← 狄摩西尼

金冠辞

§59-66

辩护对外政策的必然性与抗击腓力的义务

德摩斯梯尼阐明论及全希腊事务是反驳起诉书所必需的,并指出在叛徒四起的局势下,雅典依其光荣传统唯有奋起抵抗腓力的霸权扩张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59

καί με μηδεὶς ἀπαρτᾶν ὑπολάβῃ τὸν λόγον τῆς γραφῆς, ἐὰν εἰς Ἑλληνικὰς πράξεις καὶ λόγους ἐμπέσω· ὁ γὰρ διώκων τοῦ ψηφίσματος τὸ λέγειν καὶ πράττειν τὰ ἄριστά με καὶ γεγραμμένος ταῦθʼ ὡς οὐκ ἀληθῆ, οὗτός ἐστιν ὁ τοὺς περὶ ἁπάντων τῶν ἐμοὶ πεπολιτευμένων λόγους οἰκείους καὶ ἀναγκαίους τῇ γραφῇ πεποιηκώς. εἶτα καὶ πολλῶν προαιρέσεων οὐσῶν τῆς πολιτείας τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις εἱλόμην ἐγώ, ὥστε καὶ τὰς ἀποδείξεις ἐκ τούτων δίκαιός εἰμι ποιεῖσθαι.1

并且,如果我论及全希腊的作为与言论,请不要有人以为我的话离开了起诉书;因为正是起诉决议案中称我言行皆为最善、并将此指控为不实的控告者本人,使得探讨我的一切从政作为成为切合起诉书且不可或缺的事。再者,在城邦政务存在诸多进路之时,我选择了涉及全希腊作为的那条进路,因此我也完全理应从这些事迹中做出论证。

§60

ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δʼ ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτʼ ἐπέστην ἐγὼ διεκωλύθη, ταῦτʼ ἀναμνήσω καὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών. πλεονέκτημʼ, ἄνδρες Ἀθηναῖοι, μέγʼ ὑπῆρξε Φιλίππῳ.

那么,至于腓力在我参政并向民众演说之前抢先占领并把持的事宜,我将略过不谈;因为我认为这些与我毫无干系。但是自从我主持这些事务的那一天起他所受阻的事,我将予以唤起并为此做出说明,仅需预先陈述这一点:雅典的男人们啊,腓力当时占据着巨大的优势。

§61

παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν, ἀλλʼ ἅπασιν ὁμοίως, φορὰν προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη γενέσθαι τοσαύτην ὅσην οὐδείς πω πρότερον μέμνηται γεγονυῖαν· οὓς συναγωνιστὰς καὶ συνεργοὺς λαβὼν καὶ πρότερον κακῶς τοὺς Ἕλληνας ἔχοντας πρὸς ἑαυτοὺς καὶ στασιαστικῶς ἔτι χεῖρον διέθηκε, τοὺς μὲν ἐξαπατῶν, τοῖς δὲ διδούς, τοὺς δὲ πάντα τρόπον διαφθείρων, καὶ διέστησεν εἰς μέρη πολλά, ἑνὸς τοῦ συμφέροντος ἅπασιν ὄντος, κωλύειν ἐκεῖνον μέγαν γίγνεσθαι.

因为在希腊人当中,并非在某些人中间,而是在所有人中间,同样出现了一大批叛徒、受贿者以及神明所憎恶之人,其数量之多是任何人记忆中前所未有的。他将这些人收为同盟与助手,使本就相互不睦且深陷派系纷争的希腊人陷入了更为糟糕的境地,他欺骗一部分人,收买一部分人,并用尽一切手段腐蚀另一部分人,从而将他们分化为诸多派别——尽管阻止腓力壮大本是所有人共同的唯一利益所在。

§62

ἐν τοιαύτῃ δὲ καταστάσει καὶ ἔτʼ ἀγνοίᾳ τοῦ συνισταμένου καὶ φυομένου κακοῦ τῶν ἁπάντων Ἑλλήνων ὄντων, δεῖ σκοπεῖν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, τί προσῆκον ἦν ἑλέσθαι πράττειν καὶ ποιεῖν τὴν πόλιν, καὶ τούτων λόγον παρʼ ἐμοῦ λαβεῖν· ὁ γὰρ ἐνταῦθʼ ἑαυτὸν τάξας τῆς πολιτείας εἴμʼ ἐγώ.

当全体希腊人处于如此境况、且尚未察觉正在聚集滋长之灾祸时,雅典的男人们啊,你们必须审视,城邦适宜选择何种作为与行动,并从我这里听取对此的陈述;因为正是本人将自己置于政务的这一岗位之上。

§63

πότερον αὐτὴν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημʼ ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὑτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει συγκατακτᾶσθαι Φιλίππῳ τὴν τῶν Ἑλλήνων ἀρχὴν καὶ τὰ τῶν προγόνων καλὰ καὶ δίκαιʼ ἀναιρεῖν; ἢ τοῦτο μὲν μὴ ποιεῖν, δεινὸν γὰρ ὡς ἀληθῶς, ἃ δʼ ἑώρα συμβησόμενα, εἰ μηδεὶς κωλύσει, καὶ προῃσθάνεθʼ, ὡς ἔοικεν, ἐκ πολλοῦ, ταῦτα περιιδεῖν γιγνόμενα;

埃斯基涅斯啊,城邦究竟应当抛弃自己的自豪与尊严,列身于色萨利人和多洛佩斯人的行列之中,与腓力共同攫取对希腊人的统治权,并摧毁先祖光荣而正义的传统吗?还是不应当做此事——因为那确实骇人听闻——而应当坐视那些她看到若无人阻止便会发生、且看来久已预见的事态成真呢?

§64

ἀλλὰ νῦν ἔγωγε τὸν μάλιστʼ ἐπιτιμῶντα τοῖς πεπραγμένοις ἡδέως ἂν ἐροίμην, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετʼ ἄν,2 πότερον τῆς συναιτίας τῶν συμβεβηκότων τοῖς Ἕλλησι κακῶν καὶ αἰσχρῶν, ἧς ἂν Θετταλοὺς καὶ τοὺς μετὰ τούτων εἴποι τις, ἢ τῆς περιεορακυίας ταῦτα γιγνόμενα ἐπὶ τῇ τῆς ἰδίας πλεονεξίας ἐλπίδι, ἧς ἂν Ἀρκάδας καὶ Μεσσηνίους καὶ Ἀργείους θείημεν.

然而此刻,我倒很想问问那个对以往作为责难最甚的人:他究竟希望城邦归属于哪一类派别?是成为希腊人所遭遇的灾难与耻辱的帮凶之派,如人们可以指称的色萨利人及其同伙?还是为了自身私利的指望而坐视这一切发生之派,如我们可以列入的阿卡迪亚人、墨塞尼亚人和阿尔戈斯人?

§65

ἀλλὰ καὶ τούτων πολλοί, μᾶλλον δὲ πάντες, χεῖρον ἡμῶν ἀπηλλάχασιν. καὶ γὰρ εἰ μὲν ὡς ἐκράτησε Φίλιππος ᾤχετʼ εὐθέως ἀπιὼν καὶ μετὰ ταῦτʼ ἦγεν ἡσυχίαν, μήτε τῶν αὑτοῦ συμμάχων μήτε τῶν ἄλλων Ἑλλήνων μηδένα μηδὲν λυπήσας, ἦν ἄν τις κατὰ τῶν ἐναντιωθέντων οἷς ἔπραττεν ἐκεῖνος μέμψις καὶ κατηγορία· εἰ δʼ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν, τὴν ἐλευθερίαν περιείλετο, μᾶλλον δὲ καὶ τὰς πολιτείας, ὅσων ἐδύνατο, πῶς οὐχ ἁπάντων ἐνδοξόταθʼ ὑμεῖς ἐβουλεύσασθʼ ἐμοὶ πεισθέντες;

然而他们中的许多人,更确切地说是所有人,其下场都比我们还要凄惨。因为假使腓力在获胜之后立即离去,此后便安居无事,既不侵扰他自己的盟友,也不侵扰其余的任何希腊人,那么针对反对他作为的人或许尚有某些指责与控告的余地;但如果他同样剥夺了所有人的尊严、霸权与自由,甚至在可能所及之处剥夺了各邦的政体,那么你们听从我的劝告所做出的决断,难道不是所有人中最光荣的吗?

§66

ἀλλʼ ἐκεῖσʼ ἐπανέρχομαι. τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν ἑαυτῷ κατασκευαζόμενον Φίλιππον; ἢ τί τὸν σύμβουλον ἔδει λέγειν ἢ γράφειν τὸν Ἀθήνησιν (καὶ γὰρ τοῦτο πλεῖστον διαφέρει), ὃς συνῄδειν μὲν3 ἐκ παντὸς τοῦ χρόνου μέχρι τῆς ἡμέρας ἀφʼ ἧς αὐτὸς ἐπὶ τὸ βῆμʼ ἀνέβην, ἀεὶ περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης ἀγωνιζομένην τὴν πατρίδα, καὶ πλείω καὶ χρήματα καὶ σώματʼ ἀνηλωκυῖαν ὑπὲρ φιλοτιμίας καὶ τῶν πᾶσι συμφερόντων ἢ τῶν ἄλλων Ἑλλήνων ὑπὲρ αὑτῶν ἀνηλώκασιν ἕκαστοι,

但我还是要回到那个问题。埃斯基涅斯啊,当城邦看到腓力正在为自己构筑对希腊人的统治与僭主权势时,她应当做些什么?或者,雅典的参谋——因为这关涉极大——究竟应当进言或提议什么?要知道,这位参谋深知祖国自古以来直到我自己登上讲坛的那一天,始终在为首位、荣誉与声望而战,为了追求荣誉与全体的共同利益所耗费的财物与生命,比其他希腊各邦各自为自身所耗费的还要多。

语法注3 条
  1. 59δίκαιός εἰμι ποιεῖσθαι

    人称构文(形容词+不定式)。希腊语习惯上将主语人称化为 ἐγώ 并使形容词用主格 δίκαιος,用以替代无人称结构 δίκαιόν ἐστιν ἐμὲ ποιεῖσθαι(“我做……是正当的”),意为“我有权做出……”或“我做……是完全正当的”。

  2. 64τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετʼ ἄν

    τῆς ποίας μερίδος 为依附于 γενέσθαι 的表语属格(表示归属或党派),意为“城邦属于哪一个派别”。其后的 πότερον τῆς συναιτίας... ἢ τῆς περιεορακυίας... 与该属格短语构成同位成分,表示二者择一的两个派别。

  3. 66ὃς συνῄδειν μὲν

    关系代词 ὃς 先行词为第三人称的 τὸν σύμβουλον ... τὸν Ἀθήνησιν(“在雅典的参谋”),但因演说者德摩斯梯尼本人即是该参谋,故动词采用第一人称过去完成时 συνῄδειν(具未完成体意义,“我深知”)。此外,后接的分词短语 ἀγωνιζομένην(与 τὴν πατρίδα 连用)及 ἀνηλωκυῖαν 作表示认知的动词 σύνοιδα 的宾语补充分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:59-66