- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:263-271
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼将自己与埃斯基涅斯的生平及公职功绩并列对比以彰显优劣,并指出希腊各地遭受的灾难并非某一个人的命运所致,而是全人类共同面对的严酷局势流变使然。
ἀλλὰ γὰρ παρεὶς ὧν τὴν πενίαν αἰτιάσαιτʼ ἄν τις,1 πρὸς αὐτὰ τὰ τοῦ τρόπου σου βαδιοῦμαι κατηγορήματα. τοιαύτην γὰρ εἵλου πολιτείαν, ἐπειδή ποτε καὶ τοῦτʼ ἐπῆλθέ σοι ποιῆσαι, διʼ ἣν εὐτυχούσης μὲν τῆς πατρίδος λαγὼ βίον ἔζης δεδιὼς καὶ τρέμων καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν ἐφʼ οἷς σαυτῷ συνῄδεις ἀδικοῦντι, ἐν οἷς δʼ ἠτύχησαν οἱ ἄλλοι, θρασὺς ὢν ὑφʼ ἁπάντων ὦψαι.
然而,撇开那些人们可以归咎于贫困的事情,我将直接进入针对你品行本身的指控。因为当你终于想到也要参政时,你选择了一种施政方针;因着这种方针,当祖国繁荣昌盛时,你像野兔一样生活,战战兢兢,时刻提心吊胆,预料着会因自己心知肚明的罪过而挨鞭笞;而当其他人遭遇不幸时,大家看到的你却是气焰嚣张。
καίτοι ὅστις χιλίων πολιτῶν ἀποθανόντων ἐθάρρησε, τί οὗτος παθεῖν ὑπὸ τῶν ζώντων δίκαιός ἐστιν; πολλὰ τοίνυν ἕτερʼ εἰπεῖν ἔχων περὶ αὐτοῦ παραλείψω· οὐ γὰρ ὅσʼ ἂν δείξαιμι προσόντʼ αἰσχρὰ τούτῳ καὶ ὀνείδη, πάντʼ οἶμαι δεῖν εὐχερῶς λέγειν, ἀλλʼ ὅσα μηδὲν αἰσχρόν ἐστιν εἰπεῖν ἐμοί.
然而,一个在千名公民阵亡时竟敢精神振作的人,理当从活着的人手中承受怎样的惩罚呢?关于他我虽有许多别的事可说,却都略去不提;因为我认为,凡是我能指出属于此人的丑行和污点,我并不应该随心所欲全盘托出,而只应当说出那些由我讲出来绝不显卑劣的事。
ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος.
那么,埃斯基涅斯,请心平气和而非尖酸刻薄地将你我所度过的岁月并排省视一番吧;然后问问这里的每一个人,他们各自愿意选择谁的命运。你教识字,我上学读书;你主持秘仪,我接受灌顶;你当低级文书,我参加公民大会;你演第三配角,我当台下观众;你被喝倒彩赶下台,我吹口哨起哄;你的一言一行全是为了仇敌,而我的一切政绩全是为了祖国。
ἐῶ τἄλλα, ἀλλὰ νυνὶ τήμερον ἐγὼ μὲν ὑπὲρ τοῦ στεφανωθῆναι δοκιμάζομαι, τὸ δὲ μηδʼ ὁτιοῦν ἀδικεῖν ἀνωμολόγημαι, σοὶ δὲ συκοφάντῃ μὲν εἶναι δοκεῖν ὑπάρχει, κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι2 μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψήφων. ἀγαθῇ γʼ, οὐχ ὁρᾷς; τύχῃ συμβεβιωκὼς τῆς ἐμῆς κατηγορεῖς.
其余的事姑且不论,就看今天:我正在接受审查是否应当获得冠冕表彰,而众所公认我没有犯下任何罪过;反观你,落得一个被视为告密谗夫的名声,并且正面临着危机:是还能继续干这勾当,还是因为得不到五分之一的选票而必须即刻收场。你看,正是伴随着如此‘优良’的命运,你竟然还来指控我的命运!
φέρε δὴ καὶ τὰς τῶν λῃτουργιῶν μαρτυρίας ὧν λελῃτούργηκα ὑμῖν ἀναγνῶ. παρʼ ἃς3 παρανάγνωθι καὶ σύ μοι τὰς ῥήσεις ἃς ἐλυμαίνου, "ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας" καὶ "κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με," καὶ "κακὸν κακῶς σε" μάλιστα μὲν οἱ θεοί, ἔπειθʼ οὗτοι πάντες ἀπολέσειαν, πονηρὸν ὄντα καὶ πολίτην καὶ τριταγωνιστήν. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.
来吧,让我给你们宣读我所承担的公益捐献的证言;与这些证言并列,你也给我朗读你曾经糟蹋过的那些台词吧: ‘我来自死者的渊薮与幽暗之门,’以及: ‘须知我本不愿作报丧之人,’还有: ‘把你这恶人悲惨地……’ 愿诸神首先、继而是此处的全场众人彻底消灭你这个恶劣的公民兼三流演员!宣读证言吧。
ἐν μὲν τοίνυν τοῖς πρὸς τὴν πόλιν τοιοῦτος· ἐν δὲ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴσθʼ ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι οὐδὲ παρασχοίμην περὶ τούτων οὐδεμίαν μαρτυρίαν, οὔτʼ εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτʼ εἴ τισιν θυγατέρας συνεξέδωκα, οὔτε τῶν τοιούτων οὐδέν.
〔证言朗读〕那么,在对待城邦的公事上我是这样的人;而在私德方面,除非你们大家都知道我是平易近人、仁慈博爱并援助困窘之人的,否则我宁可保持沉默,不发一言,也不为这些事提供任何证言——无论是关于我曾从敌方手中赎出某些人,还是曾资助某些人的女儿出嫁,抑或任何诸如此类的事。
καὶ γὰρ οὕτω πως ὑπείληφα. ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν δὲ ποιήσαντʼ εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας εὐεργεσίας ὑπομιμνῄσκειν καὶ λέγειν μικροῦ δεῖν4 ὅμοιόν ἐστι τῷ ὀνειδίζειν. οὐ δὴ ποιήσω τοιοῦτον οὐδέν, οὐδὲ προαχθήσομαι, ἀλλʼ ὅπως ποθʼ ὑπείλημμαι περὶ τούτων, ἀρκεῖ μοι.
因为我持有大体这样的看法:我认为受恩之人应当终生牢记,而施恩之人则应当立刻忘怀,假若前者要尽一个正派人的本分,而后者要尽一个不器量狭小之人的本分。而提醒自己的恩德并夸夸其谈,几乎无异于以此责备对方。我绝不做任何这样的事,也不会被引诱去这么做;无论大家在这方面对我评价如何,我都感到满足了。
βούλομαι δὲ τῶν ἰδίων ἀπαλλαγεὶς ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν περὶ τῶν κοινῶν. εἰ μὲν γὰρ ἔχεις, Αἰσχίνη, τῶν ὑπὸ τοῦτον τὸν ἥλιον εἰπεῖν ἀνθρώπων ὅστις ἀθῷος τῆς Φιλίππου πρότερον καὶ νῦν τῆς Ἀλεξάνδρου δυναστείας γέγονεν, ἢ τῶν Ἑλλήνων ἢ τῶν βαρβάρων, ἔστω, συγχωρῶ τὴν ἐμὴν εἴτε τύχην εἴτε δυστυχίαν ὀνομάζειν βούλει πάντων αἰτίαν γεγενῆσθαι.
摆脱了私事之后,我还想就公事对你们再多说几句。因为,埃斯基涅斯,如果你能在这普天之下指出任何一个人——无论是希腊人还是异族人——曾经在先前腓力的统治以及如今亚历山大的霸权下毫发无损,那好吧,我承认我的命运(无论你想称之为好运还是不幸)成了这一切的根源。
εἰ δὲ καὶ τῶν μηδεπώποτʼ ἰδόντων ἐμὲ μηδὲ φωνὴν ἀκηκοότων ἐμοῦ πολλοὶ πολλὰ καὶ δεινὰ πεπόνθασι, μὴ μόνον κατʼ ἄνδρα, ἀλλὰ καὶ πόλεις ὅλαι καὶ ἔθνη, πόσῳ δικαιότερον καὶ ἀληθέστερον5 τὴν ἁπάντων, ὡς ἔοικεν, ἀνθρώπων τύχην κοινὴν καὶ φοράν τινα πραγμάτων χαλεπὴν καὶ οὐχ οἵαν ἔδει τούτων αἰτίαν ἡγεῖσθαι.
但是,如果连许多从未见过我、从未听过我声音的人,不仅是个人,甚至连整座整座的城邦和民族,都遭受了许多可怕的灾难,那么,将这一切归咎于全人类似乎共有的命运以及某种艰难反常的世局潮流,岂不是要公允得多、真实得多么?
- 263ὧν τὴν πενίαν αἰτιάσαιτʼ ἄν τις
关系代词从句与动词 αἰτιάομαι 的搭配。属格 ὧν 的先行词 τούτων(作为分词 παρείς 的宾语)被省略,其句法骨架为 αἰτιάσαιτο ἄν τις τὴν πενίαν τούτων(“人们或可将其归咎于贫穷的事物”),动词在此接直接宾语(宾格 τὴν πενίαν)与表示来源/缘由的属格。
- 266κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι
动词 κινδυνεύω(处于……危险之中/面临……危机)未接通常的补充不定式,而是直接统领由 εἴτε... εἴτε... 引导的间接审议/选择从句(“你正面临着危机:是还应当继续干这行,还是必须即刻收场”)。
- 267παρʼ ἃς
介词 παρά 搭配宾格关系代词 ἃς(先行词为 μαρτυρίας)。由空间意义上的“在……旁边”引申为“与……并列/对照”,并与后文祈使动词 παρανάγνωθι 中的前缀 παρά- 形成呼应。
- 269μικροῦ δεῖν
成语性、副词性使用的绝对不定式,意为“几乎”、“差一点”。在此修饰谓语形容词 ὅμοιον(“几乎等同于”、“与……无异”)。
- 271πόσῳ δικαιότερον καὶ ἀληθέστερον
带有表示差异程度的与格 πόσῳ 的比较级骨干句。系动词 ἐστίν 被省略,全句的真实主语是句末的不定式短语 τὴν ... τύχην ... αἰτίαν ἡγεῖσθαι(“认为……命运是其原因”)。
