- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:29-35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼宣读了他当年要求使团尽快接受宣誓的决议案,指控埃斯基涅斯等人蓄意拖延以让腓力征服色雷斯,并继而接受贿赂协助隐瞒腓力进军福基斯的企图。
ΨΗΦΙΣΜΑ ΔΗΜΟΣΘΕΝΟΥΣ. "ἐπὶ ἄρχοντος Μνησιφίλου, ἑκατομβαιῶνος ἕνῃ καὶ νέᾳ, φυλῆς πρυτανευούσης Πανδιονίδος, Δημοσθένης Δημοσθένους Παιανιεὺς εἶπεν· ἐπειδὴ Φίλιππος ἀποστείλας πρέσβεις περὶ τῆς εἰρήνης ὁμολογουμένας πεποίηται συνθήκας, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων, ὅπως ἂν ἡ εἰρήνη ἐπιτελεσθῇ ἡ ἐπιχειροτονηθεῖσα ἐν τῇ πρώτῃ ἐκκλησίᾳ, πρέσβεις ἑλέσθαι ἐκ πάντων Ἀθηναίων ἤδη πέντε, τοὺς δὲ χειροτονηθέντας ἀποδημεῖν μηδεμίαν ὑπερβολὴν ποιουμένους, ὅπου ἂν ὄντας πυνθάνωνται τὸν Φίλιππον, καὶ τοὺς ὅρκους λαβεῖν τε παρʼ αὐτοῦ καὶ δοῦναι τὴν ταχίστην ἐπὶ ταῖς ὡμολογημέναις συνθήκαις αὐτῷ πρὸς τὸν Ἀθηναίων δῆμον, συμπεριλαμβάνοντας καὶ τοὺς ἑκατέρων συμμάχους. πρέσβεις ᾑρέθησαν Εὔβουλος Ἀναφλύστιος, Αἰσχίνης Κοθωκίδης, Κηφισοφῶν Ῥαμνούσιος, Δημοκράτης Φλυεύς, Κλέων Κοθωκίδης."
德摩斯梯尼的决议案。 “在姆涅西菲罗斯担任执政官之年,赫卡通拜翁月最后一日,潘狄奥尼斯部落轮值主席团,帕埃阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼提议:鉴于腓力派遣使节就和平商定条约,雅典五百人议事会与公民大会决议,为了落实第一次公民大会所表决通过的和平,立即从全体雅典人中选出五名使节;当选者不得有任何拖延,立刻启程前往探知腓力所在之处,并根据他与雅典人民所商定的条约,在涵盖双方盟友的前提下,尽快从他那里接受誓词并向其颁布誓约。当选的使节为:阿纳普吕斯托斯区的欧布罗斯、科托基代区的埃斯基涅斯、拉姆努斯区的凯菲索丰、普吕亚区的德摩克拉特斯、科托基代区的克莱翁。”
ταῦτα γράψαντος ἐμοῦ τότε καὶ τὸ τῇ πόλει συμφέρον οὐ τὸ Φιλίππῳ ζητοῦντος, βραχὺ φροντίσαντες οἱ χρηστοὶ πρέσβεις οὗτοι καθῆντʼ ἐν Μακεδονίᾳ τρεῖς ὅλους μῆνας, ἕως ἦλθε Φίλιππος ἐκ Θρᾴκης πάντα καταστρεψάμενος, ἐξὸν ἡμερῶν δέκα,1 ὁμοίως δὲ τριῶν ἢ τεττάρων, εἰς τὸν Ἑλλήσποντον ἀφῖχθαι καὶ τὰ χωρία σῶσαι, λαβόντας τοὺς ὅρκους πρὶν ἐκεῖνον ἐξελεῖν αὐτά· οὐ γὰρ ἂν ἥψατʼ αὐτῶν παρόντων ἡμῶν, ἢ οὐκ ἂν ὡρκίζομεν αὐτόν, ὥστε τῆς εἰρήνης ἂν διημαρτήκει καὶ οὐκ ἂν ἀμφότερʼ εἶχε, καὶ τὴν εἰρήνην καὶ τὰ χωρία.
当时我草拟了这些条款,寻求的是城邦的利益而非腓力的利益,然而这帮可敬的使节却全然不以为意,在马其顿白白滞留了整整三个月,直到腓力征服了一切从色雷斯归来;而他们本可以在十天之内,或者同样只要三四天,就能到达赫勒斯滂并保全那些要塞,只要在腓力攻占它们之前接受誓词即可。因为若有我们在场,他绝不敢染指那些地方,否则我们便不会让他宣誓,这样他就会失去和平,而无法两头兼得——既得和平又得要塞。
τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον κλέμμα μὲν Φιλίππου, δωροδόκημα δὲ τῶν ἀδίκων τούτων ἀνθρώπων τοιοῦτον ἐγένετο· ὑπὲρ οὗ καὶ τότε καὶ νῦν καὶ ἀεὶ ὁμολογῶ καὶ πολεμεῖν καὶ διαφέρεσθαι τούτοις. ἕτερον δʼ εὐθὺς ἐφεξῆς ἔτι τούτου μεῖζον κακούργημα θεάσασθε.
于是,在出使期间由腓力犯下的第一桩诈术、以及由这些不义之徒所接受的贿赂,便是如此;为了这桩罪行,我承认无论在当时、现在还是将来,我都与他们势不两立并进行抗争。现在请看紧随其后、比这更严重的另一桩恶行。
ἐπειδὴ γὰρ ὤμοσε τὴν εἰρήνην ὁ Φίλιππος προλαβὼν τὴν Θρᾴκην διὰ τούτους οὐχὶ πεισθέντας τῷ ἐμῷ ψηφίσματι, πάλιν ὠνεῖται παρʼ αὐτῶν ὅπως μὴ ἄπιμεν ἐκ Μακεδονίας, ἕως τὰ τῆς στρατείας τῆς ἐπὶ τοὺς Φωκέας εὐτρεπῆ ποιήσαιτο, ἵνα μή, δεῦρʼ ἀπαγγειλάντων ἡμῶν ὅτι μέλλει καὶ παρασκευάζεται πορεύεσθαι, ἐξέλθοιθʼ ὑμεῖς καὶ περιπλεύσαντες ταῖς τριήρεσιν εἰς Πύλας ὥσπερ πρότερον κλείσαιτε τὸν τόπον, ἀλλʼ ἅμʼ ἀκούοιτε ταῦτʼ ἀπαγγελλόντων ἡμῶν κἀκεῖνος ἐντὸς εἴη Πυλῶν καὶ μηδὲν ἔχοιθʼ ὑμεῖς ποιῆσαι.
因为当腓力由于这帮人不服从我的决议案而抢先占领了色雷斯并宣誓缔结和约后,他再次向他们行贿,要我们不要离开马其顿,直到他把进军福基斯的一切准备妥当;免得在我们向这里报告他即将出兵并正在准备时,你们会出征并像以前那样驾着三列桨战船绕道前往皮莱封锁该地,而是要让你们在听到我们回报此事的同一时刻,他已经深入皮莱关内,而你们无计可施。
οὕτω δʼ ἦν ὁ Φίλιππος ἐν φόβῳ καὶ πολλῇ ἀγωνίᾳ, μὴ καὶ ταῦτα προειληφότος αὐτοῦ, εἰ πρὸ τοῦ τοὺς Φωκέας ἀπολέσθαι ψηφίσαισθε βοηθεῖν, ἐκφύγοι τὰ πράγματʼ αὐτόν, ὥστε μισθοῦται τὸν κατάπτυστον τουτονί, οὐκέτι κοινῇ μετὰ τῶν ἄλλων πρέσβεων ἀλλʼ ἰδίᾳ καθʼ αὑτόν, τοιαῦτα πρὸς ὑμᾶς εἰπεῖν καὶ ἀπαγγεῖλαι διʼ ὧν ἅπαντʼ ἀπώλετο.
腓力当时处于极大的恐惧与焦虑之中,生怕即便自己已抢先占领了那些地方,但只要你们在福基斯人灭亡前表决派遣援军,局势就会从他掌控中溜走;以至于他单独买通了这个可耻的家伙,不再是与其他使节一起,而是让他私底下独自向你们进言和回报那些导致一切付诸东流的言辞。
ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δέομαι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶνα, ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένʼ ἐποιούμην ἕτερον·2 πάσαις δʼ αἰτίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου ἀνάγκη κἀμοὶ πρὸς ἕκαστα τῶν κατηγορημένων μίκρʼ ἀποκρίνασθαι.
雅典人啊,我要求并恳请你们在整场审理中牢记这一点:如果埃斯基涅斯没有提出诉状之外的任何指控,我也绝不会发表任何题外的言辞;但既然他把所有的罪名和诽谤一并施加,我也有必要针对每一项被指控的事情逐一简短答辩。
τίνες οὖν ἦσαν οἱ παρὰ τούτου λόγοι τότε ῥηθέντες, καὶ διʼ οὓς ἅπαντʼ ἀπώλετο; ὡς οὐ δεῖ θορυβεῖσθαι τῷ παρεληλυθέναι Φίλιππον εἴσω Πυλῶν·3 ἔσται γὰρ ἅπανθʼ ὅσα βούλεσθʼ ὑμεῖς, ἂν ἔχηθʼ ἡσυχίαν, καὶ ἀκούσεσθε δυοῖν ἢ τριῶν ἡμερῶν, οἷς μὲν ἐχθρὸς ἥκει, φίλον αὐτὸν γεγενημένον, οἷς δὲ φίλος, τοὐναντίον ἐχθρόν. οὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν, μάλα σεμνῶς ὀνομάζων, ἀλλὰ τὸ ταὐτὰ συμφέρειν· συμφέρειν δὲ Φιλίππῳ καὶ Φωκεῦσι καὶ ὑμῖν ὁμοίως ἅπασι τῆς ἀναλγησίας καὶ τῆς βαρύτητος ἀπαλλαγῆναι τῆς τῶν Θηβαίων.
那么,当时由这个家伙说出的、并导致一切付诸东流的话究竟是什么呢?就是说你们不应当因腓力越过皮莱关而惊慌失措;因为只要你们保持安静,你们所希望的一切都会实现,并且在两三天之内你们就会听闻,对于那些他作为敌人前去的人,他已经成了朋友,而对于那些他作为朋友前去的人,他反而成了敌人。因为他极其道貌岸然地说,巩固交谊的不是言辞,而是共同的利益;而摆脱底比斯人的麻木不仁与残暴横霸,乃是对腓力、福基斯人以及你们所有人都同样有利的事。
- 30ἐξὸν ἡμερῶν δέκα
由非人称动词 ἔξεστι 的中性分词构成的绝对宾格(accusative absolute),在此表示让步(“尽管原本可以在十天之内……”)。ἡμερῶν δέκα 是表示时间范围的属格(“十日之内”),修饰不定式 ἀφῖχθαι。
- 34μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένʼ ἐποιούμην ἕτερον
带否定词 μή 的属格独立结构(genitive absolute)在此充当反事实条件句的从句(相当于 εἰ μὴ κατηγόρησεν),与主句的 οὐδʼ ἂν ... ἐποιούμην(ἄν 配合未完成过去时直陈式表示反事实推论)相呼应。
- 35τῷ παρεληλυθέναι Φίλιππον εἴσω Πυλῶν
带冠词完成时不定式(articular infinitive)的与格结构,作为表示动词 θορυβεῖσθαι 诱因的“原因与格”(dative of cause),意为“因腓力越过皮莱关这一事实(而惊慌)”,Φίλιππον 为不定式的主语宾格。
