← 狄摩西尼

金冠辞

§294-300

希腊各邦的叛徒与以同盟筑起的真正城防

德摩斯梯尼历数了希腊各城邦为私利而出卖自由给马其顿的叛国者名单,将他们的贪腐与自己坚定廉洁的执政立场相对比。他坚称自己为城邦筑起的真正城防不是砖石,而是同盟诸邦、军备以及为保卫国土而战的人民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§294

ἀλλὰ τί ταῦτʼ ἐπιτιμῶ, πολλῷ σχετλιώτερʼ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου; ὃς γὰρ ἐμοῦ φιλιππισμόν, ὦ γῆ καὶ θεοί, κατηγορεῖ, τί οὗτος οὐκ ἂν εἴποι; καίτοι νὴ τὸν Ἡρακλέα καὶ πάντας θεούς, εἴ γʼ ἐπʼ ἀληθείας δέοι σκοπεῖσθαι, τὸ καταψεύδεσθαι καὶ διʼ ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου,1 τίνες ὡς ἀληθῶς εἰσὶν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες, τοὺς ὁμοίους τούτῳ παρʼ ἑκάστῃ τῶν πόλεων εὕροιτʼ ἄν, οὐ τοὺς ἐμοί·

然而,在他提出过那些恶劣得多的指控并编造了谎言之后,我为何还要斥责这些呢?大地啊,诸神啊,一个控告我亲马其顿的人,还有什么话是他说不出来的?然而,凭着赫拉克勒斯和众神起誓,如果抛开造谣和因敌意而言的成分,本着真相来考察:究竟谁才是大家可以合情合理地将所发生变故的罪责归于其头上的真正元凶,那么你们在各城邦所能找到的,必将是与此人同类之辈,而非与我同类之人。

§295

οἵ, ὅτʼ ἦν ἀσθενῆ τὰ Φιλίππου πράγματα καὶ κομιδῇ μικρά, πολλάκις προλεγόντων ἡμῶν καὶ παρακαλούντων καὶ διδασκόντων τὰ βέλτιστα, τῆς ἰδίας ἕνεκʼ αἰσχροκερδίας τὰ κοινῇ συμφέροντα προΐεντο, τοὺς ὑπάρχοντας ἕκαστοι πολίτας ἐξαπατῶντες καὶ διαφθείροντες, ἕως δούλους ἐποίησαν, Θετταλοὺς Δάοχος, Κινέας, Θρασύδαος· Ἀρκάδας Κερκιδᾶς, Ἱερώνυμος, Εὐκαμπίδας· Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέας· Ἠλείους Εὐξίθεος, Κλεότιμος, Ἀρίσταιχμος· Μεσσηνίους οἱ Φιλιάδου τοῦ θεοῖς ἐχθροῦ παῖδες Νέων καὶ Θρασύλοχος· Σικυωνίους Ἀρίστρατος, Ἐπιχάρης· Κορινθίους Δείναρχος, Δημάρετος· Μεγαρέας Πτοιόδωρος, Ἕλιξος, Πέριλλος· Θηβαίους Τιμόλαος, Θεογείτων, Ἀνεμοίτας· Εὐβοέας Ἵππαρχος, Κλείταρχος, Σωσίστρατος.

正是这些人,当腓力的势力还十分微弱且极其渺小时,尽管我们屡次预先告诫、规劝并指明上策,他们却为了个人卑鄙的私利而背弃了公共的利益,各自欺骗并腐化本邦的公民,直到将他们沦为奴隶。在帖撒利亚人中有达奥科斯、基涅阿斯、特拉叙代奥斯;在阿卡迪亚人中有凯尔基达斯、希厄罗纽摩斯、欧坎皮达斯;在阿尔戈斯人中有缪耳提斯、特勒达摩斯、姆纳塞阿斯;在厄利斯人中有欧克西特奥斯、克勒奥提摩斯、阿里斯泰克摩斯;在墨塞尼亚人中有神明所弃的菲利亚德斯的儿子们奈翁和特拉叙罗科斯;在西锡安人中有阿里斯特拉托斯、厄庇卡瑞斯;在科林斯人中有代那耳科斯、德马瑞托斯;在墨伽拉人中有普托伊奥多洛斯、赫利克索斯、佩里洛斯;在底比斯人中有提摩拉奥斯、特奥盖同、阿涅摩伊塔斯;在优卑亚人中有希帕耳科斯、克勒塔耳科斯、索西斯特拉托斯。

§296

ἐπιλείψει με λέγονθʼ ἡ ἡμέρα τὰ τῶν προδοτῶν ὀνόματα. οὗτοι πάντες εἰσίν, ἄνδρες Ἀθηναῖοι, τῶν αὐτῶν βουλευμάτων ἐν ταῖς αὑτῶν πατρίσιν ὧνπερ οὗτοι παρʼ ὑμῖν, ἄνθρωποι μιαροὶ καὶ κόλακες καὶ ἀλάστορες, ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας,2 τὴν ἐλευθερίαν προπεπωκότες3 πρότερον μὲν Φιλίππῳ, νῦν δʼ Ἀλεξάνδρῳ, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν, τὴν δʼ ἐλευθερίαν καὶ τὸ μηδένʼ ἔχειν δεσπότην αὑτῶν, ἃ τοῖς προτέροις Ἕλλησιν ὅροι τῶν ἀγαθῶν ἦσαν καὶ κανόνες, ἀνατετροφότες.

若要一一历数这些叛徒的名字,一天的时间也不够用。雅典的男人们,所有这些人,在他们自己的祖国里都怀着与这些人在此地针对你们相同的图谋;他们是污秽之徒、逢迎小人和恶煞,各自摧残了他们的祖国,先是将自由如同敬酒般出卖给腓力,如今又出卖给亚历山大;他们以肚腹和最可耻之物来衡量幸福,却彻底颠覆了自由以及不侍奉任何主子这一往昔希腊人视之为善的界标与准则的信念。

§297

ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προδοσίας, εἰ δεῖ μὴ ληρεῖν, τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἥ τε πόλις παρὰ πᾶσιν ἀνθρώποις ἀναίτιος γέγονʼ ἐκ τῶν ἐμῶν πολιτευμάτων καὶ ἐγὼ παρʼ ὑμῖν. εἶτά μʼ ἐρωτᾷς ἀντὶ ποίας ἀρετῆς ἀξιῶ τιμᾶσθαι; ἐγὼ δέ σοι λέγω, ὅτι τῶν πολιτευομένων παρὰ τοῖς Ἕλλησι διαφθαρέντων ἁπάντων, ἀρξαμένων ἀπὸ σοῦ, ἔμʼ οὔτε καιρὸς οὔτε φιλανθρωπία λόγων οὔτʼ ἐπαγγελιῶν μέγεθος οὔτʼ ἐλπὶς οὔτε φόβος οὔτʼ ἄλλʼ οὐδὲν ἐπῆρεν οὐδὲ προηγάγετο ὧν ἔκρινα δικαίων καὶ συμφερόντων τῇ πατρίδι οὐδὲν προδοῦναι, οὐδʼ, ὅσα συμβεβούλευκα πώποτε τουτοισί, ὁμοίως ὑμῖν ὥσπερ ἂν τρυτάνη ῥέπων ἐπὶ τὸ λῆμμα συμβεβούλευκα, ἀλλʼ ἀπʼ ὀρθῆς καὶ δικαίας καὶ ἀδιαφθόρου τῆς ψυχῆς· καὶ μεγίστων δὴ πραγμάτων τῶν κατʼ ἐμαυτὸν ἀνθρώπων προστὰς πάνθʼ ὑγιῶς καὶ δικαίως πεπολίτευμαι.

因此,对于这场如此可耻而臭名昭著的阴谋与邪恶——或者说,雅典的男人们,如果不讲虚言的话,是对希腊人自由的背叛——因我的执政,城邦在全人类面前毫无干系,而我也在你们面前毫无过咎。那么,你还要问我凭何种德行而自认配享荣誉吗?我告诉你:当全希腊的从政者无一不遭收买腐化、且以你为开端时,无论时机、巧言令色、巨额许诺、希望、恐惧,还是其他任何东西,都未能驱使或引诱我出卖我认为对祖国公正且有利的任何一件事;在以往向这些公民建言的一切事上,我也从未像你们那样如同天平倾向私利一般去建言,而是出自一颗正直、公正、廉洁的心灵;并且在领导了与我同时代的人中最重大的国政时,我始终健全且公正地处理了一切政务。

§299

διὰ ταῦτʼ ἀξιῶ τιμᾶσθαι. τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μου διέσυρες, καὶ τὴν ταφρείαν ἄξια μὲν χάριτος καὶ ἐπαίνου κρίνω, πῶς γὰρ οὔ; πόρρω μέντοι που τῶν ἐμαυτῷ πεπολιτευμένων4 τίθεμαι. οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ δικαίως σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας καὶ ναῦς καὶ ἵππους καὶ τοὺς ὑπὲρ τούτων ἀμυνομένους·

正因这些,我自认配受荣誉。至于你所讥讽的我那修筑城墙和挖掘濠沟之事,我认为它们确实配受感激与称赞——怎么会不配呢?——但我将它们置于我自身政治成就的极次要地位。我并非用石头或砖块来筑墙卫国,我也未曾将这些视为我自身最大的功绩;但你若愿公正地审视我的防线,你会发现那是武器、城邦、要隘、海港、战船、战马,以及为保卫这一切而奋战的人民。

§300

ταῦτα προὐβαλόμην ἐγὼ πρὸ τῆς Ἀττικῆς, ὅσον ἦν ἀνθρωπίνῳ λογισμῷ δυνατόν, καὶ τούτοις ἐτείχισα τὴν χώραν, οὐχὶ τὸν κύκλον τοῦ Πειραιῶς οὐδὲ τοῦ ἄστεως. οὐδέ γʼ ἡττήθην ἐγὼ τοῖς λογισμοῖς Φιλίππου, πολλοῦ γε καὶ δεῖ, οὐδὲ ταῖς παρασκευαῖς, ἀλλʼ οἱ τῶν συμμάχων στρατηγοὶ καὶ αἱ δυνάμεις τῇ τύχῃ. τίνες αἱ τούτων ἀποδείξεις; ἐναργεῖς καὶ φανεραί. σκοπεῖτε δέ.

这些便是我在人类智谋所及的范围内,为阿提卡设于前沿的屏障;我是用这些来筑防卫国,而不仅仅是围绕比雷埃夫斯或雅典城本身筑一圈城墙。我也绝没有在智略上败给腓力——差得远呢——亦未在军备上落败,而是同盟的将领们与军队败给了命运。这些事情的证据何在?它们清晰而昭彰。请你们审视吧。

语法注4 条
  1. 294ἀνελόντας ἐκ μέσου

    宾格分词 ἀνελόντας 充当非人称动词 δέοι 所支配的不定词 σκοπεῖσθαι 的逻辑主语(泛指审判官或大众)。它没有采用与潜在动作发出者一致的与格(ἀνελοῦσιν),而是采用宾格,表达“若是人们排除捏造与敌意之词来考察的话”。

  2. 296ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας

    动词 ἀκρωτηριάζω(切除手足、残害)的中相完成时分词 ἠκρωτηριασμένοι 后接宾格 τὰς αὑτῶν ἕκαστοι πατρίδας 作为直接宾语(“各自摧残了他们自己的祖国”)。虽然在语法上亦可视为被动态附带关系宾格,但此处强调叛徒们主动加害于城邦的恶行,因而作及物性的中相解释最为恰当。

  3. 296τὴν ἐλευθερίαν προπεπωκότες

    分词 προπεπωκότες 源自动词 προπίνω,原意为“敬酒并将酒杯作为礼物奉送”,在此作为习惯用法,引申为“随手出卖”、“典当牺牲”。它生动形象地刻画出叛徒们将城邦的自由视若宴席上的酒杯一般轻浮地奉送给腓力等人的无耻背叛行径。

  4. 299τῶν ἐμαυτῷ πεπολιτευμένων

    中性复数完成时分词的名词化用法(“我自己施行的国政治绩”)。与格 ἐμαυτῷ 为伴随完成时被动分词的行为者与格(dative of agent)。与介词短语 πόρρω... τίθεμαι 连用,表示将修筑城墙之功“置于自己真正的政治成就远远之下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:294-300