← 狄摩西尼

金冠辞

§272-278

公民大会的批准与将共同不幸归咎个人的批评

德摩斯梯尼指出当年的政策经过了全体公民大会的通过以及埃斯基涅斯本人的默认,严厉斥责埃斯基涅斯将公共的不幸归咎于个人,并批评其将私人恩怨带入公事法庭的行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§272

σὺ τοίνυν ταῦτʼ ἀφεὶς ἐμὲ τὸν παρὰ τουτοισὶ πεπολιτευμένον αἰτιᾷ, καὶ ταῦτʼ εἰδὼς ὅτι, καὶ εἰ μὴ τὸ ὅλον, μέρος γʼ ἐπιβάλλει τῆς βλασφημίας ἅπασι, καὶ μάλιστα σοί. εἰ μὲν γὰρ ἐγὼ κατʼ ἐμαυτὸν αὐτοκράτωρ περὶ τῶν πραγμάτων ἐβουλευόμην, ἦν ἂν τοῖς ἄλλοις ῥήτορσιν ὑμῖν ἔμʼ αἰτιᾶσθαι· εἰ δὲ παρῆτε μὲν ἐν ταῖς ἐκκλησίαις ἁπάσαις, ἀεὶ δʼ ἐν κοινῷ τὸ συμφέρον ἡ πόλις προὐτίθει σκοπεῖν, πᾶσι δὲ ταῦτʼ ἐδόκει τότʼ ἄριστʼ εἶναι, καὶ μάλιστα σοί (οὐ γὰρ ἐπὶ εὐνοίᾳ γʼ ἐμοὶ παρεχώρεις ἐλπίδων καὶ ζήλου καὶ τιμῶν, ἃ πάντα προσῆν τοῖς τότε πραττομένοις ὑπʼ ἐμοῦ, ἀλλὰ τῆς ἀληθείας ἡττώμενος δηλονότι καὶ τῷ μηδὲν ἔχειν εἰπεῖν βέλτιον), πῶς οὐκ ἀδικεῖς καὶ δεινὰ ποιεῖς τούτοις νῦν ἐγκαλῶν ὧν τότʼ οὐκ εἶχες λέγειν βελτίω;1

那么,你抛开这些事实,却来指责在这些人面前主持国政的我,而且你明知即使不是全部,至少也有一部分责难会落到所有人身上,尤其是你身上。因为如果是我独揽大权、自行决断国事,你们其他演说家尚可归咎于我;但若是你们出席了每一次公民大会,而城邦也总是将何为有益之事公之于众以供审议,并且当时大家——尤其是你——都认为那些措施是最好的(因为你绝不是出于好意才将希望、赞赏和荣耀让给我,而这一切在当时都是伴随着我的作为而来的,你显然只是被真理所折服,并且因为提不出任何更高明的意见),那么,如今谴责这些你当时提不出更好主意的事,你岂不是在行不义、作恶多端吗?

§274

παρὰ μὲν τοίνυν τοῖς ἄλλοις ἔγωγʼ ὁρῶ πᾶσιν ἀνθρώποις διωρισμένα καὶ τεταγμένα πως τὰ τοιαῦτα. ἀδικεῖ τις ἑκών· ὀργὴν καὶ τιμωρίαν κατὰ τούτου. ἐξήμαρτέ τις ἄκων· συγγνώμην ἀντὶ τῆς τιμωρίας τούτῳ. οὔτʼ ἀδικῶν τις οὔτʼ ἐξαμαρτάνων εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν ἑαυτὸν δοὺς οὐ κατώρθωσεν μεθʼ ἁπάντων· οὐκ ὀνειδίζειν οὐδὲ λοιδορεῖσθαι τῷ τοιούτῳ δίκαιον, ἀλλὰ συνάχθεσθαι.

在所有其他人看来,我发现这类事情都是有明确区别和规范的:有人蓄意作恶,便要对他施加愤怒与惩罚;有人无心犯错,便给予宽恕而非惩罚;有人既不作恶亦不犯错,全心致力于大家认为有益之事,却与众人一同未能成功,对这样的人,予以责备或谩骂是不公正的,唯有同情才合乎正道。

§275

φανήσεται ταῦτα πάνθʼ οὕτως οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἡ φύσις αὐτὴ τοῖς ἀγράφοις νομίμοις καὶ τοῖς ἀνθρωπίνοις ἤθεσιν διώρικεν. Αἰσχίνης τοίνυν τοσοῦτον ὑπερβέβληκεν ἅπαντας ἀνθρώπους ὠμότητι καὶ συκοφαντίᾳ, ὥστε καὶ ὧν αὐτὸς ὡς ἀτυχημάτων ἐμέμνητο, καὶ ταῦτʼ ἐμοῦ κατηγορεῖ.

所有这些不仅在法律中清楚显明,而且大自然本身也在不成文的法则与人类的习俗道德中作了规定。然而埃斯基涅斯在残酷与谗陷方面竟如此远超全人类,以至于连他自己曾称为不幸的那些遭遇,如今竟也用来指控我。

§276

καὶ πρὸς τοῖς ἄλλοις, ὥσπερ αὐτὸς ἁπλῶς καὶ μετʼ εὐνοίας πάντας εἰρηκὼς τοὺς λόγους, φυλάττειν ἐμὲ καὶ τηρεῖν ἐκέλευεν, ὅπως μὴ παρακρούσομαι μηδʼ ἐξαπατήσω, δεινὸν καὶ γόητα καὶ σοφιστὴν καὶ τὰ τοιαῦτʼ ὀνομάζων, ὡς ἐὰν πρότερός τις εἴπῃ τὰ προσόνθʼ ἑαυτῷ περὶ ἄλλου, καὶ δὴ ταῦθʼ οὕτως ἔχοντα, καὶ οὐκέτι τοὺς ἀκούοντας σκεψομένους2 τίς ποτʼ αὐτός ἐστιν ὁ ταῦτα λέγων. ἐγὼ δʼ οἶδʼ ὅτι γιγνώσκετε τοῦτον ἅπαντες, καὶ πολὺ τούτῳ μᾶλλον ἢ ἐμοὶ νομίζετε ταῦτα προσεῖναι.

除此之外,他仿佛自己所说的一切话都是坦诚而抱持善意似的,告诫你们要提防我、戒备我,免得我欺骗或蒙蔽你们,称我为厉害的角色、骗子、智者等等——似乎只要一个人抢先将属于自己的恶名加在别人头上,事实就真是如此,而听众便不再去审视这个说话的人自己究竟是何许人了。但我深知你们所有人都了解此人,并且认为这些特征属于他远甚于属于我。

§277

κἀκεῖνʼ εὖ οἶδʼ ὅτι τὴν ἐμὴν δεινότητα—ἔστω γάρ.3 καίτοι ἔγωγʼ ὁρῶ τῆς τῶν λεγόντων δυνάμεως τοὺς ἀκούοντας τὸ πλεῖστον κυρίους· ὡς γὰρ ἂν ὑμεῖς ἀποδέξησθε καὶ πρὸς ἕκαστον ἔχητʼ εὐνοίας, οὕτως ὁ λέγων ἔδοξε φρονεῖν. εἰ δʼ οὖν ἐστι καὶ παρʼ ἐμοί τις ἐμπειρία τοιαύτη, ταύτην μὲν εὑρήσετε πάντες ἐν τοῖς κοινοῖς ἐξεταζομένην ὑπὲρ ὑμῶν ἀεὶ καὶ οὐδαμοῦ καθʼ ὑμῶν οὐδʼ ἰδίᾳ, τὴν δὲ τούτου τοὐναντίον οὐ μόνον τῷ λέγειν ὑπὲρ τῶν ἐχθρῶν, ἀλλὰ καὶ εἴ τις ἐλύπησέ τι τοῦτον ἢ προσέκρουσέ που, κατὰ τούτων. οὐ γὰρ αὐτῇ δικαίως, οὐδʼ ἐφʼ ἃ συμφέρει τῇ πόλει, χρῆται.

我也很清楚,关于我的雄辩之能——好吧,权且就算是这样。然而我深知,听众在极大程度上支配着演说者的力量;因为你们怎样接纳一位演说者,对每个人抱有怎样的善意,演说者便被认为具有怎样的见识。但无论如何,如果我这里也确有某种此类才能,你们大家都会发现,它在公事中始终是为了你们而接受检验,绝没有任何一次是针对你们或为了私利的;反观此人的才能却恰恰相反,不仅表现在为仇敌说话上,而且只要有人在某件事上惹恼了他,或在某处与他发生过冲突,他便用来对付那些人。因为他并非正当地使用这种才能,也并非用于有益于城邦之事。

§278

οὔτε γὰρ τὴν ὀργὴν οὔτε τὴν ἔχθραν οὔτʼ ἄλλʼ οὐδὲν τῶν τοιούτων τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ τοὺς ὑπὲρ τῶν κοινῶν εἰσεληλυθότας δικαστὰς ἀξιοῦν αὑτῷ βεβαιοῦν,4 οὐδʼ ὑπὲρ τούτων εἰς ὑμᾶς εἰσιέναι, ἀλλὰ μάλιστα μὲν μὴ ἔχειν ταῦτʼ ἐν τῇ φύσει, εἰ δʼ ἄρʼ ἀνάγκη, πράως καὶ μετρίως διακείμενʼ ἔχειν. ἐν τίσιν οὖν σφοδρὸν εἶναι τὸν πολιτευόμενον καὶ τὸν ῥήτορα δεῖ; ἐν οἷς τῶν ὅλων τι κινδυνεύεται τῇ πόλει, καὶ ἐν οἷς πρὸς τοὺς ἐναντίους ἐστὶ τῷ δήμῳ, ἐν τούτοις· ταῦτα γὰρ γενναίου καὶ ἀγαθοῦ πολίτου.

因为一个贤良正派的公民,既不应当要求为了公事而入座的裁判官们来为自己确认私人的愤怒、仇恨或任何诸如此类的情感,也不应当为了这些私怨来到你们面前;他最应当做到的是天性中不存这些情绪,若实在无法避免,也当保持温和节制的心态。那么,从政者和演说家究竟应当在何种事情上表现激烈呢?在城邦的核心利益面临危机的时刻,在民众与仇敌对抗的关头——在这些事情上!因为这才是高尚正派公民的本色。

语法注4 条
  1. 273ὧν τότʼ οὐκ εἶχες λέγειν βελτίω

    关系代词 ὧν 以 ἐγκαλῶν 支配的与格 τούτοις 为先行词,在关系从句内部作为比较属格依附于比较级 βελτίω(“比这些更好的建议”),整句意为“如今指责那些你当时提不出更好主意的事情”。

  2. 276ὡς ἐὰν πρότερός τις εἴπῃ τὰ προσόνθʼ ἑαυτῷ περὶ ἄλλου, καὶ δὴ ταῦθʼ οὕτως ἔχοντα, καὶ οὐκέτι τοὺς ἀκούοντας σκεψομένους

    连词 ὡς 后插入了一个条件从句(ἐὰν πρότερός τις εἴπῃ...),随后接宾格分词 ἔχοντα 与 σκεψομένους(宾格绝对结构或间接引语补足分词),用来表达埃斯基涅斯主观假想的算计:“似乎只要有人抢先……事情就已然如此,且听众不会再去审视”。

  3. 277τὴν ἐμὴν δεινότητα—ἔστω γάρ.

    句首的宾格短语 τὴν ἐμὴν δεινότητα 原本作为主句的宾语或话题前置,但紧接着被让步性插入语 ἔστω γάρ(“好吧,权且算是这样”)打断,形成破格(anacoluthon)。在随后的 καίτοι 引出的总体讨论之后,后文以 εἰ δʼ οὖν ἐστι καὶ παρʼ ἐμοί τις ἐμπειρία τοιαύτη 重新接续了这一话题。

  4. 278οὔτε γὰρ τὴν ὀργὴν οὔτε τὴν ἔχθραν ... τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ τοὺς ὑπὲρ τῶν κοινῶν εἰσεληλυθότας δικαστὰς ἀξιοῦν αὑτῷ βεβαιοῦν

    嵌套的宾格加不定式结构:非人称动词 δεῖ 支配主语宾格 τὸν καλὸν κἀγαθὸν πολίτην 及不定式 ἀξιοῦν,而 ἀξιοῦν 进一步支配宾格 τοὺς ... δικαστάς 与补足不定式 βεβαιοῦν。前置的 τὴν ὀργὴν 等短语是 βεβαιοῦν 的直接宾语,αὑτῷ 则为与格(“为自己”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:272-278