- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:318-324
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼主张应当将演说家与同时代的在世者进行比较,强调自己在一切危难中始终对雅典尽忠,并最终祈求众神严惩叛邦之徒、保全公民平安,以此为全篇演说作结。
εἶτα λέγεις ὡς οὐδὲν ὅμοιός εἰμʼ ἐκείνοις ἐγώ; σὺ δʼ ὅμοιος, Αἰσχίνη; ὁ δʼ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων; ἐγὼ μὲν γὰρ οὐδένα φημί. ἀλλὰ πρὸς τοὺς ζῶντας, ὦ χρηστέ, ἵνα μηδὲν ἄλλʼ εἴπω, τὸν ζῶντʼ ἐξέταζε καὶ τοὺς καθʼ αὑτόν, ὥσπερ τἄλλα πάντα, τοὺς ποιητάς, τοὺς χορούς, τοὺς ἀγωνιστάς.
那么,你竟说我与那些先辈毫无相似之处吗?然而,埃斯基涅斯啊,你可与他们相似?你的兄弟可相似?当世演说家中有其他任何人相似吗?据我而言,我认为绝无一人。相反,我的好朋友——姑且不再多说别的——你当以活着的人与活着的人相比,以他与同代人相比来检验他,正如在其他一切事情上,对诗人、合唱队、竞技者所做的那样。
ὁ Φιλάμμων οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου καί τινων ἑτέρων πρότερον γεγενημένων ἀθλητῶν ἀσθενέστερος ἦν, ἀστεφάνωτος ἐκ τῆς Ὀλυμπίας ἀπῄει, ἀλλʼ ὅτι τῶν εἰσελθόντων πρὸς αὐτὸν ἄριστʼ ἐμάχετο, ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο. καὶ σὺ πρὸς τοὺς νῦν ὅρα με ῥήτορας, πρὸς σαυτόν, πρὸς ὅντινα βούλει τῶν ἁπάντων· οὐδένʼ ἐξίσταμαι.
菲拉蒙绝非因为不及卡里斯托斯的格劳科斯或此前出生的某些其他竞技者强健,就空手无冠离开奥林匹亚;相反,正因为他在所有登场与他对阵的人中搏击得最为卓越,他才荣膺桂冠并被宣布为胜者。你也当将我与当世的演说家相比,与你自己相比,与所有人中你所愿意指出的任何人相比:我对谁都不退缩让步。
ὧν, ὅτε μὲν τῇ πόλει τὰ βέλτισθʼ ἑλέσθαι παρῆν,1 ἐφαμίλλου τῆς εἰς τὴν πατρίδʼ εὐνοίας ἐν κοινῷ πᾶσι κειμένης, ἐγὼ κράτιστα λέγων ἐφαινόμην, καὶ τοῖς ἐμοῖς καὶ ψηφίσμασι καὶ νόμοις καὶ πρεσβείαις ἅπαντα διῳκεῖτο, ὑμῶν δʼ οὐδεὶς ἦν οὐδαμοῦ, πλὴν εἰ τούτοις ἐπηρεάσαι τι δέοι· ἐπειδὴ δʼ ἃ μήποτʼ ὤφελεν2 συνέβη, καὶ οὐκέτι συμβούλων ἀλλὰ τῶν τοῖς ἐπιταττομένοις ὑπηρετούντων καὶ τῶν κατὰ τῆς πατρίδος μισθαρνεῖν ἑτοίμων καὶ τῶν κολακεύειν ἕτερον βουλομένων ἐξέτασις ἦν, τηνικαῦτα σὺ καὶ τούτων ἕκαστος ἐν τάξει καὶ μέγας καὶ λαμπρὸς ἱπποτρόφος, ἐγὼ δʼ ἀσθενής, ὁμολογῶ, ἀλλʼ εὔνους μᾶλλον ὑμῶν τουτοισί.
在这些人当中,当城邦尚有可能选择最佳方策之时,当对祖国尽忠效力的竞争公开展现在所有人面前之际,我表现得进言最善,一切政务皆凭我的提案、法律与出使使命得以主持;而你们没有一个人出现在任何地方,除非需要对这些方策施加某种刁难阻挠。然而,当那些绝不应当发生的事情发生之后,时代所检验的不再是谋策之士,而是那些听命行事之徒、那些准备为了酬金危害祖国之辈、那些甘愿谄媚他人之人;到了那时,你与他们每一个人都各就其位,成为显赫威风的养马阔佬,而我固然处于弱势——这一点我承认——但在对这些同胞的善意忠诚上,我却胜过你们。
δύο δʼ, ἄνδρες Ἀθηναῖοι, τὸν φύσει μέτριον πολίτην ἔχειν δεῖ (οὕτω γάρ μοι περὶ ἐμαυτοῦ λέγοντι ἀνεπιφθονώτατον εἰπεῖν), ἐν μὲν ταῖς ἐξουσίαις τὴν τοῦ γενναίου καὶ τοῦ πρωτείου τῇ πόλει προαίρεσιν διαφυλάττειν, ἐν παντὶ δὲ καιρῷ καὶ πράξει τὴν εὔνοιαν· τούτου γὰρ ἡ φύσις κυρία, τοῦ δύνασθαι δὲ καὶ ἰσχύειν ἕτερα. ταύτην τοίνυν παρʼ ἐμοὶ μεμενηκυῖαν εὑρήσεθʼ ἁπλῶς.
雅典的男人们,本性稳健适度的公民必须具备两点(因为对于评价我自己而言,这样说是最不易招致反感的):在掌权执政之时,始终捍卫为城邦谋求崇高尊严与首要地位的抉择;而在每一个关头与每一项行动中,始终保持对城邦的善意忠诚。因为本性是后者的主宰,而能力与强权则受制于其他因素。因此,你们会发现,这种善意忠诚在我心中始终纯粹地存留着。
ὁρᾶτε δέ. οὐκ ἐξαιτούμενος, οὐκ εἰς Ἀμφικτύονας δίκας ἐπαγόντων,3 οὐκ ἀπειλούντων, οὐκ ἐπαγγελλομένων, οὐχὶ τοὺς καταράτους τούτους ὥσπερ θηρία μοι προσβαλλόντων, οὐδαμῶς ἐγὼ προδέδωκα τὴν εἰς ὑμᾶς εὔνοιαν. τὸ γὰρ ἐξ ἀρχῆς εὐθὺς ὀρθὴν καὶ δικαίαν τὴν ὁδὸν τῆς πολιτείας εἱλόμην, τὰς τιμάς, τὰς δυναστείας, τὰς εὐδοξίας τὰς τῆς πατρίδος θεραπεύειν, ταύτας αὔξειν, μετὰ τούτων εἶναι.
请看:无论是在我的引渡被索求之时,无论是在他们向近邻同盟法庭提出诉讼之时,无论是在他们进行威胁之时,无论是在他们许下诺言之时,还是在他们如驱野兽般放纵这些遭咒诅之徒向我扑来之时,我都绝未背叛过对你们的善意忠诚。因为我从一开始就径直选择了端正正义的政道:维护祖国的尊严、权势与荣耀,光大它们,并与它们同在。
οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων εὐτυχήμασι φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι, τὴν δεξιὰν προτείνων καὶ εὐαγγελιζόμενος τούτοις οὓς ἂν ἐκεῖσʼ ἀπαγγελεῖν οἴωμαι, τῶν δὲ τῆς πόλεως ἀγαθῶν πεφρικὼς ἀκούω καὶ στένων καὶ κύπτων εἰς τὴν γῆν, ὥσπερ οἱ δυσσεβεῖς οὗτοι, οἳ τὴν μὲν πόλιν διασύρουσιν, ὥσπερ οὐχ αὑτοὺς διασύροντες, ὅταν τοῦτο ποιῶσιν, ἔξω δὲ βλέπουσι, καὶ ἐν οἷς ἀτυχησάντων τῶν Ἑλλήνων ηὐτύχησʼ ἕτερος, ταῦτʼ ἐπαινοῦσι καὶ ὅπως τὸν ἅπαντα χρόνον μενεῖ φασὶ δεῖν τηρεῖν.
我绝不会在听到别人的幸运成就时满面春风、欢天喜地在市场上踱步,向那些我认为会向那边通风报信的人伸出右手互道贺喜,而在听到城邦的好消息时却心惊胆战、叹息哀鸣、俯首贴地——正如这些不敬之徒那样;他们在贬损城邦之时——仿佛在做这事时并未贬损他们自己一样——却将目光投向外部,且在希腊人遭遇不幸而另有人飞黄腾达之事上,大加赞美,并声称必须看守住这局面以便其长久维系。
μὴ δῆτʼ, ὦ πάντες θεοί, μηδεὶς ταῦθʼ ὑμῶν ἐπινεύσειεν, ἀλλὰ μάλιστα μὲν καὶ τούτοις βελτίω τινὰ νοῦν καὶ φρένας ἐνθείητε, εἰ δʼ ἄρʼ ἔχουσιν ἀνιάτως, τούτους μὲν αὐτοὺς καθʼ ἑαυτοὺς ἐξώλεις καὶ προώλεις ἐν γῇ καὶ θαλάττῃ ποιήσατε, ἡμῖν δὲ τοῖς λοιποῖς τὴν ταχίστην ἀπαλλαγὴν τῶν ἐπηρτημένων φόβων δότε καὶ σωτηρίαν ἀσφαλῆ.
所有的神明啊,绝不要让你们中的任何人准许这些事!相反,最好是将更好的心智与思想注入这些人体内;但如果他们确实不可救药,就请让他们独自一人在地上海里遭受彻底灭亡与速死,而赐予我们其余的人以早日摆脱迫在眉睫之恐惧的解脱与稳固的安全!
- 320ὧν, ὅτε μὲν τῇ πόλει τὰ βέλτισθʼ ἑλέσθαι παρῆν
关系代名词 ὧν 是指代前文“当世演说家(及健在的同代人)”的部分属格,置于整个长句之首作为引出连接性从句的框架,在结构上统摄随后的时间对比(ὅτε μὲν... ἐπειδὴ δὲ...),并在语法上从属于后文 ἐγὼ κράτιστα λέγων ἐφαινόμην 中的最高级 κράτιστα。
- 320ἃ μήποτʼ ὤφελεν
在关系从句中使用 ὤφελεν(ὤφελον 的第三人称单数形式)表达过去无法实现的愿望(“绝不应当发生的事情”)的习惯结构。其后省略了不定词(如 γενέσθαι 或 συμβῆναι),中性复数关系代词 ἃ 充当该不定词逻辑上的主语。
- 322οὐκ ἐξαιτούμενος, οὐκ εἰς Ἀμφικτύονας δίκας ἐπαγόντων
语法结构交替(破格/句法脱节现象):先以与主句主语(ἐγώ)一致的主格被动态分词 ἐξαιτούμενος(“当被要求引渡时”)开篇,紧接着转换为以未明言的反对方群体为主语的属格绝对分词短语(ἐπαγόντων、ἀπειλούντων 等)。这种结构转换突出了演说者所承受的外在围攻的多样与猛烈。
