← 狄摩西尼

金冠辞

§309-317

埃斯基涅斯的毫无贡献与同先贤比较的荒谬

狄摩西尼谴责埃斯基涅斯从未为城邦带来任何实质性的利益(如结盟、财政、军备),亦未曾捐资助国,只在迎合敌方利益并攻讦同胞时才大显身手;同时驳斥了利用不受嫉妒侵扰的古昔贤士来贬低健在政治家的不公手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§309

καίτοι ταύτης τῆς μελέτης καὶ τῆς ἐπιμελείας, Αἰσχίνη, εἴπερ ἐκ ψυχῆς δικαίας ἐγίγνετο καὶ τὰ τῆς πατρίδος συμφέροντα προῃρημένης, τοὺς καρποὺς ἔδει γενναίους καὶ καλοὺς καὶ πᾶσιν ὠφελίμους εἶναι, συμμαχίας πόλεων, πόρους χρημάτων, ἐμπορίου κατασκευήν, νόμων συμφερόντων θέσεις, τοῖς ἀποδειχθεῖσιν ἐχθροῖς ἐναντιώματα.

然而,埃斯基涅斯啊,如果这种研习与苦心确实出自一颗正义的心灵,一颗选择了祖国利益的心灵,那么其成果本应是崇高、美好且对所有人有益的:城邦的同盟、资金的筹措、商贸的整备、有益法律的制定,以及对抗公开敌人的举措。

§310

τούτων γὰρ ἁπάντων ἦν ἐν τοῖς ἄνω χρόνοις ἐξέτασις, καὶ ἔδωκεν ὁ παρελθὼν χρόνος πολλὰς ἀποδείξεις ἀνδρὶ καλῷ τε κἀγαθῷ, ἐν οἷς οὐδαμοῦ σὺ φανήσει γεγονώς, οὐ πρῶτος, οὐ δεύτερος, οὐ τρίτος, οὐ τέταρτος, οὐ πέμπτος, οὐχ ἕκτος, οὐχ ὁποστοσοῦν, οὔκουν ἐπί γʼ οἷς ἡ πατρὶς ηὐξάνετο.

因为在过去的岁月中,所有这些都曾受过检验,且流逝的岁月为正派良善之士提供了诸多展现身手的考验,而在这些考验中,绝不见你曾在何处现身过——不是第一,不是第二,不是第三,不是第四,不是第五,不是第六,也非任何名次;至少在使祖国繁荣壮大的事务上绝无你的踪影。

§311

τίς γὰρ συμμαχία σοῦ πράξαντος γέγονεν τῇ πόλει; τίς δὲ βοήθεια ἢ κτῆσις εὐνοίας ἢ δόξης; τίς δὲ πρεσβεία, τίς διακονία διʼ ἣν ἡ πόλις ἐντιμοτέρα; τί τῶν οἰκείων ἢ τῶν Ἑλληνικῶν καὶ ξενικῶν, οἷς ἐπέστης, ἐπηνώρθωται; ποῖαι τριήρεις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν; τί τῶν ἁπάντων σὺ χρήσιμος; τίς ἢ τοῖς εὐπόροις ἢ τοῖς ἀπόροις πολιτικὴ καὶ κοινὴ βοήθεια χρημάτων; οὐδεμία.

因为由于你的操办,城邦结成了什么同盟?获得了什么援助,或是赢得了什么善意与荣耀?由于什么出使使命、什么公务,使城邦更为尊贵?在由你主持的国内、希腊或外邦事务中,有什么得以匡正改善?制造了怎样的三列桨座战船?怎样的飞箭?怎样的船坞?修复了怎样的城墙?组建了怎样的骑兵?在所有事情中你究竟在哪样上有用?无论是对富人还是穷人,你提供了怎样的公民性与公共性的资金援助?毫无所出。

§312

ἀλλʼ, ὦ τᾶν, εἰ μηδὲν τούτων, εὔνοιά γε καὶ προθυμία· ποῦ; πότε; ὅστις, ὦ πάντων ἀδικώτατε, οὐδʼ ὅθʼ ἅπαντες, ὅσοι πώποτʼ ἐφθέγξαντʼ ἐπὶ τοῦ βήματος, εἰς σωτηρίαν ἐπεδίδοσαν, καὶ τὸ τελευταῖον Ἀριστόνικος τὸ συνειλεγμένον εἰς τὴν ἐπιτιμίαν, οὐδὲ τότʼ οὔτε παρῆλθες οὔτʼ ἐπέδωκας οὐδέν, οὐκ ἀπορῶν, πῶς γάρ; ὅς γʼ ἐκεκληρονομήκεις μὲν τῶν Φίλωνος τοῦ κηδεστοῦ χρημάτων πλεῖν ἢ πέντε ταλάντων, διτάλαντον δʼ εἶχες ἔρανον παρὰ τῶν ἡγεμόνων τῶν συμμοριῶν ἐφʼ οἷς ἐλυμήνω τὸν τριηραρχικὸν νόμον.1

“可是,老兄,即使没有这些,总该有善意与热忱吧!”在哪里?在何时?世上最不公的人啊,甚至当所有曾在讲坛上发过言的人都为拯救城邦捐纳钱财时,最后甚至连阿里斯托尼科斯都把他为了恢复公民权而筹集起来的钱款全数捐出,即便在那时,你既未曾上前,也未捐分文——这绝非因为你穷困匮乏,怎么可能匮乏呢?你继承了岳父菲隆五塔兰同以上的财产,而且你因破坏了三列桨座战船服役法,而从纳税互助会的首领们那里获得了两塔兰同的酬金。

§313

ἀλλʼ ἵνα μὴ λόγον ἐκ λόγου λέγων τοῦ παρόντος ἐμαυτὸν ἐκκρούσω, παραλείψω ταῦτα. ἀλλʼ ὅτι γʼ οὐχὶ διʼ ἔνδειαν οὐκ ἐπέδωκας, ἐκ τούτων δῆλον, ἀλλὰ φυλάττων τὸ μηδὲν ἐναντίον γενέσθαι παρὰ σοῦ τούτοις οἷς ἅπαντα πολιτεύει. ἐν τίσιν οὖν σὺ νεανίας καὶ πηνίκα λαμπρός; ἡνίκʼ ἂν κατὰ τούτων τι δέῃ,2 ἐν τούτοις λαμπροφωνότατος, μνημονικώτατος, ὑποκριτὴς ἄριστος, τραγικὸς Θεοκρίνης.

然而,为了不因接连转述一个又一个话题而打乱目下的论述,我将略过这些。但是,你不出捐款绝非因为贫穷,从这些事实中已十分清楚,而是因为你戒备着,不让自己做出任何不利于你为其操办一切政务的那些人的事情。那么,你在什么事情上意气风发,何时光彩照人呢?只要需要针对这些人做点什么,在此时你嗓门最高、记性最好、是第一流的演员、一个悲剧式的特奥克里涅斯。

§314

εἶτα τῶν πρότερον γεγενημένων ἀγαθῶν ἀνδρῶν μέμνησαι. καὶ καλῶς ποιεῖς. οὐ μέντοι δίκαιόν ἐστιν, ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τοὺς τετελευτηκότας εὔνοιαν ὑπάρχουσαν προλαβόντα παρʼ ὑμῶν πρὸς ἐκείνους ἐξετάζειν καὶ παραβάλλειν ἐμὲ τὸν νῦν ζῶντα μεθʼ ὑμῶν.

接着,你又提及古昔那些优秀的贤士。你这样做固然无可厚非。然而,雅典的男人们,预先占用了你们对逝者的固有善意,并将他们与如今和你们生活在一起的我相提并论、逐一衡量,这绝非正道。

§315

τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι τοῖς μὲν ζῶσι πᾶσιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνος, τοὺς τεθνεῶτας δʼ οὐδὲ τῶν ἐχθρῶν οὐδεὶς ἔτι μισεῖ; οὕτως οὖν ἐχόντων τούτων τῇ φύσει, πρὸς τοὺς πρὸ ἐμαυτοῦ νῦν ἐγὼ κρίνωμαι καὶ θεωρῶμαι;3 μηδαμῶς· οὔτε γὰρ δίκαιον οὔτʼ ἴσον, Αἰσχίνη, ἀλλὰ πρὸς σὲ καὶ ἄλλον εἴ τινα βούλει τῶν ταὐτά σοι προῃρημένων καὶ ζώντων.

普天之下有谁不知,凡活着的人,无论多寡都会招致某种嫉妒,而对死者,哪怕是敌人也不再怀有仇恨?既然事物的本性如此,如今我难道要面对我以前的前辈们受到审判与检视吗?绝不应当!埃斯基涅斯啊,因为这既不正当,也不公平;相反,你应当将我与你本人、以及任何你所愿意提起的与你选择相同道路且尚健在的人进行比较。

§316

κἀκεῖνο σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν πρότερον εὐεργεσίας, οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν, ὅσοι τι μετʼ εὐνοίας πράττουσι, τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι;

且请思考这一点:城邦究竟是由于先辈那些无可估量之巨大、甚至无人能形容其宏伟的功德,便将当代所立的功劳归于忘恩负义与肆意侮辱更为美好优越呢,还是让所有怀着善意行事的人都能分享到来自这些同胞的尊崇与仁爱更为美好优越?

§317

καὶ μὴν εἰ καὶ τοῦτʼ ἄρα δεῖ μʼ εἰπεῖν, ἡ μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἄν τις σκοπῇ, ταῖς τῶν τότʼ ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, ἡ δὲ σὴ ταῖς τῶν τοὺς τοιούτους τότε συκοφαντούντων· δῆλον γὰρ ὅτι καὶ κατʼ ἐκείνους ἦσάν τινες, οἳ διασύροντες τοὺς ὄντας τότε τοὺς πρότερον γεγενημένους ἐπῄνουν, βάσκανον πρᾶγμα καὶ ταὐτὸ ποιοῦντες σοί.4

再者,如果我果真也必须说出这一点的话,那么任何人若加审视,便会发现我的政略与抉择与当时备受称赞的人们相似且追求同样的目标,而你的行径则与当时中伤那样的人的人们如出一辙;因为显而易见,在他们的时代同样也有那么一些人,他们通过贬低当时的当代人来称赞先辈,行阴险狠毒之事,其所作所为正与你毫无二致。

语法注4 条
  1. 312ἐφʼ οἷς ἐλυμήνω τὸν τριηραρχικὸν νόμον

    介词 ἐπί 接关系代词中性复数与格 οἷς,表示报酬、代价或条件(“作为破坏……的回报/以破坏……为条件”)。关系从句中的动词 ἐλυμήνω 为中动相直陈式不定过去时第二人称单数。

  2. 313ἡνίκʼ ἂν κατὰ τούτων τι δέῃ

    连词 ἡνίκα 带引出虚拟式的助词 ἄν 构成的一般时间从句,非人称动词 δέῃ 为现在时虚拟式第三人称单数。指示代词属格 τούτων 具现场指示功能,指涉法庭上的雅典同胞,与前句中“为其效力之人”(马其顿方面)形成鲜明对照。

  3. 315πρὸς τοὺς πρὸ ἐμαυτοῦ νῦν ἐγὼ κρίνωμαι καὶ θεωρῶμαι;

    现在时虚拟式第一人称单数 κρίνωμαι 与 θεωρῶμαι 为表示愤慨与抗议的审议虚拟式(deliberative subjunctive),意为“难道我竟要被审判与检视吗?”,以此反驳对方对比的不当性。

  4. 317βάσκανον πρᾶγμα καὶ ταὐτὸ ποιοῦντες σοί

    名词短语 βάσκανον πρᾶγμα 作为分词 ποιοῦντες 的句同位对格(sentence apposition)或内宾格,将分词动作本身界定为“阴险狠毒的勾当”。与格 σοί 附属于 ταὐτό,表示比较标准的与格(“与你相同的行径”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:309-317