← 狄摩西尼

金冠辞

§256-262

德摩斯梯尼与埃斯基涅斯生平境遇的对比

德摩斯梯尼将自己体面的成长经历及对城邦的杰出贡献,与埃斯基涅斯卑微的出身、担任秘仪杂役和小吏文书的经历,以及因演技拙劣而被观众投掷果物的倒霉第三演员生涯进行对比,以此驳斥对方的命运攻击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§256

καὶ μὴν εἴ γε τὴν ἐμὴν τύχην πάντως ἐξετάζειν, Αἰσχίνη, προαιρεῖ, πρὸς τὴν σεαυτοῦ σκόπει, κἂν εὕρῃς τὴν ἐμὴν βελτίω τῆς σῆς, παῦσαι λοιδορούμενος αὐτῇ. σκόπει τοίνυν εὐθὺς ἐξ ἀρχῆς. καί μου πρὸς Διὸς μηδεμίαν ψυχρότητα καταγνῷ μηδείς.1 ἐγὼ γὰρ οὔτʼ εἴ τις πενίαν προπηλακίζει, νοῦν ἔχειν ἡγοῦμαι, οὔτʼ εἴ τις ἐν ἀφθόνοις τραφεὶς ἐπὶ τούτῳ σεμνύνεται· ἀλλʼ ὑπὸ τῆς τουτουὶ τοῦ χαλεποῦ βλασφημίας καὶ συκοφαντίας εἰς τοιούτους λόγους ἐμπίπτειν ἀναγκάζομαι, οἷς ἐκ τῶν ἐνόντων ὡς ἂν δύνωμαι μετριώτατα χρήσομαι.

况且,埃斯基涅斯,如果你无论如何都要审查我的命运,那就拿去同你自己的命运做个比较;若你发现我的命运优于你的命运,就请停止对它的辱骂。那么,就从最初的阶段开始省视吧。以宙斯之名,请大家切莫认为我有任何不知轻重之举;因为我不认为凡是辱骂贫穷的人是有理智的,也不认为凡在丰裕中长大便以此自夸的人是有理智的;然而,由于这个恶毒之人的诽谤和谗言,我被迫不得不谈论这些话题,我将根据现有情况尽可能以最克制的方式来处理。

§257

ἐμοὶ μὲν τοίνυν ὑπῆρξεν, Αἰσχίνη, παιδὶ μὲν ὄντι φοιτᾶν εἰς τὰ προσήκοντα διδασκαλεῖα, καὶ ἔχειν ὅσα χρὴ τὸν μηδὲν αἰσχρὸν ποιήσοντα διʼ ἔνδειαν, ἐξελθόντι δʼ ἐκ παίδων ἀκόλουθα τούτοις πράττειν, χορηγεῖν, τριηραρχεῖν, εἰσφέρειν, μηδεμιᾶς φιλοτιμίας μήτʼ ἰδίας μήτε δημοσίας ἀπολείπεσθαι, ἀλλὰ καὶ τῇ πόλει καὶ τοῖς φίλοις χρήσιμον εἶναι, ἐπειδὴ δὲ πρὸς τὰ κοινὰ προσελθεῖν ἔδοξέ μοι, τοιαῦτα πολιτεύμαθʼ ἑλέσθαι ὥστε καὶ ὑπὸ τῆς πατρίδος καὶ ὑπʼ ἄλλων Ἑλλήνων πολλῶν πολλάκις ἐστεφανῶσθαι, καὶ μηδὲ τοὺς ἐχθροὺς ὑμᾶς, ὡς οὐ καλά γʼ ἦν ἃ προειλόμην, ἐπιχειρεῖν λέγειν.

那么,埃斯基涅斯,对我而言,童年时代所拥有的境遇是进入体面的学校就读,并拥有一个不因贫困而做出卑鄙之事的人所应有的一切;而走出童年后,我所行的一切均与此相称——承担合唱队赞助、担任三列桨座战船统领、缴纳特别财产税,在私人或公共的任何荣誉奉献上都不甘人后,对城邦和朋友皆有裨益;而当我决定投身国政时,我所选择的施政方针使我多次获得祖国以及许多其他希腊人的冠冕表彰,甚至连你们这些仇敌也不敢妄图声称我所选择的道路不够崇高。

§258

ἐγὼ μὲν δὴ τοιαύτῃ συμβεβίωκα τύχῃ, καὶ πόλλʼ ἂν ἔχων ἕτερʼ εἰπεῖν περὶ αὐτῆς παραλείπω, φυλαττόμενος τὸ λυπῆσαί τινʼ ἐν οἷς σεμνύνομαι. σὺ δʼ ὁ σεμνὸς ἀνὴρ καὶ διαπτύων τοὺς ἄλλους σκόπει πρὸς ταύτην ποίᾳ τινὶ κέχρησαι τύχῃ, διʼ ἣν παῖς μὲν ὢν μετὰ πολλῆς τῆς ἐνδείας ἐτράφης, ἅμα τῷ πατρὶ πρὸς τῷ διδασκαλείῳ προσεδρεύων, τὸ μέλαν τρίβων καὶ τὰ βάθρα σπογγίζων καὶ τὸ παιδαγωγεῖον κορῶν, οἰκέτου τάξιν, οὐκ ἐλευθέρου παιδὸς ἔχων, ἀνὴρ δὲ γενόμενος τῇ μητρὶ τελούσῃ τὰς βίβλους ἀνεγίγνωσκες καὶ τἄλλα συνεσκευωροῦ, τὴν μὲν νύκτα νεβρίζων καὶ κρατηρίζων καὶ καθαίρων τοὺς τελουμένους καὶ ἀπομάττων τῷ πηλῷ καὶ τοῖς πιτύροις, καὶ ἀνιστὰς ἀπὸ τοῦ καθαρμοῦ κελεύων λέγειν ἔφυγον κακόν, εὗρον ἄμεινον, ἐπὶ τῷ μηδένα πώποτε τηλικοῦτʼ ὀλολύξαι σεμνυνόμενος2 (καὶ ἔγωγε νομίζω·

我正是伴随这样一种命运生活的;关于它我虽有许多别的事情可说,却都略去不提,谨防因自己的夸耀而使人生厌。然而,你这个自命不凡、鄙视他人的家伙,不妨比照着看看你所经历的是怎样的一种命运:因着这种命运,你童年时在极度贫困中长大,陪着你父亲守在学校里研墨、擦拭板凳、清扫学童室,处在家奴而非自由之子的地位;长大成人后,你为行入会秘仪的母亲诵读仪轨书本,并协助布置其他用具;在夜间给入会者披上鹿皮,从调酒缸中奠酒,为他们行洁净礼,用泥和糠皮擦拭污秽,在将他们从洁净礼中扶起时命他们说: ‘我逃脱了灾祸,寻得了更佳,’并自夸从未有人能发出如此响亮的尖声欢呼(而我也确实这么认为;因为你们绝不要以为他说话声音如此之大,尖叫起来却不会格外响亮!)

§260

μὴ γὰρ οἴεσθʼ αὐτὸν φθέγγεσθαι μὲν οὕτω μέγα, ὀλολύζειν δʼ οὐχ ὑπέρλαμπρον), ἐν δὲ ταῖς ἡμέραις τοὺς καλοὺς θιάσους ἄγων διὰ τῶν ὁδῶν, τοὺς ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ, τοὺς ὄφεις τοὺς παρείας θλίβων καὶ ὑπὲρ τῆς κεφαλῆς αἰωρῶν, καὶ βοῶν εὐοῖ σαβοῖ, καὶ ἐπορχούμενος ὑῆς ἄττης ἄττης ὑῆς, ἔξαρχος καὶ προηγεμὼν καὶ κιττοφόρος καὶ λικνοφόρος καὶ τοιαῦθʼ ὑπὸ τῶν γρᾳδίων προσαγορευόμενος, μισθὸν λαμβάνων τούτων ἔνθρυπτα καὶ στρεπτοὺς καὶ νεήλατα, ἐφʼ οἷς τίς οὐκ ἂν ὡς ἀληθῶς αὑτὸν εὐδαιμονίσειε καὶ τὴν αὑτοῦ τύχην;

;而在白天,你率领那些头戴茴香与白杨花环的体面队伍穿行街衢,紧捏着红棕色游蛇在头顶挥舞,高呼: ‘欧欧,萨博伊!’ 并且踏着舞步跳着: ‘许埃斯·阿特斯,阿特斯·许埃斯!’ 被老妇人们尊称为头领、向导、负常春藤者、负扬谷箕者以及诸如此类的头衔,并因此获得泡酒面包、麻花卷和新烤面饼作为酬劳——凭着这些,谁又不会真正为自己及自己的命运感到庆幸呢?

§261

ἐπειδὴ δʼ εἰς τοὺς δημότας ἐνεγράφης ὁπωσδήποτε, (ἐῶ γὰρ τοῦτο,) ἐπειδή γʼ ἐνεγράφης, εὐθέως τὸ κάλλιστον ἐξελέξω τῶν ἔργων, γραμματεύειν καὶ ὑπηρετεῖν τοῖς ἀρχιδίοις. ὡς δʼ ἀπηλλάγης ποτὲ καὶ τούτου, πάνθʼ ἃ τῶν ἄλλων κατηγορεῖς αὐτὸς ποιήσας, οὐ κατῄσχυνας μὰ Δίʼ οὐδὲν τῶν προϋπηργμένων τῷ μετὰ ταῦτα βίῳ, ἀλλὰ μισθώσας σαυτὸν τοῖς βαρυστόνοις ἐπικαλουμένοις ὑποκριταῖς Σιμύκᾳ καὶ Σωκράτει, ἐτριταγωνίστεις, σῦκα καὶ βότρυς καὶ ἐλάας συλλέγων ὥσπερ ὀπωρώνης ἐκ τῶν ἀλλοτρίων χωρίων, πλείω λαμβάνων ἀπὸ τούτων ἢ τῶν ἀγώνων, οὓς ὑμεῖς περὶ τῆς ψυχῆς ἠγωνίζεσθε·3 ἦν γὰρ ἄσπονδος καὶ ἀκήρυκτος ὑμῖν πρὸς τοὺς θεατὰς πόλεμος, ὑφʼ ὧν πολλὰ τραύματʼ εἰληφὼς εἰκότως τοὺς ἀπείρους τῶν τοιούτων κινδύνων ὡς δειλοὺς σκώπτεις.

而当你无论以何种手段被登记到区民名册中之后(这暂且不论)——至少在你登记之后,你立刻挑选了诸行业中最‘体面’的一种,就是给低级官吏当文书与下役。后来你终于摆脱了这一行,自己却做尽了你控告别人的一切行径;凭宙斯起誓,你后来的生活并未辱没你先前的任何经历,而是让自己受雇于绰号为‘悲叹者’的演员西米卡斯和苏格拉底,充当第三演员,像水果商一样从别人的果园里搜罗无花果、葡萄和橄榄,从中获取的收益远胜于你们冒着生命危险所进行的戏剧竞演;因为你们与观众之间有一场毫不讲和、不通使者的战争,你从他们那里承受了无数创伤,难怪你要把那些对这种危险毫无经验的人讥讽为懦夫了。

语法注3 条
  1. 256καί μου πρὸς Διὸς μηδεμίαν ψυχρότητα καταγνῷ μηδείς

    动词 καταγιγνώσκω 遵循司法动词用法,支配指人的属格(μου)与指罪名或缺点的宾格(μηδεμίαν ψυχρότητα)。字面义为“请任何人不要对我判定为无趣/浅薄”,ψυχρότης 在此语境中引申为不识大体、不知轻重或乏味的夸耀。

  2. 259ἐπὶ τῷ μηδένα πώποτε τηλικοῦτʼ ὀλολύξαι σεμνυνόμενος

    介词 ἐπί 与定冠词不定式与格(τῷ ... ὀλολύξαι)连用,作分词 σεμνυνόμενος(自夸)的原因状语。不定式的逻辑主语采用宾格(μηδένα),τηλικοῦτα 则作为副词性宾格或内宾格,修饰 ὀλολύξαι(“如此大声地”)。

  3. 262πλείω λαμβάνων ἀπὸ τούτων ἢ τῶν ἀγώνων, οὓς ὑμεῖς περὶ τῆς ψυχῆς ἠγωνίζεσθε

    在比较结构 πλείω ... ἢ τῶν ἀγώνων 中,介词 ἀπό 在 τῶν ἀγώνων 前被省略。关系代词 οὕς 作为先行词 τῶν ἀγώνων 的同族宾格与 ἠγωνίζεσθε 连用;περὶ τῆς ψυχῆς 字面意为“冒着性命危险”,讽刺性地夸大了被观众投掷烂水果袭击的惨状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:256-262