- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:36-41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼出示卡利斯梯尼的决议案与腓力的信件,揭露埃斯基涅斯的背叛如何导致福基斯灭亡及雅典人被迫坚壁清野,并斥责埃斯基涅斯如今虚伪地哀悼受害者。
ταῦτα δʼ ἀσμένως τινὲς ἤκουον αὐτοῦ διὰ τὴν τόθʼ ὑποῦσαν ἀπέχθειαν πρὸς τοὺς Θηβαίους. τί οὖν συνέβη μετὰ ταῦτʼ εὐθύς, οὐκ εἰς μακράν; τοὺς μὲν Φωκέας ἀπολέσθαι καὶ κατασκαφῆναι τὰς πόλεις αὐτῶν,1 ὑμᾶς δʼ ἡσυχίαν ἀγαγόντας καὶ τούτῳ πεισθέντας μικρὸν ὕστερον σκευαγωγεῖν ἐκ τῶν ἀγρῶν, τοῦτον δὲ χρυσίον λαβεῖν, καὶ ἔτι πρὸς τούτοις τὴν μὲν ἀπέχθειαν τὴν πρὸς Θηβαίους καὶ Θετταλοὺς τῇ πόλει γενέσθαι, τὴν δὲ χάριν τὴν ὑπὲρ τῶν πεπραγμένων Φιλίππῳ.
由于当时对底比斯人普遍存在着敌意,有些人欣然听信了他所说的这些话。那么,在这之后随即、并且在不久之后发生了什么呢?福基斯人灭亡了,他们的城邦被夷为平地;你们因为保持安静并听信了这个家伙,不久之后不得不把家当从乡野搬运进城;而他得到了金子;除此以外,城邦招致了底比斯人和色萨利人的敌意,而对于所做之事的感激之情全归了腓力。
ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, λέγε μοι τό τε τοῦ Καλλισθένους ψήφισμα καὶ τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, ἐξ ὧν ἀμφοτέρων ταῦθʼ ἅπανθʼ ὑμῖν ἔσται φανερά. λέγε. ΨΗΦΙΣΜΑ. "ἐπὶ Μνησιφίλου ἄρχοντος, σύγκλητος ἐκκλησία ὑπὸ στρατηγῶν καὶ πρυτάνεων, βουλῆς γνώμη, μαιμακτηριῶνος δεκάτῃ ἀπιόντος, Καλλισθένης Ἐτεονίκου Φαληρεὺς εἶπε μηδένα Ἀθηναίων μηδεμιᾷ παρευρέσει ἐν τῇ χώρᾳ κοιταῖον γίγνεσθαι, ἀλλʼ ἐν ἄστει καὶ Πειραιεῖ, ὅσοι μὴ ἐν τοῖς φρουρίοις εἰσὶν ἀποτεταγμένοι· τούτων δʼ ἑκάστους ἣν παρέλαβον τάξιν διατηρεῖν μήτε ἀφημερεύοντας μήτε ἀποκοιτοῦντας."
为了证明事实确是如此,请把卡利斯梯尼的决议案以及腓力的信件读给我听;从这两份文件中,这一切对你们都将一清二楚。读吧。 决议案。 “在姆涅西菲罗斯担任执政官之年,由将军们和轮值主席团召集的特别公民大会上,依五百人议事会的决议,迈马克特里昂月二十一日,法勒隆区的埃特奥尼科斯之子卡利斯梯尼提议:任何雅典人在任何借口下均不得在乡间过夜,而必须在城中或比雷埃夫斯过夜,但被派驻在要塞中者除外;驻防要塞者每人必须坚守所分配的岗位,白天不得擅离,夜间亦不得在外过夜。”
"ὃς δʼ ἂν ἀπειθήσῃ τῷδε τῷ ψηφίσματι, ἔνοχος ἔστω τοῖς τῆς προδοσίας ἐπιτιμίοις, ἐὰν μή τι ἀδύνατον ἐπιδεικνύῃ περὶ ἑαυτόν· περὶ δὲ τοῦ ἀδυνάτου ἐπικρινέτω ὁ ἐπὶ τῶν ὅπλων στρατηγὸς καὶ ὁ ἐπὶ τῆς διοικήσεως καὶ ὁ γραμματεὺς τῆς βουλῆς. κατακομίζειν δὲ καὶ τὰ ἐκ τῶν ἀγρῶν πάντα τὴν ταχίστην, τὰ μὲν ἐντὸς σταδίων ἑκατὸν εἴκοσι εἰς ἄστυ καὶ Πειραιᾶ, τὰ δὲ ἐκτὸς σταδίων ἑκατὸν εἴκοσι εἰς Ἐλευσῖνα καὶ Φυλὴν καὶ Ἄφιδναν καὶ Ῥαμνοῦντα καὶ Σούνιον. εἶπε Καλλισθένης Φαληρεύς." ἆρʼ ἐπὶ ταύταις ταῖς ἐλπίσι τὴν εἰρήνην ἐποιεῖσθε, ἢ ταῦτʼ ἐπηγγέλλεθʼ ὑμῖν οὗτος ὁ μισθωτός;
“凡违抗本决议者,应处以叛国之刑,除非其能证明自身存在某种不可抗力;关于不可抗力的判定,由重装步兵将军、财务行政官以及五百人议事会书记官裁决。同时,应当尽快把乡间所有的财物运入:距城一百二十斯塔狄昂以内的,运往城中和比雷埃夫斯;一百二十斯塔狄昂以外的,运往埃勒乌西斯、菲勒、阿菲德纳、拉姆努斯和苏尼翁。法勒隆区的卡利斯梯尼提议。” 难道你们是抱有这样的期待缔结和约的吗?抑或是这个被收买的雇工向你们承诺了这些吗?
λέγε δὴ τὴν ἐπιστολὴν ἣν ἔπεμψε Φίλιππος μετὰ ταῦτα. ΕΠΙΣΤΟΛΗ. "Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἴστε ἡμᾶς παρεληλυθότας εἴσω Πυλῶν καὶ τὰ κατὰ τὴν Φωκίδα ὑφʼ ἑαυτοὺς πεποιημένους, καὶ ὅσα μὲν ἑκουσίως προσετίθετο τῶν πολισμάτων, φρουρὰς εἰσαγηοχότας, τὰ δὲ μὴ ὑπακούοντα κατὰ κράτος λαβόντες καὶ ἐξανδραποδισάμενοι κατεσκάψαμεν. ἀκούων δὲ καὶ ὑμᾶς παρασκευάζεσθαι βοηθεῖν αὐτοῖς γέγραφα ὑμῖν, ἵνα μὴ πλεῖον ἐνοχλῆσθε περὶ τούτων· τοῖς μὲν γὰρ ὅλοις οὐδὲν μέτριόν μοι δοκεῖτε ποιεῖν, τὴν εἰρήνην συνθέμενοι καὶ ὁμοίως ἀντιπαρεξάγοντες, καὶ ταῦτα οὐδὲ συμπεριειλημμένων τῶν Φωκέων ἐν ταῖς κοιναῖς ἡμῶν συνθήκαις. ὥστε ἐὰν μὴ ἐμμένητε τοῖς ὡμολογημένοις, οὐδὲν προτερήσετε ἔξω τοῦ ἐφθακέναι ἀδικοῦντες.2"
现在请宣读腓力在此之后送来的信件。 信件。 “马其顿国王腓力向雅典五百人议事会和公民大会致意。须知我们已经越过皮莱关,将福基斯的局势置于自己的掌控之下;对于那些自愿归顺的城邑,我们已派驻驻军;对于那些拒不服从的,我们强行攻克,将其居民沦为奴隶并夷平其城邑。得知你们也正准备发兵援助他们,我特写信告知你们,免得你们在此事上再劳心费力;因为在总的看来,你们似乎行事全无节度,明明缔结了和约,却同样整军与我们对抗,况且福基斯人根本没有包括在我们的共同和约之内。因此,如果你们不遵守商定的条款,除了先行违约不义之外,你们将一无所获。”
ἀκούεθʼ ὡς σαφῶς δηλοῖ καὶ διορίζεται ἐν τῇ πρὸς ὑμᾶς ἐπιστολῇ πρὸς τοὺς αὑτοῦ συμμάχους,3 ὅτι ἐγὼ ταῦτα πεποίηκʼ ἀκόντων Ἀθηναίων καὶ λυπουμένων, ὥστʼ εἴπερ εὖ φρονεῖτʼ, ὦ Θηβαῖοι καὶ Θετταλοί, τούτους μὲν ἐχθροὺς ὑπολήψεσθε, ἐμοὶ δὲ πιστεύσετε οὐ τούτοις τοῖς ῥήμασιν γράψας, ταῦτα δὲ βουλόμενος δεικνύναι. τοιγαροῦν ἐκ τούτων ᾤχετʼ ἐκείνους λαβὼν εἰς τὸ μηδʼ ὁτιοῦν προορᾶν4 τῶν μετὰ ταῦτα μηδʼ αἰσθάνεσθαι, ἀλλʼ ἐᾶσαι πάντα τὰ πράγματʼ ἐκεῖνον ὑφʼ ἑαυτῷ ποιήσασθαι· ἐξ ὧν ταῖς παρούσαις συμφοραῖς οἱ ταλαίπωροι κέχρηνται.
你们听到了吧,他在写给你们的信中,向他自己的盟友们何其明确地表明并昭告: ‘我是在雅典人违愿且痛苦的情况下做成这些事的,因此,底比斯人和色萨利人啊,如果你们头脑清醒,你们就应当把他们视为仇敌,而信任我’ ——他虽然没有用字面上的这番言辞去写,却意在表达这个意思。因此,凭借这些手段,他把那些人完全卷入了一种对于未来之事毫无预见、毫无察觉的境地,反而听任他将所有事务置于自己的统治之下;正因如此,那些可怜的人们才遭受着眼前的灾祸。
ὁ δὲ ταύτης τῆς πίστεως αὐτῷ συνεργὸς καὶ συναγωνιστὴς καὶ ὁ δεῦρʼ ἀπαγγείλας τὰ ψευδῆ καὶ φενακίσας ὑμᾶς, οὗτός ἐσθʼ ὁ τὰ Θηβαίων ὀδυρόμενος νῦν πάθη καὶ διεξιὼν ὡς οἰκτρά, καὶ τούτων καὶ τῶν ἐν Φωκεῦσι κακῶν καὶ ὅσʼ ἄλλα πεπόνθασιν οἱ Ἕλληνες ἁπάντων αὐτὸς ὢν αἴτιος. δῆλον γὰρ ὅτι σὺ μὲν ἀλγεῖς ἐπὶ τοῖς συμβεβηκόσιν, Αἰσχίνη, καὶ τοὺς Θηβαίους ἐλεεῖς, κτήματʼ ἔχων ἐν τῇ Βοιωτίᾳ καὶ γεωργῶν τὰ ἐκείνων, ἐγὼ δὲ χαίρω,5 ὃς εὐθὺς ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πράξαντος.
而为他取得这层信任的同谋与得力帮手、那个把假消息带回这里欺骗你们的人,正是如今哀叹底比斯人遭遇的不幸并细数其何等凄惨的这个家伙;他本人正是这些不幸、福基斯人的灾难以及希腊人所遭受的一切痛苦的罪魁祸首。显然,埃斯基涅斯,你在波奥提亚拥有地产并耕种他们的土地,因而为所发生的事感到痛心并同情底比斯人;而我,作为做下这些勾当的人立即要求引渡的对象,反而在幸灾乐祸!
- 36τοὺς μὲν Φωκέας ἀπολέσθαι καὶ κατασκαφῆναι τὰς πόλεις αὐτῶν
该句为带不定式的宾格结构(accusative with infinitive),充当非人称动词 συνέβη 的真正主语,用以回答前文的疑问句 τί οὖν συνέβη;。后文并列的 ὑμᾶς... σκευαγωγεῖν、τοῦτον δὲ... λαβεῖν、τὴν μὲν ἀπέχθειαν... γενέσθαι 等不定式短语均受 συνέβη 统辖,列举了接连发生的各项后果。
- 39οὐδὲν προτερήσετε ἔξω τοῦ ἐφθακέναι ἀδικοῦντες
προτερέω 在此意为“占上风、获得利益”。ἔξω τοῦ + 不定式意为“除了……之外”。ἐφθακέναι ἀδικοῦντες 则是 φθάνω 搭配分词的标准用法,表示“抢先做某事、率先做不义之事”。全句意为“除了抢先违约不义之外,你们不会占到任何便宜”。
- 40ἐν τῇ πρὸς ὑμᾶς ἐπιστολῇ πρὸς τοὺς αὑτοῦ συμμάχους
两个介词短语重叠构成的修饰结构。ἐν τῇ πρὸς ὑμᾶς ἐπιστολῇ(在写给你们的信中)表示信件的形式与媒介,而 πρὸς τοὺς αὑτοῦ συμμάχους(向他自己的盟友们)则是动词 δηλοῖ καὶ διορίζεται 的实质指向对象。德摩斯梯尼在此突显了反差:信虽写给雅典,实质上却是向底比斯和色萨利盟友宣示立场。
- 40ᾤχετʼ ἐκείνους λαβὼν εἰς τὸ μηδʼ ὁτιοῦν προορᾶν
动词 οἴχομαι 搭配分词(ᾤχετο λαβών)的熟语表达,表示迅速或彻底卷走(“彻底把他们玩弄于股掌/裹挟而去”)。其后的介词短语 εἰς τὸ + 不定式 表示结果或达到的状态(“以至于对未来的事毫无预见”)。
- 41δῆλον γὰρ ὅτι σὺ μὲν ἀλγεῖς... ἐγὼ δὲ χαίρω
δῆλον ὅτι 在此引出一个极具讽刺意味的反语(irony),贯穿整个 σὺ μέν... ἐγὼ δέ 对比结构:“显而易见,你痛心疾首……而我却在幸灾乐祸!”文末的关系分句 ὃς εὐθὺς ἐξῃτούμην...(我这个被始作俑者立即要求引渡的人)提供了无可辩驳的事实,彻底点明了这一反讽。
