- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:287-293
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄摩西尼阐明了自己被选为喀罗尼亚阵亡将士致悼词并主持追悼宴的原因,引用国葬铭文指出成败归于诸神而非凡人谋士,并痛斥埃斯基涅斯在提及国难时幸灾乐祸、全无同胞之情。
εἶτα καὶ προσήκειν τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσι καὶ τὴν ἐκείνων ἀρετὴν κοσμήσοντα μήθʼ ὁμωρόφιον μήθʼ ὁμόσπονδον γεγενημένον εἶναι1 τοῖς πρὸς ἐκείνους παραταξαμένοις, μηδʼ ἐκεῖ μὲν κωμάζειν καὶ παιωνίζειν ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς μετὰ τῶν αὐτοχείρων τοῦ φόνου, δεῦρο δʼ ἐλθόντα τιμᾶσθαι, μηδὲ τῇ φωνῇ δακρύειν ὑποκρινόμενον τὴν ἐκείνων τύχην, ἀλλὰ τῇ ψυχῇ συναλγεῖν. τοῦτο δʼ ἑώρων παρʼ ἑαυτοῖς καὶ παρʼ ἐμοί, παρὰ δʼ ὑμῖν οὔ.
此外,他们还认为,为阵亡将士致悼词并赞颂其英勇的人,绝不应当是曾与那些同阵亡者列阵交战的人同宿一屋、同饮共誓之辈;也不应当是在彼处因希腊人的不幸而与屠杀的刽子手们一同狂欢、高唱凯歌,随后却来到这里享受尊荣;更不应当是用嗓音做作地哀哭他们的命运,而应当是以心灵同感其悲痛。而他们看到,这种情感存在于他们自己心中,也存在于我心中,却不存在于你们心中。
διὰ ταῦτʼ ἔμʼ ἐχειροτόνησαν καὶ οὐχ ὑμᾶς. καὶ οὐχ ὁ μὲν δῆμος οὕτως, οἱ δὲ τῶν τετελευτηκότων πατέρες καὶ ἀδελφοὶ οἱ ὑπὸ τοῦ δήμου τόθʼ αἱρεθέντες ἐπὶ τὰς ταφὰς ἄλλως πως, ἀλλὰ δέον ποιεῖν αὐτοὺς τὸ περίδειπνον ὡς παρʼ οἰκειοτάτῳ τῶν τετελευτηκότων,2 ὥσπερ τἄλλʼ εἴωθε γίγνεσθαι, τοῦτʼ ἐποίησαν παρʼ ἐμοί. εἰκότως· γένει μὲν γὰρ ἕκαστος ἑκάστῳ μᾶλλον οἰκεῖος ἦν ἐμοῦ, κοινῇ δὲ πᾶσιν οὐδεὶς ἐγγυτέρω· ᾧ γὰρ ἐκείνους σωθῆναι καὶ κατορθῶσαι μάλιστα διέφερεν, οὗτος καὶ παθόντων ἃ μήποτʼ ὤφελον τῆς ὑπὲρ ἁπάντων λύπης πλεῖστον μετεῖχεν.
正因如此,他们选举了我,而不是你们。不仅民众如此,连当时被民众选出负责埋葬死者的烈士父兄们也没有采取任何别的做法;按照往常的习俗,本应在阵亡者至亲的家中举行追悼盛宴,他们却把宴席设在了我的家中。这是合情合理的:论血缘,他们每个人与各自的亲属自然比我更为亲近,但就全体共同而言,却没有人比我更为贴近。因为最关切他们是否得保平安与功成身就的人,当他们遭遇本绝不该遭遇的惨剧时,为所有人承受的悲痛也是最为深切的。
λέγε δʼ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα, ὃ δημοσίᾳ προείλεθʼ ἡ πόλις αὐτοῖς ἐπιγράψαι, ἵνʼ εἰδῇς, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ σαυτὸν ἀγνώμονα καὶ συκοφάντην ὄντα καὶ μιαρόν. λέγε. ΕΠΙΓΡΑΜΜΑ. "οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο ὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν· μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσαν ψυχάς,3 ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ, οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν. γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων σώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις· μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν ἐν βιοτῇ· μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν."
请为他宣读这首铭文,即城邦决议以公费为他们刻写的铭文,以便让你知道,埃斯基涅斯,即使在这铭文本身面前,你也是一个麻木不仁、构陷毁谤的无耻小人。读吧。 铭文 “这些勇士为了祖国,操起铠甲 投身征战,粉碎了敌寇的狂妄; 他们为了英烈之名奋战,未因恐惧 偷生苟活,而是以冥王为共同的裁决者; 这全是为了希腊人,免得他们颈负奴役的重枷, 承受令人切齿的凌辱。 祖国的泥土将那些历尽辛劳者的遗骸 拥入怀抱,因为宙斯对凡人所下的判定正是如此: 终其一生毫无差池且万事有成, 乃是诸神的特权;而逃脱命运,〔宙斯〕绝未赐予。”
ἀκούεις, Αἰσχίνη, μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν; οὐ τῷ συμβούλῳ τὴν τοῦ κατορθοῦν τοὺς ἀγωνιζομένους ἀνέθηκεν δύναμιν, ἀλλὰ τοῖς θεοῖς. τί οὖν, ὦ κατάρατʼ, ἐμοὶ περὶ τούτων λοιδορεῖ, καὶ λέγεις ἃ σοὶ καὶ τοῖς σοῖς οἱ θεοὶ τρέψειαν εἰς κεφαλήν;
你听到了吗,埃斯基涅斯?“毫无差池且万事有成乃是诸神的特权。”铭文并没有将使奋战者克敌制胜的力量归于谋士,而是归于诸神。那么,你这遭天谴的恶徒,为何要在这件事上辱骂我,说出那些愿诸神将其降于你及你亲党头顶的咒言?
πολλὰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου, μάλιστʼ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶς οὐχ ὡς ἂν εὔνους καὶ δίκαιος πολίτης ἔσχε τὴν γνώμην οὐδʼ ἐδάκρυσεν, οὐδʼ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ, ἀλλʼ ἐπάρας τὴν φωνὴν καὶ γεγηθὼς καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι, δεῖγμα δʼ ἐξέφερεν καθʼ ἑαυτοῦ ὅτι τοῖς γεγενημένοις ἀνιαροῖς οὐδὲν ὁμοίως ἔσχε τοῖς ἄλλοις.
雅典的男人们,在他提出的大量其他控告和谎言之中,我最感惊骇的是:当他提及当时降临城邦的变故时,他的心境全不像一个心怀善意且公正的公民,他未曾落下一滴眼泪,内心未曾感受到丝毫这般痛楚;相反,他拔高嗓门、满面喜色、扯开喉咙狂吠,自以为显然是在控告我,却把针对他自身的证据暴露无遗——表明对于那些已经发生的痛心之事,他与其余大众完全不曾同悲共戚。
καίτοι τὸν τῶν νόμων καὶ τῆς πολιτείας φάσκοντα φροντίζειν, ὥσπερ οὗτος νυνί, καὶ εἰ μηδὲν ἄλλο, τοῦτό γʼ ἔχειν δεῖ, ταὐτὰ λυπεῖσθαι καὶ ταὐτὰ χαίρειν τοῖς πολλοῖς, καὶ μὴ τῇ προαιρέσει τῶν κοινῶν ἐν τῷ τῶν ἐναντίων μέρει τετάχθαι· ὃ σὺ νυνὶ πεποιηκὼς εἶ φανερός, ἐμὲ πάντων αἴτιον καὶ διʼ ἔμʼ εἰς πράγματα φάσκων ἐμπεσεῖν τὴν πόλιν, οὐκ ἀπὸ τῆς ἐμῆς πολιτείας οὐδὲ προαιρέσεως ἀρξαμένων ὑμῶν τοῖς Ἕλλησι βοηθεῖν,4 ἐπεὶ ἔμοιγʼ εἰ τοῦτο δοθείη παρʼ ὑμῶν, διʼ ἔμʼ ὑμᾶς ἠναντιῶσθαι τῇ κατὰ τῶν Ἑλλήνων ἀρχῇ πραττομένῃ, μείζων ἂν δοθείη δωρειὰ συμπασῶν ὧν τοῖς ἄλλοις δεδώκατε. ἀλλʼ οὔτʼ ἂν ἐγὼ ταῦτα φήσαιμι (ἀδικοίην γὰρ ἂν ὑμᾶς), οὔτʼ ἂν ὑμεῖς εὖ οἶδʼ ὅτι συγχωρήσαιτε· οὗτός τʼ εἰ δίκαιʼ ἐποίει, οὐκ ἂν εἵνεκα τῆς πρὸς ἔμʼ ἔχθρας τὰ μέγιστα τῶν ὑμετέρων καλῶν ἔβλαπτε καὶ διέβαλλεν.
然而,凡像这个人现在这样声称关切法律与政体的人,哪怕别无所长,至少也必须具备这一点:与大众同忧同乐,且不在公事的抉择中站到敌对阵营的那一边。而你现在的所作所为已暴露无遗:你宣称我是万恶之源,城邦是因我才陷入患难,然而你们援助希腊人,绝非始于我的执政或我的抉择。因为如果你们能把这一点归功于我——即你们是因我才抗击强加在希腊人头上的霸权统治——那么赐予我的奖赏将超越你们赐予其他所有人的总和。但我既不会说这样的话(因为那样是对你们的侵害),我也深知你们绝不会赞同;而这个人如果行事公正,绝不会为了对我的私仇,而损害并诽谤你们最伟大的光辉功绩。
- 287εἶτα καὶ προσήκειν τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσι καὶ τὴν ἐκείνων ἀρετὴν κοσμήσοντα μήθʼ ὁμωρόφιον μήθʼ ὁμόσπονδον γεγενημένον εἶναι
承接第286节末尾主动词 ἡγήσαντο(他们认定)所引导的间接引语(宾格加不定式结构)。整个不定式短语(μήθʼ ὁμωρόφιον... εἶναι)作无人称动词 προσήκειν 的主语,而 τὸν ἐροῦντα ... κοσμήσοντα 则是该不定式短语的逻辑主语(宾格)。
- 288ἀλλὰ δέον ποιεῖν αὐτοὺς τὸ περίδειπνον ὡς παρʼ οἰκειοτάτῳ τῶν τετελευτηκότων
δέον 是无人称动词 δεῖ 的绝对宾格(accusative absolute),表示让步或对比的背景状况:“尽管他们本应当举行……”或“在理应由他们举行……的情况下”。
- 289μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσαν ψυχάς
ἀρετῆς 是表示原因或目的的属格(“为求武勇/因崇尚英德”),依存于分词 μαρνάμενοι;而 καὶ δείματος 则与带有否定词 οὐκ 的动词 ἐσάωσαν 搭配(“未因恐惧而保全[性命]”),作原因属格。这两个属格形式上并列,却分别修饰前后不同的成分,构成了鲜明的对照。
- 292οὐκ ἀπὸ τῆς ἐμῆς πολιτείας οὐδὲ προαιρέσεως ἀρξαμένων ὑμῶν τοῖς Ἕλλησι βοηθεῖν
ἀρξαμένων ὑμῶν 是属格绝对结构(genitive absolute)。动词 ἄρχομαι 搭配不定式(βοηθεῖν)意为“开始援助”。针对埃斯基涅斯将一切归咎于狄摩西尼的说法,此处指出雅典人救援希腊同胞并非始于狄摩西尼的政策这一事实,以原因或转折(让步)的意味插入。
