- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:279-286
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼谴责埃斯基涅斯以往从未提起过公私诉讼,如今却出于私仇借冠冕之事兴讼。他揭露埃斯基涅斯在喀罗尼亚战役后一改先前的矢口否认、公然承认与腓力的勾结与叛国行径,并指出战后城邦选定由自己而非埃斯基涅斯一党为阵亡将士致悼词,以此证明民众对自己忠诚与政绩的公认。
μηδενὸς δʼ ἀδικήματος πώποτε δημοσίου, προσθήσω δὲ μηδʼ ἰδίου, δίκην ἀξιώσαντα λαβεῖν παρʼ ἐμοῦ μήθʼ ὑπὲρ τῆς πόλεως μήθʼ ὑπὲρ αὑτοῦ, στεφάνου καὶ ἐπαίνου κατηγορίαν ἥκειν συνεσκευασμένον1 καὶ τοσουτουσὶ λόγους ἀνηλωκέναι ἰδίας ἔχθρας καὶ φθόνου καὶ μικροψυχίας ἐστὶ σημεῖον, οὐδενὸς χρηστοῦ. τὸ δὲ δὴ καὶ τοὺς πρὸς ἔμʼ αὐτὸν ἀγῶνας ἐάσαντα νῦν ἐπὶ τόνδʼ ἥκειν, καὶ πᾶσαν ἔχει κακίαν.
对于任何公事的过错——我还当加上,也未曾就私事的过错——他从未要求因城邦或为了他自己而向我问罪,如今却罗织罪名来控告一顶冠冕和赞词,并耗费了如此多的言辞,这纯粹是私人仇怨、嫉妒和心胸狭隘的证明,毫无任何良善可言。尤其是他竟然放弃了直接针对我本人的争讼,如今却来向此人发难,更是包藏了全副的恶意。
καί μοι δοκεῖς ἐκ τούτων, Αἰσχίνη, λόγων ἐπίδειξίν τινα καὶ φωνασκίας βουλόμενος ποιήσασθαι τοῦτον προελέσθαι τὸν ἀγῶνα, οὐκ ἀδικήματος οὐδενὸς λαβεῖν τιμωρίαν. ἔστι δʼ οὐχ ὁ λόγος τοῦ ῥήτορος, Αἰσχίνη, τίμιον, οὐδʼ ὁ τόνος τῆς φωνῆς, ἀλλὰ τὸ ταὐτὰ προαιρεῖσθαι τοῖς πολλοῖς καὶ τὸ τοὺς αὐτοὺς μισεῖν καὶ φιλεῖν οὕσπερ ἂν ἡ πατρίς.
在我看来,埃斯基涅斯,从这些事情中可以清楚看出,你选择这场诉讼,不过是想炫耀一番辞令与嗓音练习,而不是为了惩罚任何罪过。然而,演说家值得敬重之处,埃斯基涅斯,既不在于其言辞,亦不在于其音调,而在于与大众同心同德,与祖国同其爱憎。
ὁ γὰρ οὕτως ἔχων τὴν ψυχήν, οὗτος ἐπʼ εὐνοίᾳ πάντʼ ἐρεῖ· ὁ δʼ ἀφʼ ὧν ἡ πόλις προορᾶταί τινα κίνδυνον ἑαυτῇ, τούτους θεραπεύων οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς,2 οὔκουν οὐδὲ τῆς ἀσφαλείας τὴν αὐτὴν ἔχει προσδοκίαν. ἀλλʼ, ὁρᾷς; ἐγώ· ταὐτὰ γὰρ συμφέρονθʼ εἱλόμην τουτοισί, καὶ οὐδὲν ἐξαίρετον οὐδʼ ἴδιον πεποίημαι.
因为凡是心怀此志的人,所说的一切都必出于善意;但若有人去逢迎那些城邦从中预见威胁的人,他便不曾与大众停泊在同一锚位上,因而在安全上也绝无相同的指望。但是,你明白吗?我却〔有同样的指望〕。因为我所选取的利益与这些人完全一致,从未为自己谋取任何特殊或私人的东西。
ἆρʼ οὖν οὐδὲ σύ; καὶ πῶς; ὃς εὐθέως μετὰ τὴν μάχην πρεσβευτὴς ἐπορεύου πρὸς Φίλιππον, ὃς ἦν τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμφορῶν αἴτιος τῇ πατρίδι, καὶ ταῦτʼ ἀρνούμενος πάντα τὸν ἔμπροσθε χρόνον ταύτην τὴν χρείαν, ὡς πάντες ἴσασιν. καίτοι τίς ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων ἃ φρονεῖ; τῷ δʼ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτῳ; τί δὲ μεῖζον ἔχοι τις ἂν εἰπεῖν ἀδίκημα κατʼ ἀνδρὸς ῥήτορος ἢ εἰ μὴ ταὐτὰ φρονεῖ καὶ λέγει; σὺ τοίνυν οὗτος εὑρέθης.
那么,你也没有〔谋取这类东西〕吗?怎么可能!正是在那场战役之后,你立刻作为使节前往腓力那里,而腓力正是那个时期祖国所遭灾难的罪魁祸首;并且如众人所知,在先前的整个时期里你是一直否认这层关系的。然而,究竟谁在欺骗城邦?难道不是那心口不一的人吗?传令官理所当然要诅咒的又是谁?难道不是这种人吗?对一个身为演说家的男子,人们还能指出比心口不一更大的罪行吗?而你,正是被当场查明是这样的人。
εἶτα σὺ φθέγγει καὶ βλέπειν εἰς τὰ τούτων πρόσωπα τολμᾷς; πότερʼ οὐχ ἡγεῖ γιγνώσκειν αὐτοὺς ὅστις εἶ; ἢ τοσοῦτον ὕπνον καὶ λήθην ἅπαντας ἔχειν ὥστʼ οὐ μεμνῆσθαι τοὺς λόγους οὓς ἐδημηγόρεις ἐν τῷ πολέμῳ, καταρώμενος καὶ διομνύμενος μηδὲν εἶναι σοὶ καὶ Φιλίππῳ πρᾶγμα, ἀλλʼ ἐμὲ τὴν αἰτίαν σοι ταύτην ἐπάγειν τῆς ἰδίας ἕνεκʼ ἔχθρας, οὐκ οὖσαν ἀληθῆ.
即便如此,你竟还敢出声说话,并胆敢直视这些人的面孔?难道你以为他们不知道你是何许人吗?抑或大家都陷入了如此深沉的睡眠与遗忘,以至于记不得你在战时于公民大会上所作的演说——当时你发咒起誓,称你与腓力之间绝无瓜葛,说我只是出于私仇才把这并非事实的罪名加在你头上?
ὡς δʼ ἀπηγγέλθη τάχισθʼ ἡ μάχη, οὐδὲν τούτων φροντίσας εὐθέως ὡμολόγεις καὶ προσεποιοῦ φιλίαν καὶ ξενίαν εἶναί σοι πρὸς αὐτόν, τῇ μισθαρνίᾳ ταῦτα μετατιθέμενος τὰ ὀνόματα· ἐκ ποίας γὰρ ἴσης ἢ δικαίας προφάσεως Αἰσχίνῃ τῷ Γλαυκοθέας τῆς τυμπανιστρίας ξένος ἢ φίλος ἢ γνώριμος ἦν Φίλιππος; ἐγὼ μὲν οὐχ ὁρῶ, ἀλλʼ ἐμισθώθης ἐπὶ τῷ τὰ τουτωνὶ συμφέροντα διαφθείρειν. ἀλλʼ ὅμως, οὕτω φανερῶς αὐτὸς εἰλημμένος προδότης καὶ κατὰ σαυτοῦ μηνυτὴς ἐπὶ τοῖς συμβᾶσιν γεγονώς, ἐμοὶ λοιδορεῖ καὶ ὀνειδίζεις ταῦτα, ὧν πάντας μᾶλλον αἰτίους εὑρήσεις.
然而战役的消息一经传来,你便把这一切抛诸脑后,立即承认并自夸与他有深厚的友谊与宾客之情,用这些虚饰的名目来掩盖受贿的行径。究竟凭何种对等或正当的由头,手鼓女郎格劳科提亚之子埃斯基涅斯,竟然能成为腓力的宾客、朋友或相识?我实在看不出来;相反,你受雇只是为了败坏这些人的利益。然而即便如此,你在既成事实上如此确凿地被抓了个现行的叛徒、自供罪状,却反而就这些事情来谩骂我、责难我,而论及这些事情的罪责,你会发现别人无论如何都比我更有责任。
πολλὰ καὶ καλὰ καὶ μεγάλʼ ἡ πόλις, Αἰσχίνη, καὶ προείλετο καὶ κατώρθωσεν διʼ ἐμοῦ, ὧν οὐκ ἠμνημόνησεν. σημεῖον δέ· χειροτονῶν γὰρ ὁ δῆμος τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσιν παρʼ αὐτὰ τὰ συμβάντα, οὐ σὲ ἐχειροτόνησε προβληθέντα, καίπερ εὔφωνον ὄντα, οὐδὲ Δημάδην, ἄρτι πεποιηκότα τὴν εἰρήνην, οὐδʼ Ἡγήμονα, οὐδʼ ἄλλον ὑμῶν οὐδένα, ἀλλʼ ἐμέ. καὶ παρελθόντος σοῦ καὶ Πυθοκλέους ὠμῶς καὶ ἀναιδῶς, ὦ Ζεῦ καὶ θεοί, καὶ κατηγορούντων ἐμοῦ ταὔθʼ ἃ καὶ σὺ νυνί, καὶ λοιδορουμένων, ἔτʼ ἄμεινον ἐχειροτόνησεν ἐμέ.3
埃斯基涅斯,城邦通过我不仅做出了许多美好而重大的决断,而且大功告成,对这些城邦并未遗忘。证据就在于:当民众在事发之后立即举手表决推选为阵亡将士致悼词的人选时,尽管你得到了提名,尽管你嗓音悦耳,他们却没有选你,也没有选刚缔结和约的德玛德斯,没有选赫革蒙,也没有选你们一伙中的任何一人,而是选了我。当你和皮托克勒斯残忍而寡廉鲜耻地走上前去——天哪,众神啊!——对我提出和你现在完全一样的指控并大肆辱骂时,他们反倒以更加坚决的态度选了我。
τὸ δʼ αἴτιον οὐκ ἀγνοεῖς μέν, ὅμως δὲ φράσω σοι κἀγώ. ἀμφότερʼ ᾔδεσαν αὐτοί, τήν τʼ ἐμὴν εὔνοιαν καὶ προθυμίαν μεθʼ ἧς τὰ πράγματʼ ἔπραττον, καὶ τὴν ὑμετέραν ἀδικίαν· ἃ γὰρ εὐθενούντων τῶν πραγμάτων ἠρνεῖσθε διομνύμενοι, ταῦτʼ ἐν οἷς ἔπταισεν ἡ πόλις ὡμολογήσατε. τοὺς οὖν ἐπὶ τοῖς κοινοῖς ἀτυχήμασιν ὧν ἐφρόνουν λαβόντας ἄδειαν4 ἐχθροὺς μὲν πάλαι, φανεροὺς δὲ τόθʼ ἡγήσανθʼ αὑτοῖς γεγενῆσθαι·
其中的原因你并非不知,但我也同样要告诉你。他们自己心里明白两件事:我主持国政时所怀的善意与热忱,以及你们的不义;因为凡是局势顺遂时你们发誓否认的事,却在城邦受挫时全都招认了。因此他们认定,那些趁着国家的公共灾难而肆无忌惮流露本心的人,早已是仇敌,而在当时不过是彻底向他们暴露了原形而已。
- 279ἀξιώσαντα λαβεῖν ... ἥκειν συνεσκευασμένον
宾格分词 ἀξιώσαντα 作后续不定式 ἥκειν 与 ἀνηλωκέναι 的逻辑主语(宾格主语),而整个不定式短语则作为 ἐστὶ σημεῖον(是……的证明)的语法主语。尽管上下文直接针对埃斯基涅斯说话,但在此处采用了包含宾格主语的不定式复杂从句结构。
- 281οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς
源自航海的习惯表达,意为“未曾与大众停泊在同一锚位上”(在 ὁρμεῖν ἐπὶ... 结构中省略了 ἀγκύρας)。在此用作隐喻,表示二者不具备共同的安全利益与命运,并紧密引出后半句关于安全期盼的论述。
- 285ἔτʼ ἄμεινον ἐχειροτόνησεν ἐμέ
比较级副词 ἄμεινον 与 ἔτι 连用,表示“更加坚定地/更加热烈地推选”。它不仅指推选结果在性质上“更好”,更强调在对手激烈阻挠和攻讦的情况下,公民大会反而以更为决绝和压倒性的态度确认了对德摩斯梯尼的选择。
- 286ὧν ἐφρόνουν λαβόντας ἄδειαν
关系代词 ὧν 本为从句动词 ἐφρόνουν 的宾格宾语(ἃ),因受其支配名词 ἄδειαν(免责、肆无忌惮)的影响而发生格同化(attraction),作为 ἄδειαν 的宾格性属格,意为“就其心中所谋之事获得了不受惩处之放任许可的人”。指那些趁国家遭遇大难而肆意暴露叛逆用心的人。
