- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:301-308
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄摩西尼论证了自己作为忠诚公民在海陆防线及同盟建设上所付诸实行的正当举措,指出失败之责在于命运与将领的无能等因素,并严厉斥责埃斯基涅斯平日阴险沉默、唯在危机时方才现身发难的投机行径。
τί χρῆν τὸν εὔνουν πολίτην ποιεῖν, τί τὸν μετὰ πάσης προνοίας καὶ προθυμίας καὶ δικαιοσύνης ὑπὲρ τῆς πατρίδος πολιτευόμενον; οὐκ ἐκ μὲν θαλάττης τὴν Εὔβοιαν προβαλέσθαι πρὸ τῆς Ἀττικῆς,1 ἐκ δὲ τῆς μεσογείας τὴν Βοιωτίαν, ἐκ δὲ τῶν πρὸς Πελοπόννησον τόπων τοὺς ὁμόρους ταύτῃ; οὐ τὴν σιτοπομπίαν, ὅπως παρὰ πᾶσαν φιλίαν ἄχρι τοῦ Πειραιῶς κομισθήσεται, προϊδέσθαι;
一个忠诚的公民本应当做什么?一个怀着全副深谋远虑、热忱与正义为祖国治理政事的人本应当做什么?难道不应当在海上将优卑亚、在内陆将彼奥提亚、在面向伯罗奔尼撒的方向将毗邻的地区置于阿提卡之前作为屏障吗?难道不应当预先筹划粮食补给线,使之沿着完全友善的航道一路运抵比雷埃夫斯吗?
καὶ τὰ μὲν σῶσαι τῶν ὑπαρχόντων ἐκπέμποντα βοηθείας καὶ λέγοντα καὶ γράφοντα τοιαῦτα, τὴν Προκόννησον, τὴν Χερρόνησον, τὴν Τένεδον, τὰ δʼ ὅπως οἰκεῖα καὶ σύμμαχʼ ὑπάρξει πρᾶξαι, τὸ Βυζάντιον, τὴν Ἄβυδον, τὴν Εὔβοιαν; καὶ τῶν μὲν τοῖς ἐχθροῖς ὑπαρχουσῶν δυνάμεων τὰς μεγίστας ἀφελεῖν, ὧν δʼ ἐνέλειπε τῇ πόλει, ταῦτα προσθεῖναι; ταῦτα τοίνυν ἅπαντα πέπρακται τοῖς ἐμοῖς ψηφίσμασι καὶ τοῖς ἐμοῖς πολιτεύμασιν, ἃ καὶ βεβουλευμένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐὰν ἄνευ φθόνου τις βούληται σκοπεῖν, ὀρθῶς εὑρήσει καὶ πεπραγμένα πάσῃ δικαιοσύνῃ, καὶ τὸν ἑκάστου καιρὸν οὐ παρεθέντʼ οὐδʼ ἀγνοηθέντʼ οὐδὲ προεθένθʼ ὑπʼ ἐμοῦ, καὶ ὅσʼ εἰς ἑνὸς ἀνδρὸς δύναμιν καὶ λογισμὸν ἧκεν, οὐδὲν ἐλλειφθέν. εἰ δʼ ἢ δαίμονός τινος ἢ τύχης ἰσχὺς ἢ στρατηγῶν φαυλότης ἢ τῶν προδιδόντων τὰς πόλεις ὑμῶν κακία ἢ πάντα ταῦτʼ ἐλυμαίνετο τοῖς ὅλοις, ἕως ἀνέτρεψεν, τί Δημοσθένης ἀδικεῖ;
难道不应当通过派遣援军以及发表此类言论和提出提案,一方面保住现有的领地——普罗孔奈索斯、凯尔索内索斯、忒涅多斯,另一方面促成其他地方成为亲善的同盟——拜占庭、阿比多斯、优卑亚吗?难道不应当削减敌人所拥有的最强大的力量,并为城邦增补其所欠缺的一切吗?这一切,均已借由我的法令与我的政略得以付诸实行;雅典的男人们,如果有人愿意不带嫉妒地审视这些举措,他必会发现它们既谋划得当,又本着全副正义得以执行;且每个时机都未曾被我忽视、漏掉或抛弃;而在一个人智谋与力量所及的范围内,绝无丝毫疏失。但若是某种神明或命运的力量、或者将领们的无能、或者出卖你们各城邦之徒的奸恶、抑或这一切共同戕害了全盘局势直到将其颠覆,狄摩西尼又有何过错呢?
εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δʼ εἰ ἕνʼ ἄνδρα μόνον Θετταλία καὶ ἕνʼ ἄνδρʼ Ἀρκαδία ταὐτὰ φρονοῦντʼ ἔσχεν ἐμοί, οὐδένες οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρηντʼ ἄν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας, τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ. ἵνα δʼ εἰδῆθʼ ὅτι πολλῷ τοῖς λόγοις ἐλάττοσι χρῶμαι τῶν ἔργων, εὐλαβούμενος τὸν φθόνον, λέγε μοι ταυτὶ καὶ ἀνάγνωθι λαβὼν τὸν ἀριθμὸν τῶν βοηθειῶν κατὰ τὰ ἐμὰ ψηφίσματα. ΑΡΙΘΜΟΣ ΒΟΗΘΕΙΩΝ.
如果当时在希腊的各个城邦中,都能出现哪怕一个像我在你们中间坚守自己岗位这样的人;或者不如说,如果帖撒利亚只有一人、阿卡迪亚只有一人与我志同道合,那么无论是温泉关外还是关内的希腊人,都不会遭受当下的灾难;相反,所有人都会自由而自主,在毫无惧怕、安稳而幸福的境遇中生活在各自的祖国,并因我之故而就如此众多且伟大的福泽向你们及其他雅典人表达感激。然而,为了让你们知道,出于对嫉妒的戒备,我用于言辞的表达远逊于实际的功绩,请拿取这些文书,并为我宣读根据我的法令所派出的援军数量。 援军数量。
ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην ἔδει, ὧν κατορθουμένων μὲν μεγίστοις ἀναμφισβητήτως ὑπῆρχεν εἶναι2 καὶ τὸ δικαίως προσῆν, ὡς ἑτέρως δὲ συμβάντων τὸ γοῦν εὐδοκιμεῖν περίεστι καὶ τὸ μηδένα μέμφεσθαι τὴν πόλιν μηδὲ τὴν προαίρεσιν αὐτῆς, ἀλλὰ τὴν τύχην κακίζειν τὴν οὕτω τὰ πράγματα κρίνασαν· οὐ μὰ Δίʼ οὐκ ἀποστάντα τῶν συμφερόντων τῇ πόλει, μισθώσαντα δʼ αὑτὸν τοῖς ἐναντίοις, τοὺς ὑπὲρ τῶν ἐχθρῶν καιροὺς ἀντὶ τῶν τῆς πατρίδος θεραπεύειν, οὐδὲ τὸν μὲν πράγματʼ ἄξια τῆς πόλεως ὑποστάντα λέγειν καὶ γράφειν καὶ μένειν ἐπὶ τούτων βασκαίνειν, ἂν δέ τις ἰδίᾳ τι λυπήσῃ, τοῦτο μεμνῆσθαι καὶ τηρεῖν, οὐδέ γʼ ἡσυχίαν ἄγειν ἄδικον καὶ ὕπουλον, ὃ σὺ ποιεῖς πολλάκις.
埃斯基涅斯啊,一个正派良善的公民本应做这些事以及诸如此类的事;若这些事取得成功,〔雅典人〕毫无疑问便可跻身至高之位,且正义亦随之兼备;即使事与愿违,至少令名得以长存,无人能怨责城邦及其既定政策,而只会去谴责那将事物裁决至此的命运;指着宙斯起誓,绝不是去背离城邦的利益,并将自己受雇于敌方,去迎合敌人的时机而非祖国的时机;也不是去嫉妒中伤那个敢于承担起合乎城邦尊严之事、并为此发言、起草提案且始终坚守的人;亦非在私下若受人冒犯便记恨并伺机报复;更不是去保持一种不义而阴险的沉默——而这正是你经常做的事。
ἔστι γάρ, ἔστιν ἡσυχία δικαία καὶ συμφέρουσα τῇ πόλει, ἣν οἱ πολλοὶ τῶν πολιτῶν ὑμεῖς ἁπλῶς ἄγετε. ἀλλʼ οὐ ταύτην οὗτος ἄγει τὴν ἡσυχίαν, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἀποστὰς ὅταν αὐτῷ δόξῃ τῆς πολιτείας (πολλάκις δὲ δοκεῖ), φυλάττει πηνίκʼ ἔσεσθε μεστοὶ τοῦ συνεχῶς λέγοντος ἢ παρὰ τῆς τύχης τι συμβέβηκεν ἐναντίωμα ἢ ἄλλο τι δύσκολον γέγονεν (πολλὰ δὲ τἀνθρώπινα)· εἶτʼ ἐπὶ τούτῳ τῷ καιρῷ ῥήτωρ ἐξαίφνης ἐκ τῆς ἡσυχίας ὥσπερ πνεῦμʼ ἐφάνη,3 καὶ πεφωνασκηκὼς καὶ συνειλοχὼς ῥήματα καὶ λόγους συνείρει τούτους σαφῶς καὶ ἀπνευστεί, ὄνησιν μὲν οὐδεμίαν φέροντας οὐδʼ ἀγαθοῦ κτῆσιν οὐδενός, συμφορὰν δὲ τῷ τυχόντι τῶν πολιτῶν καὶ κοινὴν αἰσχύνην.
因为确实有、确实有一种正当且有益于城邦的平静沉默,即你们大多数普通公民自然保持的那种。但此人所保持的绝非这种平静,差得远呢;相反,他总是在自己心血来潮时退出政界(且他经常如此),窥伺着你们何时对持续发言的人感到厌倦,或者何时命运降下了某种挫败,或者发生了其他什么困境(人间之事总是多有坎坷);接着,就在这关键时刻,他突然如一阵狂风般从平静中现身充当演说家,练好了嗓音,搜集了词汇与言论,口齿清晰、一气呵成地将它们连缀在一起,却不带来任何益处,亦不带来任何善果的获得,反倒给任何碰上的公民带来灾殃,给全邦带来耻辱。
- 301οὐκ ἐκ μὲν θαλάττης τὴν Εὔβοιαν προβαλέσθαι πρὸ τῆς Ἀττικῆς
修辞性否定疑问句,由否定词 οὐ(κ) 引出一连串不定式短语(προβαλέσθαι、προϊδέσθαι、σῶσαι、πρᾶξαι、ἀφελεῖν、προσθεῖναι),用以回应前文的疑问句 τί χρῆν τὸν εὔνουν πολίτην ποιεῖν;(“一个忠诚的公民本应当做什么?”),强烈表示肯定的反问(“难道不应当……吗?”)。
- 306ὧν κατορθουμένων μὲν μεγίστοις ἀναμφισβητήτως ὑπῆρχεν εἶναι
ὧν 指代先行词 ταῦτα καὶ τοιαῦτα,与分词 κατορθουμένων 构成属格独立结构(“这些事若成功实行”)。μεγίστοις 为形容词与格,受无人称动词 ὑπῆρχεν(“本有可能……”)所隐含的逻辑与格主语(雅典人)之吸引,作不定式 εἶναι 的表语。
- 308ῥήτωρ ἐξαίφνης ἐκ τῆς ἡσυχίας ὥσπερ πνεῦμʼ ἐφάνη
直陈式过去时 ἐφάνη 在此并非指过去某件孤立的具体事件,而是用作表现通则或习惯性行为的“格言式过去时(gnomic aorist)”,生动地刻画出其突发性(“他便骤然现身”)。它与后文的现在时动词 συνείρει 相呼应,形象描绘了埃斯基涅斯一贯的行为模式。
