐκ ἐμῶν, ὦ λέγων εὐχερῶς ὅ τι ἂν βουληθῇς.
绝无一人会如此声称。因此,唯一剩下的且不可或缺的出路,便是正当地抗击他侵害你们而做的一切作为。你们从一开始就合情合理地这样做,而我在从政期间也正是这样提议并建言的。我承认这一点。但我究竟应当做些什么?我现在抛开其余一切来问你:安菲波利斯、皮德纳、波提代亚、哈隆涅索斯——这些我一个都不提; 至于塞里翁、多里斯科斯以及佩帕雷索斯的洗劫,还有城邦所遭受的其他种种不公侵害,我连发生过与否都不知道。然而,你这随心所欲信口雌黄之徒,竟断言是我说起这些事才将这里的同胞拖入敌对状态,尽管关于这些事务的决议案是欧布洛斯、阿里斯托丰与狄奥佩泰斯提议的,而非我提议的。
οὐδὲ νῦν περὶ τούτων ἐρῶ. ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμʼ ἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δʼ Ἐρετρίᾳ Κλείταρχον, καὶ τὸν Ἑλλήσποντον ὑφʼ αὑτῷ ποιούμενος, καὶ Βυζάντιον πολιορκῶν, καὶ πόλεις Ἑλληνίδας τὰς μὲν ἀναιρῶν, εἰς τὰς δὲ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ἐχρῆν, ἢ μή;
我现在也不谈这些事。但是,当那个人侵占优卑亚并构筑扼制阿提卡的桥头堡、图谋墨加拉、夺取俄柔斯、夷平波耳斯莫斯、在俄柔斯立菲利斯提德斯为僭主、在埃雷特里亚立克勒塔科斯为僭主、将赫勒斯滂置于自己掌控之下、围困拜占庭、摧毁一部分希腊城邦并向另一部分城邦送回流亡者时——他在做出这些行径时,究竟是在行不义、破坏誓约并撕毁和平,还是没有?希腊人当中究竟是否应当出现某个人来阻止这些事,还是不应当?
εἰ μὲν γὰρ μὴ ἐχρῆν, ἀλλὰ τὴν Μυσῶν λείαν καλουμένην τὴν Ἑλλάδʼ οὖσαν ὀφθῆναι3 ζώντων καὶ ὄντων Ἀθηναίων, περιείργασμαι μὲν ἐγὼ περὶ τούτων εἰπών, περιείργασται δʼ ἡ πόλις ἡ πεισθεῖσʼ ἐμοί, ἔστω δʼ ἀδικήματα πάνθʼ ἃ πέπρακται καὶ ἁμαρτήματʼ ἐμά. εἰ δʼ ἔδει τινὰ τούτων κωλυτὴν φανῆναι, τίνʼ ἄλλον ἢ τὸν Ἀθηναίων δῆμον προσῆκε γενέσθαι; ταῦτα τοίνυν ἐπολιτευόμην ἐγώ, καὶ ὁρῶν καταδουλούμενον πάντας ἀνθρώπους ἐκεῖνον ἠναντιούμην, καὶ προλέγων καὶ διδάσκων μὴ προΐεσθαι διετέλουν. καὶ μὴν τὴν εἰρήνην γʼ ἐκεῖνος ἔλυσε τὰ πλοῖα λαβών, οὐχ ἡ πόλις, Αἰσχίνη.
因为倘若不应当阻止,而任由希腊在雅典人尚存活于世时沦为所谓的“密细亚人的猎物”,那么我谈论这些事便是多管闲事,听从我劝告的城邦也是多管闲事,所做的一切尽可算作我的不义与过错!但倘若确实需要有人挺身阻止这些,除了雅典民众之外,由谁来担当此任才更为合适呢?因此,这些便是我的施政方针;目睹他在奴役所有人,我便挺身对抗,并始终预先告诫与教导不可放弃。而且,埃斯基涅斯啊,正是他通过扣押船只撕毁了和平,而不是城邦。
φέρε δʼ αὐτὰ τὰ ψηφίσματα καὶ τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, καὶ λέγʼ ἐφεξῆς· ἀπὸ γὰρ τούτων τίς τίνος αἴτιός ἐστι γενήσεται φανερόν. ΨΗΦΙΣΜΑ. "ἐπὶ ἄρχοντος Νεοκλέους, μηνὸς βοηδρομιῶνος, ἐκκλησία σύγκλητος ὑπὸ στρατηγῶν, Εὔβουλος Μνησιθέου Κόπριος εἶπεν· ἐπειδὴ προσήγγειλαν οἱ στρατηγοὶ ἐν τῇ ἐκκλησίᾳ ὡς ἄρα Λεωδάμαντα τὸν ναύαρχον καὶ τὰ μετʼ αὐτοῦ ἀποσταλέντα σκάφη εἴκοσι ἐπὶ τὴν τοῦ σίτου παραπομπὴν εἰς Ἑλλήσποντον ὁ παρὰ Φιλίππου στρατηγὸς Ἀμύντας καταγήοχεν εἰς Μακεδονίαν καὶ ἐν φυλακῇ ἔχει, ἐπιμεληθῆναι τοὺς πρυτάνεις καὶ τοὺς στρατηγοὺς ὅπως4 ἡ βουλὴ συναχθῇ καὶ αἱρεθῶσι πρέσβεις πρὸς Φίλιππον,"
来,拿上那些决议案本身和腓力的信件,依次宣读;因为从这些文件中,谁应对何事负责将会一目了然。 决议案 “在尼奥克莱斯任执政官之年,波德罗米昂月,在由将军们召集的特别民众大会上,科普鲁斯区姆涅西特奥斯之子欧布洛斯提议:鉴于将军们在大会上报告称,腓力麾下的将领阿明塔斯已将海军指挥官莱奥达马斯以及为护送粮食而随其派往赫勒斯滂的二十艘船只押往马其顿并予扣押,五百人会议主席团与将军们须负责召集议事会,并选派使节前往腓力处,”
- 67τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν κλεῖν κατεαγότα, τὴν χεῖρα, τὸ σκέλος πεπηρωμένον
这里的宾格名词(τὸν ὀφθαλμόν、τὴν κλεῖν、τὴν χεῖρα、τὸ σκέλος)均为“关系宾格”(希腊式宾格),用以指明身体受创的具体部位,分别修饰被动完成时分词(ἐκκεκομμένον、πεπηρωμένον)和具有被动态意义的第二主动完成时分词(κατεαγότα,源自 κατάγνυμι),作宾语 αὐτὸν τὸν Φίλιππον 的表语性补足语。
- 67πᾶν ὅ τι βουληθείη μέρος ἡ τύχη τοῦ σώματος παρελέσθαι, τοῦτο προϊέμενον
关系从句中的动词 βουληθείη 为用于泛指或假设性情境的希求式。先行词 πᾶν ... μέρος 被内化至关系从句中,并由分词主句中的指示代词 τοῦτο(作为 προϊέμενον 的直接宾语)相呼应,整体表示“凡命运想要剥夺他身体的任何部分,他都甘愿放弃”。
- 72τὴν Μυσῶν λείαν καλουμένην τὴν Ἑλλάδʼ οὖσαν ὀφθῆναι
短语 τὴν Μυσῶν λείαν καλουμένην 是表语性习语(意为“所谓密细亚人的猎物”,比喻毫无防备、任人宰割的对象)。它承接前文非人称动词 ἐχρῆν 所引出的宾格带不定式结构(ὀφθῆναι),与分词 οὖσαν 一同作宾格主语 τὴν Ἑλλάδα 的表语补足语。
- 73ἐπιμεληθῆναι τοὺς πρυτάνεις καὶ τοὺς στρατηγοὺς ὅπως
这是雅典法令(ψηφίσματα)中的程式化行政指令句式。由 εἶπεν(提议)引导宾格带不定式结构,不定式 ἐπιμεληθῆναι 承担实质上的命令职能(“应当负责办理……”),其逻辑主语为宾格的 τοὺς πρυτάνεις καὶ τοὺς στρατηγοὺς,后接 ὅπως 引导的努力从句与虚拟式动词(συναχθῇ, αἱρεθῶσι)。
