- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:249-255
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼回顾了自己在多次公诉与审查中屡获无罪判决与赞许的经历,以证明克特西丰表彰提案的正当性;接着,他驳斥了对方关于“命运”的论调,指出不应将个人的私运置于城邦宏大的共同命运之上。
καὶ μετὰ ταῦτα συστάντων οἷς ἦν ἐπιμελὲς κακῶς ἐμὲ ποιεῖν, καὶ γραφάς, εὐθύνας, εἰσαγγελίας, πάντα ταῦτʼ ἐπαγόντων μοι, οὐ διʼ ἑαυτῶν τό γε πρῶτον, ἀλλὰ διʼ ὧν μάλισθʼ ὑπελάμβανον ἀγνοήσεσθαι1 (ἴστε γὰρ δήπου καὶ μέμνησθʼ ὅτι τοὺς πρώτους χρόνους κατὰ τὴν ἡμέραν ἑκάστην ἐκρινόμην ἐγώ, καὶ οὔτʼ ἀπόνοια Σωσικλέους οὔτε συκοφαντία Φιλοκράτους οὔτε Διώνδου καὶ Μελάντου μανία οὔτʼ ἄλλʼ οὐδὲν ἀπείρατον ἦν τούτοις κατʼ ἐμοῦ), ἐν τοίνυν τούτοις πᾶσι μάλιστα μὲν διὰ τοὺς θεούς, δεύτερον δὲ διʼ ὑμᾶς καὶ τοὺς ἄλλους Ἀθηναίους ἐσῳζόμην. δικαίως· τοῦτο γὰρ καὶ ἀληθές ἐστι καὶ ὑπὲρ τῶν ὀμωμοκότων καὶ γνόντων τὰ εὔορκα δικαστῶν.2
在此之后,那些一心要加害我的人纠集起来,向我发起各种公诉、审计和弹劾诉讼——起初并不是由他们亲自出面,而是通过那些他们认为最不容易被察觉底细的人(因为你们想必知道并记得,在最初的那段日子里,我每天都在受审受控,无论是索西克勒斯的孤注一掷,还是斐洛克拉底的诬告陷害,抑或是狄翁达斯与墨兰托斯的狂暴之举,这伙人针对我可谓手段用尽,无所不试);然而,在所有这些审判中,首先由于神明保佑,其次由于你们以及其他雅典人的支持,我得以保全性命。这是理所当然的;因为这不仅符合事实,而且也关乎那些宣誓并依法秉公裁判的法官们的名誉。
οὐκοῦν ἐν μὲν οἷς εἰσηγγελλόμην, ὅτʼ ἀπεψηφίζεσθέ μου καὶ τὸ μέρος τῶν ψήφων τοῖς διώκουσιν οὐ μετεδίδοτε, τότʼ ἐψηφίζεσθε τἄριστά με πράττειν· ἐν οἷς δὲ τὰς γραφὰς ἀπέφευγον, ἔννομα καὶ γράφειν καὶ λέγειν ἀπεδεικνύμην· ἐν οἷς δὲ τὰς εὐθύνας ἐπεσημαίνεσθε, δικαίως καὶ ἀδωροδοκήτως πάντα πεπρᾶχθαί μοι προσωμολογεῖτε. τούτων οὖν οὕτως ἐχόντων, τί προσῆκεν ἢ τί δίκαιον ἦν τοῖς ὑπʼ ἐμοῦ πεπραγμένοις θέσθαι τὸν Κτησιφῶντʼ ὄνομα; οὐχ ὃ τὸν δῆμον ἑώρα τιθέμενον, οὐχ ὃ τοὺς ὀμωμοκότας δικαστάς, οὐχ ὃ τὴν ἀλήθειαν παρὰ πᾶσι βεβαιοῦσαν;
那么,在针对我的弹劾案中,每当你们宣告我无罪且不给原告按规定比例的票数时,你们那时便是在投票认定我所行的是最善之事;在那些公诉案中,我既然脱罪,便证明了我起草法案与发表演说均合乎法律;而在你们签准我的账目审查之时,你们便一并承认我所做的一切皆是公正廉洁、未受贿赂的。那么在这些事实面前,克特西丰对我所做的一切应当冠以怎样的名称,或者说冠以怎样的名称才算公正呢?难道不正是他亲眼看到民众所赋予的名称、宣誓的陪审员所赋予的名称,以及真理在所有人面前所证实的名称吗?
ναί, φησίν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. καὶ νὴ Δίʼ εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών, μηδεπώποτε δʼ ἐξελεγχθεὶς ἀδικῶν ἐν ἐγκλήματι γίγνοιτʼ ἂν διὰ τοῦτο δικαίως; καίτοι πρός γε τοῦτον, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ τοῦ Κεφάλου καλὸν εἰπεῖν ἔστι μοι. οὐδεμίαν γὰρ πώποτʼ ἐγράψατό μʼ οὐδʼ ἐδίωξε γραφήν, ὥσθʼ ὑπὸ σοῦ γʼ ὡμολόγημαι μηδὲν εἶναι τοῦ Κεφάλου χείρων πολίτης.
‘是的,’他说,‘但凯法罗斯的名誉是件美事——从不曾面对任何公诉。’凭宙斯起誓,这确实也是一种幸运。但是,一个多次受审却从未被证实有罪的人,为何反倒因此要受到正当的指责呢?然而,雅典的男人们,至少面对这个家伙,我也同样可以说出凯法罗斯那值得夸耀的话:因为他自己从不曾对我提起或追究过任何公诉,因此至少根据你自己的默认,我作为一个公民绝不比凯法罗斯逊色。
πανταχόθεν μὲν τοίνυν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, οὐχ ἥκιστα δʼ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. ἐγὼ δʼ ὅλως μέν, ὅστις ἄνθρωπος ὢν ἀνθρώπῳ τύχην προφέρει, ἀνόητον ἡγοῦμαι· ἣν γὰρ ὁ βέλτιστα πράττειν νομίζων καὶ ἀρίστην ἔχειν οἰόμενος οὐκ οἶδεν εἰ μενεῖ τοιαύτη μέχρι τῆς ἑσπέρας, πῶς χρὴ περὶ ταύτης λέγειν ἢ πῶς ὀνειδίζειν ἑτέρῳ;3 ἐπειδὴ δʼ οὗτος πρὸς πολλοῖς ἄλλοις καὶ περὶ τούτων ὑπερηφάνως χρῆται τῷ λόγῳ, σκέψασθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὅσῳ καὶ ἀληθέστερον καὶ ἀνθρωπινώτερον ἐγὼ περὶ τῆς τύχης τούτου διαλεχθήσομαι.
因此,人们无论从哪方面都能看出他的偏执与恶毒,而从他关于命运所发表的言论中看得尤为分明。至于我,我认为凡是身为凡人却拿命运来责难另一个凡人的人,全都是愚不可及的;因为一个自以为境遇极佳、自认拥有最好命运的人,尚且不知道这种命运能否维持到傍晚,人们又怎能对此说三道四,或者以此去责难他人呢?但是,既然这个人在许多其他事情之外,在命运问题上也如此傲慢地大放厥词,那么,雅典的男人们,请你们审视并观察,我对于命运的论述将比他真实得多、合乎人道得多。
ἐγὼ τὴν τῆς πόλεως τύχην ἀγαθὴν ἡγοῦμαι, καὶ ταῦθʼ ὁρῶ καὶ τὸν Δία τὸν Δωδωναῖον ὑμῖν μαντευόμενον, τὴν μέντοι τῶν πάντων ἀνθρώπων, ἣ νῦν ἐπέχει, χαλεπὴν καὶ δεινήν· τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὐ πολλῶν κακῶν ἐν τῷ παρόντι πεπείραται;
我认为我们城邦的命运是美好的——我也看到多多纳的宙斯也是如此向你们预言的——然而,目前笼罩全人类的命运却是艰难而可怕的;因为在当下,又有哪个希腊人或哪个异邦人未曾历经诸多苦难呢?
τὸ μὲν τοίνυν προελέσθαι τὰ κάλλιστα καὶ τὸ τῶν οἰηθέντων Ἑλλήνων, εἰ προοῖνθʼ ἡμᾶς, ἐν εὐδαιμονίᾳ διάξειν αὐτῶν ἄμεινον πράττειν,4 τῆς ἀγαθῆς τύχης τῆς πόλεως εἶναι τίθημι· τὸ δὲ προσκροῦσαι καὶ μὴ πάνθʼ ὡς ἐβουλόμεθʼ ἡμῖν συμβῆναι, τῆς τῶν ἄλλων ἀνθρώπων τύχης τὸ ἐπιβάλλον ἐφʼ ἡμᾶς μέρος μετειληφέναι νομίζω τὴν πόλιν.
因此,城邦做出了最崇高的选择,并且境况好于那些原本以为只要抛弃我们便能安享幸福的希腊人本身,我将这归于城邦美好的命运;而我们在前进中受挫、事情未能完全如我们所愿,我认为这是城邦承受了其余人类命运中分摊到我们身上的那一部分份额。
τὴν δʼ ἰδίαν τύχην τὴν ἐμὴν καὶ τὴν ἑνὸς ἡμῶν ἑκάστου ἐν τοῖς ἰδίοις ἐξετάζειν δίκαιον εἶναι νομίζω. ἐγὼ μὲν οὑτωσὶ περὶ τῆς τύχης ἀξιῶ, ὀρθῶς καὶ δικαίως, ὡς ἐμαυτῷ δοκῶ, νομίζω δὲ καὶ ὑμῖν· ὁ δὲ τὴν ἰδίαν τύχην τὴν ἐμὴν τῆς κοινῆς τῆς πόλεως κυριωτέραν εἶναί φησι, τὴν μικρὰν καὶ φαύλην τῆς ἀγαθῆς καὶ μεγάλης. καὶ πῶς ἔνι τοῦτο γενέσθαι;
至于我个人的命运,以及我们每个人个别的命运,我认为在私人事务的范围内予以审查才是公正的。关于命运,我本人持这样的看法,在我看来,并且我相信在你们看来也是正确和公正的;但他却声称我个人的命运比城邦共同的命运更具支配力,即微小卑贱的命运压倒了美好宏大的命运。这又怎么可能发生呢?
- 249ἀγνοήσεσθαι
ἀγνοήσεσθαι 是 ἀγνοέω 的将来中动态形式,此处作被动意义使用(“不被察觉”、“不为人知”)。其逻辑主语并非关系代词 διʼ ὧν 所代指的代理人,而是主句的主体即幕后策划者们(συστάντων 的主语),全句意为“通过那些他们认为最能使自己不被察觉的人”。
- 249ὑπὲρ τῶν ὀμωμοκότων καὶ γνόντων τὰ εὔορκα δικαστῶν
介词 ὑπέρ 搭配属格,在此意为“符合……的利益”、“关乎……的名誉”或“为……辩护”。上下文表明,强调自己被判无罪符合正义,不仅符合事实,而且也是在维护那些依法宣誓并做出公正判决的陪审官们的清誉与立场。
- 252ἣν γὰρ ὁ βέλτιστα πράττειν νομίζων καὶ ἀρίστην ἔχειν οἰόμενος οὐκ οἶδεν εἰ μενεῖ τοιαύτη μέχρι τῆς ἑσπέρας, πῶς χρὴ περὶ ταύτης λέγειν ἢ πῶς ὀνειδίζειν ἑτέρῳ;
句首的宾格关系代词 ἣν(先行词为前文的 τύχην)被大幅前置在分句的主谓结构之前,随后在主句问句中由 περὶ ταύτης 予以复指和接引。这种前置倒装结构(hyperbaton)将核心论题“连自认境遇极佳之人都不知能否维系到傍晚的命运”提至句首,以强化论辩语气。
- 254τὸ τῶν οἰηθέντων Ἑλλήνων, εἰ προοῖνθʼ ἡμᾶς, ἐν εὐδαιμονίᾳ διάξειν αὐτῶν ἄμεινον πράττειν
动词 τίθημι 的宾语是由冠词引导的不定式短语 τὸ ... ἄμεινον πράττειν(“处境好于……”)。由比较级 ἄμεινον 所支配的比较属格是 τῶν οἰηθέντων Ἑλλήνων,其后插入了条件从句 εἰ προοῖνθʼ ἡμᾶς(“如果他们抛弃我们”)及间接引语不定式 ἐν εὐδαιμονίᾳ διάξειν(“将生活在幸福中”)。随后出现的属格代词 αὐτῶν 是对已被隔开的 τῶν οἰηθέντων Ἑλλήνων 的复指,全句结构层层嵌套,表示“比起那些以为抛弃我们便能过上幸福日子的希腊人本身,我们的境遇要更好这一事实”。
