← 狄摩西尼

金冠辞

§42-49

希腊各邦的屈服与叛徒的下场

演说者回到正题论证,说明希腊各邦如何因政客受贿与民众怠惰而落入腓力之手,揭示叛徒终遭唾弃的必然结局,并指出正是自己的坚定抵抗才使这些受贿之徒至今得以苟全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42

ἀλλὰ γὰρ ἐμπέπτωκʼ εἰς λόγους, οὓς αὐτίκα μᾶλλον ἴσως ἁρμόσει λέγειν. ἐπάνειμι δὴ πάλιν ἐπὶ τὰς ἀποδείξεις, ὡς τὰ τούτων ἀδικήματα τῶν νυνὶ παρόντων πραγμάτων γέγονʼ αἴτια. ἐπειδὴ γὰρ ἐξηπάτησθε μὲν ὑμεῖς ὑπὸ τοῦ Φιλίππου διὰ τούτων τῶν ἐν ταῖς πρεσβείαις μισθωσάντων ἑαυτοὺς καὶ οὐδὲν ἀληθὲς ὑμῖν ἀπαγγειλάντων, ἐξηπάτηντο δʼ οἱ ταλαίπωροι Φωκεῖς καὶ ἀνῄρηνθʼ αἱ πόλεις αὐτῶν, τί ἐγένετο;

然而,我所涉及的话题,或许稍后再讲更为合适。因此,我将重新回到论证上来,证明正是这些人的不法行径造成了眼前的局势。 因为,当你们因这些在使团中出卖自己、未向你们汇报任何实情的人而受腓力欺骗,可怜的福基斯人也被欺骗且他们的城邦遭到毁灭时,发生了什么呢?

§43

οἱ μὲν κατάπτυστοι Θετταλοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον, εὐεργέτην, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο· πάντʼ ἐκεῖνος ἦν αὐτοῖς· οὐδὲ φωνὴν ἤκουον εἴ τις ἄλλο τι βούλοιτο λέγειν. ὑμεῖς δʼ ὑφορώμενοι τὰ πεπραγμένα καὶ δυσχεραίνοντες ἤγετε τὴν εἰρήνην ὅμως· οὐ γὰρ ἦν ὅ τι ἂν ἐποιεῖτε.1 καὶ οἱ ἄλλοι δʼ Ἕλληνες, ὁμοίως ὑμῖν πεφενακισμένοι καὶ διημαρτηκότες ὧν ἤλπισαν, ἦγον τὴν εἰρήνην ἄσμενοι, καὶ αὐτοὶ τρόπον τινʼ ἐκ πολλοῦ πολεμούμενοι.

那些可鄙的色萨利人和麻木的底比斯人将腓力视作朋友、恩人和救主;对他们而言他就是一切,若有人想说些别的话,他们连声音都不愿听。而你们,虽然对所发生的一切心存戒备、深感不满,却仍旧维持着和约;因为你们别无他法。其他希腊人同样像你们一样受了蒙骗,期望落空,也欣然维持着和约,尽管他们自己在某种程度上早就受到了攻击。

§44

ὅτε γὰρ περιιὼν Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖθʼ ὑφʼ ἑαυτῷ, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε πάντες ἐφʼ οὓς ταῦτα παρεσκευάζετʼ ἐκεῖνος ἐπολεμοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ.

因为当腓力四处征伐,征服伊利里亚人和特里巴洛伊人,甚至一部分希腊人,将庞大而众多的军力收归自己麾下,而各城邦中有些人凭借和约带来的便利前往那里并受到收买时——此人便是其中之一——那时他作这些准备所针对的所有人其实都已处于受攻击的状态中。如果他们没有察觉到这一点,那是另一回事,与我无关。

§45

ἐγὼ μὲν γὰρ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρʼ ὑμῖν ἀεὶ καὶ ὅποι πεμφθείην· αἱ δὲ πόλεις ἐνόσουν, τῶν μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων καὶ διαφθειρομένων ἐπὶ χρήμασι, τῶν δʼ ἰδιωτῶν καὶ πολλῶν τὰ μὲν οὐ προορωμένων, τὰ δὲ τῇ καθʼ ἡμέραν ῥᾳστώνῃ καὶ σχολῇ δελεαζομένων, καὶ τοιουτονί τι πάθος πεπονθότων ἁπάντων, πλὴν οὐκ ἐφʼ ἑαυτοὺς ἑκάστων οἰομένων τὸ δεινὸν ἥξειν καὶ διὰ τῶν ἑτέρων κινδύνων τὰ ἑαυτῶν ἀσφαλῶς σχήσειν ὅταν βούλωνται.

因为我本人无论是在你们面前,还是无论被派往何处,都始终在预先警告并郑重作证;然而各城邦已经病入膏肓:主持国政与行事之人受贿并因金钱而腐化,普通的平民大众则要么缺乏远见,要么被日常的安逸与闲暇所诱惑,所有人都染上了某种类似的病态,只不过每个人都以为危险不会降临到自己头上,并且自以为只要他们愿意,就能凭借他人的危险来保全自身的安全。

§46

εἶτʼ, οἶμαι, συμβέβηκε τοῖς μὲν πλήθεσιν ἀντὶ τῆς πολλῆς καὶ ἀκαίρου ῥᾳθυμίας τὴν ἐλευθερίαν ἀπολωλεκέναι, τοῖς δὲ προεστηκόσι καὶ τἄλλα πλὴν ἑαυτοὺς οἰομένοις πωλεῖν πρώτους ἑαυτοὺς πεπρακόσιν αἰσθέσθαι·2 ἀντὶ γὰρ φίλων καὶ ξένων ἃ τότʼ ὠνομάζοντο ἡνίκʼ ἐδωροδόκουν, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ τἄλλʼ ἃ προσήκει πάντʼ ἀκούουσιν.3

于是,依我之见,结果便是:大众以其深重且不合时宜的怠惰换来了自由的丧失,而那些身居首位、自以为在出卖除自身以外一切事物的人,却发觉自己最先出卖的正是他们自己;因为他们不再被称为当年受贿时的‘朋友’和‘宾客’,如今听到的全都是‘谄媚者’、‘神明之敌’以及所有其他应得的骂名。

§47

οὐδεὶς γάρ, ἄνδρες Ἀθηναῖοι, τὸ τοῦ προδιδόντος συμφέρον ζητῶν χρήματʼ ἀναλίσκει, οὐδʼ ἐπειδὰν ὧν ἂν πρίηται κύριος γένηται τῷ προδότῃ συμβούλῳ περὶ τῶν λοιπῶν ἔτι χρῆται· οὐδὲν γὰρ ἂν ἦν εὐδαιμονέστερον προδότου. ἀλλʼ οὐκ ἔστι ταῦτα· πόθεν; πολλοῦ γε καὶ δεῖ. ἀλλʼ ἐπειδὰν τῶν πραγμάτων ἐγκρατὴς ὁ ζητῶν ἄρχειν καταστῇ, καὶ τῶν ταῦτʼ ἀποδομένων δεσπότης ἐστί, τὴν δὲ πονηρίαν εἰδὼς τότε δή, τότε καὶ μισεῖ καὶ ἀπιστεῖ καὶ προπηλακίζει.

雅典的男人们啊,因为绝没有任何人是为了出卖者的利益而花钱的,也没有人在成了所购之物的主人之后,还会继续把叛徒留作处理其余事务的谋士;否则,就没有什么人比叛徒更幸福了。但事实绝非如此;怎么可能呢?差得太远了!相反,当谋求统治者掌控了大局之后,他也就是这些出卖之人的主人了;正因为深知他们的卑劣,就在那时,就在那时他既憎恨他们、不信任他们,又侮辱他们。

§48

σκοπεῖτε δέ· καὶ γὰρ εἰ παρελήλυθʼ ὁ τῶν πραγμάτων καιρός, ὁ τοῦ γʼ εἰδέναι τὰ τοιαῦτα καιρὸς ἀεὶ πάρεστι τοῖς εὖ φρονοῦσι. μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σῖμος ὁ Λαρισαῖος, ἕως Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν. εἶτʼ ἐλαυνομένων καὶ ὑβριζομένων καὶ τί κακὸν οὐχὶ πασχόντων πᾶσʼ ἡ οἰκουμένη μεστὴ γέγονεν. τί δʼ Ἀρίστρατος ἐν Σικυῶνι, καὶ τί Πέριλλος ἐν Μεγάροις; οὐκ ἀπερριμμένοι;

请看吧:即便行动的时机已经过去,对于明理之人而言,知晓此类道理的时机却永远都在。拉斯特尼斯被称为‘朋友’,直到他出卖了奥林苏斯;蒂莫拉奥斯被称为‘朋友’,直到他毁灭了底比斯;埃乌迪科斯与拉里萨的西姆斯被称为‘朋友’,直到他们把色萨利置于腓力的掌控之下。随后,被驱逐、受凌辱、遭受各种厄运的人填满了整个文明世界。西库翁的阿里斯特拉托斯如何?墨伽拉的佩里洛斯又如何?他们难道不是已被弃如敝履了吗?

§49

ἐξ ὧν καὶ σαφέστατʼ ἄν τις ἴδοι ὅτι ὁ μάλιστα φυλάττων τὴν αὑτοῦ πατρίδα καὶ πλεῖστʼ ἀντιλέγων τούτοις, οὗτος ὑμῖν, Αἰσχίνη, τοῖς προδιδοῦσι καὶ μισθαρνοῦσιν τὸ ἔχειν ἐφʼ ὅτῳ δωροδοκήσετε περιποιεῖ, καὶ διὰ τοὺς πολλοὺς τουτωνὶ καὶ τοὺς ἀνθισταμένους τοῖς ὑμετέροις βουλήμασιν ὑμεῖς ἐστὲ σῷοι καὶ ἔμμισθοι, ἐπεὶ διά γʼ ὑμᾶς αὐτοὺς πάλαι ἂν ἀπωλώλειτε.4

从这些事情中,任何人都可以极其清楚地看出:正是那个最全力保卫自己祖国、最坚决反对这些人的人,埃斯基涅斯啊,才为你们这些出卖国家、受雇领饷之辈保全了可供你们受贿的本钱;正是由于这绝大多数的公民和反抗你们企图的人,你们才得以安全并继续领受报酬;因为单凭你们自己,你们早就灭亡了。

语法注4 条
  1. 43οὐ γὰρ ἦν ὅ τι ἂν ἐποιεῖτε

    由关系代词 ὅ τι 引导的定语从句,搭配 ἄν 与未完成过去时直陈式 ἐποιεῖτε,表达过去潜在或反事实的含义(“你们当时本无其他任何可做之事”)。主句 ἦν 则陈述过去事实的否定。

  2. 46τοῖς δὲ προεστηκόσι καὶ τἄλλα πλὴν ἑαυτοὺς οἰομένοις πωλεῖν πρώτους ἑαυτοὺς πεπρακόσιν αἰσθέσθαι

    承接无人称动词 συμβέβηκε(“落得……结果”)。与格短语 τοῖς δὲ προεστηκόσι 与分词 πεπρακόσιν(与格)同格呼应,充当不定式 αἰσθέσθαι 的语义主体。知觉动词 αἰσθάνομαι 的补充从属分词受主干与格支配,发生格引申(case attraction),因而使用与格 πεπρακόσιν 而非宾格(ἑαυτοὺς πεπρακότας)。

  3. 46ἀντὶ γὰρ φίλων καὶ ξένων ἃ τότʼ ὠνομάζοντο... νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ τἄλλʼ ἃ προσήκει πάντʼ ἀκούουσιν

    动词 ἀκούουσιν 在此作被动惯用意义“被称为/受评价”(相当于拉丁语 bene/male audire),带有主格补足语 κόλακες καὶ θεοῖς ἐχθροί。它与前句的 ὠνομάζοντο 形成语义对立,意为“从前被称为朋友,如今却被称为谄媚者”。

  4. 49ἐπεὶ διά γʼ ὑμᾶς αὐτοὺς πάλαι ἂν ἀπωλώλειτε

    连词 ἐπεί 带有紧缩的驳斥含义(“否则的话”,“若非如此”),后接 ἄν 与过去完成时直陈式 ἀπωλώλειτε,构成过去反事实假设的归结句(“单凭你们自己,你们早就灭亡了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:42-49