- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:50-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼痛斥埃斯基涅斯只是亚历山大的雇工而非宾客朋友,并得到在场民众的认同。随后,他命人宣读起诉书,并确立了完全按照起诉书的指控顺序逐一论证自身政治功绩与法令合法性的辩护方针。
καὶ περὶ μὲν τῶν τότε πραχθέντων ἔχων ἔτι πολλὰ λέγειν, καὶ ταῦθʼ ἡγοῦμαι πλείω τῶν ἱκανῶν εἰρῆσθαι. αἴτιος δʼ οὗτος, ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασκεδάσας, ἣν ἀναγκαῖον ἦν πρὸς τοὺς νεωτέρους τῶν πεπραγμένων1 ἀπολύσασθαι. παρηνώχλησθε δʼ ἴσως οἱ καὶ πρὶν ἔμʼ εἰπεῖν ὁτιοῦν εἰδότες τὴν τούτου τότε μισθαρνίαν.
关于当时发生的事情,虽然我还有许多话可说,但我认为所讲的已经远远足够了。罪魁祸首正是此人,他把自身卑劣与罪行的陈酒秽物倾倒在我身上,使我不得不针对那些未经历当年事件的后生之辈将之洗刷干净。然而,在座各位甚至在我开口之前就已经深知他当时的受雇领饷之举,或许早已觉得厌烦了。
καίτοι φιλίαν γε καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί ἐγώ σοι ξενίαν Ἀλεξάνδρου; πόθεν λαβόντι ἢ πῶς ἀξιωθέντι; οὔτε Φιλίππου ξένον οὔτʼ Ἀλεξάνδρου φίλον εἴποιμʼ ἂν ἐγώ σε, οὐχ οὕτω μαίνομαι, εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας φίλους καὶ ξένους δεῖ καλεῖν τῶν μισθωσαμένων.
尽管如此,他竟把它称作友谊与宾客之交,刚才他还在演说中某处说道: ‘那个指责我与亚历山大有宾客之交的人。’ 我指责你有亚历山大的宾客之交?你是从何得来,又是凭什么配得上的?我绝不会把你称作腓力的宾客,或是亚历山大的朋友;我还没有疯到那种地步——除非割麦的短工以及为了报酬从事其他劳作的人,也应当被称为雇用者的朋友和宾客。
ἀλλὰ μισθωτὸν ἐγώ σε Φιλίππου πρότερον καὶ νῦν Ἀλεξάνδρου καλῶ, καὶ οὗτοι πάντες. εἰ δʼ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ τοῦθʼ ὑπὲρ σοῦ ποιήσω. πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου; ἀκούεις ἃ λέγουσιν.
相反,我把你称作先前腓力的雇工,而如今是亚历山大的雇工;这里的每一个人也是如此称呼你。如果你不相信,就问问他们吧;或者,干脆由我替你来问。雅典的男人们啊,在你们看来,埃斯基涅斯究竟是亚历山大的雇工,还是他的宾客呢?——你听到他们怎么说了吧。
βούλομαι τοίνυν ἤδη καὶ περὶ τῆς γραφῆς αὐτῆς ἀπολογήσασθαι καὶ διεξελθεῖν τὰ πεπραγμένʼ ἐμαυτῷ, ἵνα καίπερ εἰδὼς Αἰσχίνης ὅμως ἀκούσῃ διʼ ἅ φημι καὶ τούτων τῶν προβεβουλευμένων καὶ πολλῷ μειζόνων ἔτι τούτων δωρειῶν δίκαιος εἶναι τυγχάνειν. καί μοι λέγε τὴν γραφὴν αὐτὴν λαβών. ΓΡΑΦΗ.
因此,我现在切望就起诉书本身进行辩护,并逐一陈述我自己的作为,好让埃斯基涅斯即便心知肚明,也仍旧听一听我究竟凭什么认为自己理应获得预案所提议的这些奖赏,乃至比这些大得多的奖赏。请把起诉书本身拿来读给我听。
"ἐπὶ Χαιρώνδου ἄρχοντος, ἐλαφηβολιῶνος ἕκτῃ ἱσταμένου, Αἰσχίνης Ἀτρομήτου Κοθωκίδης ἀπήνεγκε πρὸς τὸν ἄρχοντα παρανόμων κατὰ Κτησιφῶντος τοῦ Λεωσθένους Ἀναφλυστίου, ὅτι ἔγραψε παράνομον ψήφισμα, ὡς ἄρα δεῖ στεφανῶσαι Δημοσθένην Δημοσθένους Παιανιέα χρυσῷ στεφάνῳ, καὶ ἀναγορεῦσαι ἐν τῷ θεάτρῳ Διονυσίοις τοῖς μεγάλοις, τραγῳδοῖς καινοῖς, ὅτι στεφανοῖ ὁ δῆμος Δημοσθένην Δημοσθένους Παιανιέα χρυσῷ στεφάνῳ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἴς τε τοὺς Ἕλληνας ἅπαντας καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνδραγαθίας, καὶ διότι διατελεῖ πράττων καὶ λέγων τὰ βέλτιστα τῷ δήμῳ καὶ πρόθυμός ἐστι ποιεῖν ὅ τι ἂν δύνηται ἀγαθόν,"
起诉书 ‘在海隆达斯任执政官之年,埃拉斐博利翁月初六,科托客代区的阿特罗墨托斯之子埃斯基涅斯,向执政官递交了针对阿纳弗吕斯托斯区的莱奥斯泰涅斯之子克特西丰的违宪提案公诉,控告他提出了一项非法的决议案,称应当授予培阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼一顶金冠,并于大狄奥尼索斯节在剧场新悲剧上演之际公开宣布:“民众为培阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼加冕金冠,因其对全体希腊人及雅典民众始终怀有的美德、善意与英勇,且因其始终为民众行事、进言最善之事,并竭力行一切所能行之善事;”’
"πάντα ταῦτα ψευδῆ γράψας καὶ παράνομα, τῶν νόμων οὐκ ἐώντων πρῶτον μὲν ψευδεῖς γραφὰς εἰς τὰ δημόσια γράμματα καταβάλλεσθαι, εἶτα τὸν ὑπεύθυνον στεφανοῦν (ἔστι δὲ Δημοσθένης τειχοποιὸς καὶ ἐπὶ τῷ θεωρικῷ τεταγμένος), ἔτι δὲ μὴ ἀναγορεύειν τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδῶν τῇ καινῇ, ἀλλʼ ἐὰν μὲν ἡ βουλὴ στεφανοῖ, ἐν τῷ βουλευτηρίῳ ἀνειπεῖν, ἐὰν δὲ ἡ πόλις, ἐν πυκνὶ τῇ ἐκκλησίᾳ. τίμημα τάλαντα πεντήκοντα. κλήτορες Κηφισοφῶν Κηφισοφῶντος Ῥαμνούσιος, Κλέων Κλέωνος Κοθωκίδης."
‘克特西丰所书写的这一切皆属虚妄且违法,因为法律首先不允许将虚假陈述载入公文,其次不允许为未经账目审计者加冕(而德摩斯梯尼是城墙修造官及观剧金管理人),再者不允许在大狄奥尼索斯节新悲剧上演时在剧场宣布加冕,而是规定若由议事会加冕,则在议事厅宣布;若由城邦加冕,则在普纽克斯的公民大会上宣布。索赔金额:五十塔兰同。传唤证人:拉姆努斯区的凯菲索丰之子凯菲索丰,科托客代区的克莱翁之子克莱翁。’
ἃ μὲν διώκει τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἐστίν. ἐγὼ δʼ ἀπʼ αὐτῶν τούτων πρῶτον οἶμαι δῆλον ὑμῖν ποιήσειν ὅτι πάντα δικαίως ἀπολογήσομαι· τὴν γὰρ αὐτὴν τούτῳ ποιησάμενος τῶν γεγραμμένων τάξιν περὶ πάντων ἐρῶ καθʼ ἕκαστον ἐφεξῆς καὶ οὐδὲν ἑκὼν παραλείψω.
雅典的男人们啊,以上就是他在该决议案中追究的各项内容。但我认为,首先正是根据这些内容本身,我便能向你们表明我将完全光明正大地进行辩护;因为我将采取与他起诉书中完全相同的顺序,依次就每一项逐一论述,绝不故意遗漏任何一点。
τοῦ μὲν οὖν γράψαι2 πράττοντα καὶ λέγοντα τὰ βέλτιστά με τῷ δήμῳ διατελεῖν καὶ πρόθυμον εἶναι ποιεῖν ὅ τι ἂν δύνωμαι ἀγαθόν, καὶ ἐπαινεῖν ἐπὶ τούτοις, ἐν τοῖς πεπολιτευμένοις τὴν κρίσιν εἶναι νομίζω· ἀπὸ γὰρ τούτων ἐξεταζομένων εὑρεθήσεται εἴτʼ ἀληθῆ περὶ ἐμοῦ γέγραφε Κτησιφῶν ταῦτα καὶ προσήκοντα εἴτε καὶ ψευδῆ· τὸ δὲ μὴ προσγράψαντα3 ἐπειδὰν τὰς εὐθύνας δῶ στεφανοῦν, καὶ ἀνειπεῖν ἐν τῷ θεάτρῳ τὸν στέφανον κελεῦσαι, κοινωνεῖν μὲν ἡγοῦμαι καὶ τοῦτο τοῖς πεπολιτευμένοις, εἴτʼ ἄξιός εἰμι τοῦ στεφάνου καὶ τῆς ἀναρρήσεως τῆς ἐν τούτοις εἴτε καὶ μή· ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ, καθʼ οὓς ταῦτα γράφειν ἐξῆν τούτῳ. οὑτωσὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαίως καὶ ἁπλῶς τὴν ἀπολογίαν ἔγνωκα ποιεῖσθαι, βαδιοῦμαι δʼ ἐπʼ αὔθʼ ἃ πέπρακταί μοι.
那么,关于起草称我始终为民众行事、进言最善之事并竭力行一切所能行之善事,并因此予以表彰这一点,我认为裁决在于我的从政作为;因为正是通过对这些作为的审视,才能查明克特西丰关于我的这些记载究竟是真实得当,还是虚假欺妄;至于在未附加 ‘待其结清账目审计之后’这一条款便提议加冕,并命令在剧场宣布授予金冠,我认为这也与我的从政作为息息相关,关涉我是否配得金冠以及在这些人面前的宣布;然而,我以为还必须出示诸项法律,证明依据这些法律他完全有权这样起草。雅典的男人们啊,我决意以此种公正而坦荡的方式进行辩护,接下来我将直接探讨我自己的实际作为。
- 50νεωτέρους τῶν πεπραγμένων
τῶν πεπραγμένων 是由比较级 νεωτέρους 所支配的比较属格,字面意为“比那些发生之事更年轻的人”,即指因年齿尚轻而未曾亲身经历当年事件的后生世代。
- 57τοῦ μὲν οὖν γράψαι
带定冠词的不定式短语 τοῦ ... γράψαι 是置于句首的关系属格(“关于提议……而言”),为后文的宾格不定式从句(ἐν τοῖς πεπολιτευμένοις τὴν κρίσιν εἶναι νομίζω)设定了论述的主题范围。
- 58τὸ δὲ μὴ προσγράψαντα
定冠词 τό 使后文的不定式 στεφανοῦν 名词化,形成表示话题的宾格。分词 προσγράψαντα 采用宾格,是因为它与不定式 στεφανοῦν 的逻辑主语(克特西丰)在宾格加不定式结构中保持一致。
