- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:22-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼驳斥了埃斯基涅斯指责他阻挠泛希腊联合和约的诬陷,并将自己为防止腓力抢占领土而主张迅速收取誓词的决议案与政敌们的阻挠行径进行了对比。
ἀλλʼ ὅμως, τούτων τοιούτων ὄντων καὶ ἐπʼ αὐτῆς τῆς ἀληθείας οὕτω δεικνυμένων, εἰς τοῦθʼ ἧκεν ἀναιδείας ὥστʼ ἐτόλμα λέγειν ὡς ἄρʼ ἐγὼ πρὸς τῷ τῆς εἰρήνης αἴτιος γεγενῆσθαι καὶ κεκωλυκὼς εἴην1 τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ταύτην ποιήσασθαι. εἶτʼ ὦ—τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην νυνὶ διεξῄεις, ὁρῶν ἀφαιρούμενόν με τῆς πόλεως, ἠγανάκτησας, ἢ παρελθὼν ταῦθʼ ἃ νῦν κατηγόρεις ἐδίδαξας καὶ διεξῆλθες;
然而,尽管事实如此,并且在真理本身的对照下也是如此显明,他竟然无耻到了这般地步,以至于胆敢声称,我除了是和平的罪魁祸首之外,还阻止了城邦与全希腊人的联合会议一同缔结这项和约。那么,哦——一个人究竟该怎么称呼你,才算是对你的恰当称呼呢?难道曾有任何时候,你在场目睹我剥夺了城邦如此重大的举措和同盟(正如你刚才所描述的那样),而你曾表示过愤慨,或者曾走上讲台向民众说明并详述你现在所指控的这些事吗?
καὶ μὴν εἰ τὸ κωλῦσαι τὴν τῶν Ἑλλήνων κοινωνίαν ἐπεπράκειν ἐγὼ Φιλίππῳ, σοὶ τὸ μὴ σιγῆσαι λοιπὸν ἦν, ἀλλὰ βοᾶν καὶ διαμαρτύρεσθαι καὶ δηλοῦν τουτοισί. οὐ τοίνυν ἐποίησας οὐδαμοῦ τοῦτο, οὐδʼ ἤκουσέ σου ταύτην τὴν φωνὴν οὐδείς· οὔτε γὰρ ἦν πρεσβεία πρὸς οὐδένʼ ἀπεσταλμένη τότε τῶν Ἑλλήνων, ἀλλὰ πάλαι πάντες ἦσαν ἐξεληλεγμένοι, οὔθʼ οὗτος ὑγιὲς περὶ τούτων εἴρηκεν οὐδέν.
再者,如果我真的将阻挠希腊人的团结出卖给了腓力,那么留给你的本分就不是保持沉默,而是应当大声疾呼、提出抗议并向在座的这些人揭发。然而,你却从未在任何地方做过此事,也没有人听见过你发出这样的声音;因为当时既没有任何使团被派遣到任何希腊人那里——其实所有人早就被试探过了——而这个家伙关于这些事所说的话也没有半句是中肯的。
χωρὶς δὲ τούτων καὶ διαβάλλει τὴν πόλιν τὰ μέγιστʼ ἐν οἷς ψεύδεται· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς μὲν Ἕλληνας εἰς πόλεμον παρεκαλεῖτε, αὐτοὶ δὲ πρὸς Φίλιππον περὶ εἰρήνης πρέσβεις ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα,2 οὐ πόλεως ἔργον οὐδὲ χρηστῶν ἀνθρώπων διεπράττεσθε. ἀλλʼ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθʼ ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλʼ ὑπῆρχεν ἅπασιν. ἀλλʼ ἐπὶ τὸν πόλεμον; ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε. οὔκουν οὔτε τῆς ἐξ ἀρχῆς εἰρήνης ἡγεμὼν οὐδʼ αἴτιος ὢν ἐγὼ φαίνομαι, οὔτε τῶν ἄλλων ὧν κατεψεύσατό μου οὐδὲν ἀληθὲς ὂν δείκνυται.
除这些之外,他在其谎言中还极大地中伤了城邦;因为如果你们一方面呼吁希腊人参战,另一方面自己却又派使节去腓力那里商谈和平,那么你们所做的事就是欧律巴托斯一般的恶棍行径,既非城邦应有的作为,也非体面人之举。但这绝非实情,绝不可能!因为在那个关头,你们究竟出于什么目的还要去召集他们呢?为了和平吗?但和平对所有人都是敞开的。还是为了战争?但你们自己正在商议和平。因此,显而易见,我既非最初和平的倡导者,亦非其成因,而他针对我所捏造的其他谎言,也没有一句被证明是真实的。
ἐπειδὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, ἐνταῦθα πάλιν σκέψασθε τί ἡμῶν ἑκάτερος προείλετο πράττειν· καὶ γὰρ ἐκ τούτων εἴσεσθε τίς ἦν ὁ Φιλίππῳ πάντα συναγωνιζόμενος, καὶ τίς ὁ πράττων ὑπὲρ ὑμῶν καὶ τὸ τῇ πόλει συμφέρον ζητῶν. ἐγὼ μὲν τοίνυν ἔγραψα βουλεύων ἀποπλεῖν τὴν ταχίστην τοὺς πρέσβεις ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνωνται, καὶ τοὺς ὅρκους ἀπολαμβάνειν· οὗτοι δʼ οὐδὲ γράψαντος ἐμοῦ ταῦτα ποιεῖν ἠθέλησαν.
那么,当城邦缔结了和平之后,请你们在此再次审视我们两人各自选择了做什么;因为从这些事情中,你们同样会清楚谁是在一切事上与腓力通力合作的人,谁又是代表你们行事并寻求城邦利益的人。我当时身为议员,提出提案要求使节们以最快的速度乘船前往获悉腓力所在的地区,并接受誓约;但这帮人即使在我起草了提案之后,也不愿意照办。
τί δὲ τοῦτʼ ἐδύνατο, ὦ ἄνδρες Ἀθηναῖοι; ἐγὼ διδάξω. Φιλίππῳ μὲν ἦν συμφέρον ὡς πλεῖστον τὸν μεταξὺ χρόνον γενέσθαι τῶν ὅρκων, ὑμῖν δʼ ὡς ἐλάχιστον. διὰ τί; ὅτι ὑμεῖς μὲν οὐκ ἀφʼ ἧς ὠμόσαθʼ ἡμέρας μόνον, ἀλλʼ ἀφʼ ἧς ἠλπίσατε τὴν εἰρήνην ἔσεσθαι, πάσας ἐξελύσατε τὰς παρασκευὰς τὰς τοῦ πολέμου, ὁ δὲ τοῦτʼ ἐκ παντὸς τοῦ χρόνου μάλιστʼ ἐπραγματεύετο, νομίζων, ὅπερ ἦν ἀληθές, ὅσα τῆς πόλεως προλάβοι πρὸ τοῦ τοὺς ὅρκους ἀποδοῦναι, πάντα ταῦτα βεβαίως ἕξειν· οὐδένα γὰρ τὴν εἰρήνην λύσειν τούτων εἵνεκα.
雅典人啊,这究竟意味着什么呢?我来向你们说明。对腓力而言,宣誓前的间隔时间越长越有利,而对你们而言,则是越短越有利。为什么?因为你们不仅从宣誓之日起,而且从指望会有和平的那一天起,就解除了所有的战争准备;而他自始至终最竭力经营的正是这一点,因为他认为(事实确也如此),凡是在交纳誓词之前抢先夺取的城邦属地,他都将牢固地占有;因为绝不会有人为了这些地方而撕毁和约。
ἁγὼ προορώμενος, ἄνδρες Ἀθηναῖοι, καὶ λογιζόμενος τὸ ψήφισμα τοῦτο γράφω, πλεῖν ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ᾖ Φίλιππος καὶ τοὺς ὅρκους τὴν ταχίστην ἀπολαμβάνειν, ἵνʼ ἐχόντων τῶν Θρᾳκῶν, τῶν ὑμετέρων συμμάχων, ταῦτα τὰ χωρίʼ ἃ νῦν οὗτος διέσυρε, τὸ Σέρριον καὶ τὸ Μυρτηνὸν καὶ τὴν Ἐργίσκην, οὕτω γίγνοινθʼ οἱ ὅρκοι, καὶ μὴ προλαβὼν ἐκεῖνος τοὺς ἐπικαίρους τῶν τόπων κύριος τῆς Θρᾴκης κατασταίη, μηδὲ πολλῶν μὲν χρημάτων πολλῶν δὲ στρατιωτῶν εὐπορήσας ἐκ τούτων ῥᾳδίως τοῖς λοιποῖς ἐπιχειροίη πράγμασιν.
雅典人啊,我正是预见并权衡到了这些事,才起草了这项决议案:乘船前往腓力可能所在的地点,以最快的速度接受誓词,以便在你们的盟友色雷斯人仍然控制着这个家伙刚才所蔑视的那些要塞——塞利翁、米尔特农和埃尔吉斯凯——的情况下举行誓约,免得他抢先占领要冲之地而成为色雷斯的主人,也免得他从中获得了大量钱财与众多士兵后,轻而易举地下手图谋其余的事业。
εἶτα τοῦτο μὲν οὐχὶ λέγει τὸ ψήφισμʼ οὐδʼ ἀναγιγνώσκει· εἰ δὲ βουλεύων ἐγὼ προσάγειν τοὺς πρέσβεις ᾤμην δεῖν, τοῦτό μου διαβάλλει. ἀλλὰ τί ἐχρῆν με ποιεῖν; μὴ προσάγειν γράψαι τοὺς ἐπὶ τοῦθʼ ἥκοντας, ἵνʼ ὑμῖν διαλεχθῶσιν; ἢ θέαν μὴ κατανεῖμαι τὸν ἀρχιτέκτονʼ αὐτοῖς κελεῦσαι; ἀλλʼ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἄν,3 εἰ μὴ τοῦτʼ ἐγράφη. τὰ μικρὰ συμφέροντα τῆς πόλεως ἔδει με φυλάττειν, τὰ δʼ ὅλα, ὥσπερ οὗτοι, πεπρακέναι; οὐ δήπου. λέγε τοίνυν μοι τὸ ψήφισμα τουτὶ λαβών, ὃ σαφῶς οὗτος εἰδὼς παρέβη.
然后,他既不提及这项决议案,也不予宣读;但如果我作为议员认为应当引见使节,他便抓着这点来诽谤我。那我究竟应该怎么做呢?起草提案不引见那些正是为此目的而来以便与你们交涉的人吗?还是命令剧场建筑官不给他们分配座位?可是,就算没有起草这项提案,他们花两个奥波尔也能在普通席看戏。难道我应该去计较城邦的微小利益,而像他们一样把全局出卖掉吗?绝不应当。那么,请拿着这项决议案念给我听,这是此人明明清楚知晓却依然公然违背的。
- 22ὡς ἄρʼ ἐγὼ πρὸς τῷ τῆς εἰρήνης αἴτιος γεγενῆσθαι καὶ κεκωλυκὼς εἴην
在由连词 ὡς 引导的间接引语中,由于主句动词为过去时态(ἐτόλμα),故使用了曲折希求法(optativus obliquus)κεκωλυκὼς εἴην。介词短语 πρὸς τῷ 搭配带冠词的完成时不定式 γεγενῆσθαι,意为“除了成为和约的成因之外”。语气小词 ἄρα 带有一种讽刺的距离感(“按他所谓的说法”)。
- 24Εὐρυβάτου πρᾶγμα
作为动词 διεπράττεσθε 的同族宾语或表语性宾格。欧律巴托斯(Eurybatus)是传说中背叛克罗伊索斯投靠居鲁士的著名叛徒与恶棍,此处用作极端背信弃义之行径的习惯性喻称。
- 28ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἄν
非真实条件句的结论从句(ἄν 搭配未完成过去直陈式 ἐθεώρουν)。介词短语 ἐν τοῖν δυοῖν ὀβολοῖν 使用了双数与格形式,习惯上指剧场中通行的“两个奥波尔的座位(即普通坐席)”。
