← 狄摩西尼

金冠辞

§242-248

庸医的比喻与演说家的职责范围

德摩斯梯尼痛斥埃斯基涅斯事后诸葛亮式的指责,将其比作在死者葬礼上才开出药方的庸医;他指出作为演说家,自己在外交预见和内政动员方面已尽职尽责且坚决拒贿,并不对军事统帅之责及天运负责,并强调战败之后雅典民众依然通过决议完全信任他的防务与救国举措。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§242

πονηρόν, ἄνδρες Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιον· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν, οὐδὲν ἐξ ἀρχῆς ὑγιὲς πεποιηκὸς οὐδʼ ἐλεύθερον, αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἰνόμαος, παράσημος ῥήτωρ. τί γὰρ ἡ σὴ δεινότης εἰς ὄνησιν ἥκει τῇ πατρίδι;

雅典的男人们,诬告者向来是恶劣的,无论从哪方面看都是恶毒而好加罪于人的;这厮生性就是个狡诈的小人,从一开始就没做过任何健全或高贵的事,他是个演悲剧的猴子,是个拙劣乡村剧里的俄诺玛俄斯,是个劣币般的伪劣演说家。你的辩才究竟为祖国带来过什么益处?

§243

νῦν ἡμῖν λέγεις περὶ τῶν παρεληλυθότων; ὥσπερ ἂν εἴ τις ἰατρὸς1 ἀσθενοῦσι μὲν τοῖς κάμνουσιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι διʼ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὴ δὲ τελευτήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενʼ αὐτῷ φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι εἰ τὸ καὶ τὸ ἐποίησεν ἅνθρωπος οὑτοσί, οὐκ ἂν ἀπέθανεν. ἐμβρόντητε, εἶτα νῦν λέγεις;

你现在倒来向我们谈论既往之事?这就好比一位医生,在病人们卧病之时进门探视,却既不说出也不指明能使他们摆脱疾病的方法,等到其中一人死后、人们为他举行例行葬礼之时,他一路跟随到墓地,逐一宣讲道: “如果这个人做了这样那样的事,他就不会死了。” 你这个被雷劈的蠢货,难道直到现在你才来说吗?

§244

οὐ τοίνυν οὐδὲ τὴν ἧτταν, εἰ ταύτῃ γαυριᾷς ἐφʼ ᾗ στένειν σʼ, ὦ κατάρατε, προσῆκεν, ἐν οὐδενὶ τῶν παρʼ ἐμοὶ γεγονυῖαν εὑρήσετε τῇ πόλει.2 οὑτωσὶ δὲ λογίζεσθε. οὐδαμοῦ πώποθʼ, ὅποι πρεσβευτὴς ἐπέμφθην ὑφʼ ὑμῶν ἐγώ, ἡττηθεὶς ἀπῆλθον τῶν παρὰ Φιλίππου πρέσβεων, οὐκ ἐκ Θετταλίας οὐδʼ ἐξ Ἀμβρακίας, οὐκ ἐξ Ἰλλυριῶν οὐδὲ παρὰ τῶν Θρᾳκῶν βασιλέων, οὐκ ἐκ Βυζαντίου, οὐκ ἄλλοθεν οὐδαμόθεν, οὐ τὰ τελευταῖʼ ἐκ Θηβῶν, ἀλλʼ ἐν οἷς κρατηθεῖεν οἱ πρέσβεις αὐτοῦ τῷ λόγῳ, ταῦτα τοῖς ὅπλοις ἐπιὼν κατεστρέφετο.

因此,就算你为你本该哀恸的事情洋洋自得,该诅咒的家伙,你们也不会发现城邦的这次战败是由任何因我而起的事情所造成的。你们当这样算账:无论何时,无论我被你们派往何处出任使节,我从未被腓力的使节击败而归——无论是从色萨利还是从安布拉基亚,无论是从伊利里亚人那里还是从色雷斯列王那里,无论是从拜占庭还是从其他任何地方,最后从忒拜也是如此;相反,凡是他的使节在言辞交锋中被击败的地方,他都亲自率军进犯、予以征服。

§245

ταῦτʼ οὖν ἀπαιτεῖς παρʼ ἐμοῦ, καὶ οὐκ αἰσχύνει τὸν αὐτὸν εἴς τε μαλακίαν σκώπτων καὶ τῆς Φιλίππου δυνάμεως ἀξιῶν ἕνʼ ὄντα κρείττω γενέσθαι; καὶ ταῦτα τοῖς λόγοις; τίνος γὰρ ἄλλου κύριος ἦν ἐγώ; οὐ γὰρ τῆς γʼ ἑκάστου ψυχῆς, οὐδὲ τῆς τύχης τῶν παραταξαμένων, οὐδὲ τῆς στρατηγίας, ἧς ἔμʼ ἀπαιτεῖς εὐθύνας· οὕτω σκαιὸς εἶ.

难道你要把这些归咎于我吗?你一面嘲笑同一个人懦弱,一面又要求他单凭一人之力去压倒腓力的强权,并且仅凭言辞?你难道不感到羞耻吗?因为我除此以外还能主宰什么呢?我既不能主宰每个战士的性命,也不能主宰列阵者的命运,更不能主宰统帅之职——而你居然要我为此接受审查,你是如此愚蠢荒谬。

§246

ἀλλὰ μὴν ὧν γʼ ἂν ὁ ῥήτωρ ὑπεύθυνος εἴη,3 πᾶσαν ἐξέτασιν λαμβάνετε· οὐ παραιτοῦμαι. τίνʼ οὖν ἐστι ταῦτα; ἰδεῖν τὰ πράγματʼ ἀρχόμενα καὶ προαισθέσθαι καὶ προειπεῖν τοῖς ἄλλοις. ταῦτα πέπρακταί μοι. καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας, ὄκνους, ἀγνοίας, φιλονικίας, ἃ πολιτικὰ ταῖς πόλεσιν πρόσεστιν ἁπάσαις καὶ ἀναγκαῖʼ ἁμαρτήματα, ταῦθʼ ὡς εἰς ἐλάχιστα συστεῖλαι, καὶ τοὐναντίον εἰς ὁμόνοιαν καὶ φιλίαν καὶ τὴν τοῦ τὰ δέοντα ποιεῖν ὁρμὴν προτρέψαι. καὶ ταῦτά μοι πάντα πεποίηται, καὶ οὐδεὶς μήποθʼ εὕρῃ4 κατʼ ἔμʼ οὐδὲν ἐλλειφθέν.

然而,对于演说家应当承担责任的事项,你们尽管进行全面审查,我绝不推辞。那么这些事项究竟是什么?那就是在事态初起之时洞察一切,预先觉察并提前向其他人宣告。这些我都做到了。此外,还要将各处存在的拖延、犹疑、无知、纷争——这些所有城邦在政治上固有的、不可避免的弊病——尽量压缩到最小,并反过来激励人们走向同心同德、亲善友爱以及履行职责的热忱。这些我都全部做到了,任何人都绝不可能发现我有任何懈怠之举。

§247

εἰ τοίνυν τις ἔροιθʼ ὁντινοῦν τίσιν τὰ πλεῖστα Φίλιππος ὧν κατέπραξε διῳκήσατο, πάντες ἂν εἴποιεν τῷ στρατοπέδῳ καὶ τῷ διδόναι καὶ διαφθείρειν τοὺς ἐπὶ τῶν πραγμάτων. οὐκοῦν τῶν μὲν δυνάμεων οὔτε κύριος οὔθʼ ἡγεμὼν ἦν ἐγώ, ὥστʼ οὐδʼ ὁ λόγος τῶν κατὰ ταῦτα πραχθέντων πρὸς ἐμέ. καὶ μὴν τῷ διαφθαρῆναι χρήμασιν ἢ μὴ κεκράτηκα Φίλιππον· ὥσπερ γὰρ ὁ ὠνούμενος νενίκηκε τὸν λαβόντα, ἐὰν πρίηται, οὕτως ὁ μὴ λαβὼν νενίκηκε τὸν ὠνούμενον. ὥστʼ ἀήττητος ἡ πόλις τὸ κατʼ ἐμέ.

如果有人询问任何人,腓力是通过什么手段操纵了他所取得的大部分成果,所有人都会回答:凭借军队,以及通过贿赂和收买当权之人。既然对于军队,我既不是主宰也不是统帅,那么在这方面所发生的事自然无须由我对账。再者,在是否被金钱腐蚀这一点上,我已经战胜了腓力;因为正如买方在买通受贿者时便战胜了对方,同样地,拒不受贿者便战胜了行贿的买方。因此,就我个人的职分而言,城邦始终未尝一败。

§248

ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαίως τοιαῦτα γράφειν τοῦτον περὶ ἐμοῦ, πρὸς πολλοῖς ἑτέροις ταῦτα καὶ παραπλήσια τούτοις ἐστίν· ἃ δʼ οἱ πάντες ὑμεῖς, ταῦτʼ ἤδη λέξω. μετὰ γὰρ τὴν μάχην εὐθὺς ὁ δῆμος, εἰδὼς καὶ ἑορακὼς πάνθʼ ὅσʼ ἔπραττον ἐγώ, ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ φοβεροῖς ἐμβεβηκώς, ἡνίκʼ οὐδʼ ἀγνωμονῆσαί τι θαυμαστὸν ἦν τοὺς πολλοὺς πρὸς ἐμέ, πρῶτον μὲν περὶ σωτηρίας τῆς πόλεως τὰς ἐμὰς γνώμας ἐχειροτόνει, καὶ πάνθʼ ὅσα τῆς φυλακῆς εἵνεκʼ ἐπράττετο, ἡ διάταξις τῶν φυλάκων, αἱ τάφροι, τὰ εἰς τὰ τείχη χρήματα, διὰ τῶν ἐμῶν ψηφισμάτων ἐγίγνετο· ἔπειθʼ αἱρούμενος σιτώνην ἐκ πάντων ἔμʼ ἐχειροτόνησεν ὁ δῆμος.

那么,我为这个人依正义为我起草这样的法令所提供的依据,除了许多其他功绩外,便是这些以及诸如此类的事项;至于你们大家所采取的行动,我即刻便要说明。在战役刚刚结束后,民众深知并亲眼目睹了我所做的一切,身处险恶惊恐的关头——在当时即使大众对我生出几分怨怼也绝不足为奇——首先,对于城邦的拯救,他们投票赞成了我的主张,而为防卫所采取的一切措施——守卫的部署、堑壕的挖掘、城墙的拨款——全都是通过我的法令执行的;随后,在推选粮食专员时,民众从所有人当中投票推选了我。

语法注4 条
  1. 243ὥσπερ ἂν εἴ τις ἰατρὸς

    ὥσπερ ἂν εἰ 结构。该惯用句式源自 ὥσπερ ἂν [εἴη] εἰ...(正如若是……便会如此那样)的省略,用于引导假设性比喻。后文统摄的一系列希求法动词(μὴ λέγοι, δεικνύοι, διεξίοι)表示对假设情境的描绘(“就好像一位医生若是……”)。

  2. 244οὐ τοίνυν οὐδὲ τὴν ἧτταν, εἰ ταύτῃ γαυριᾷς ἐφʼ ᾗ στένειν σʼ, ὦ κατάρατε, προσῆκεν, ἐν οὐδενὶ τῶν παρʼ ἐμοὶ γεγονυῖαν εὑρήσετε τῇ πόλει.

    该句核心骨架为 εὑρήσετε 统摄的宾语补足语分词结构:οὐδὲ τὴν ἧτταν... γεγονυῖαν εὑρήσετε(你们也不会发现战败……发生)。宾格 τὴν ἧτταν 因修辞强调被大幅前置,与分词 γεγονυῖαν 之间插入了条件节与关系节。τῇ πόλει 为表示不利的利害与格(对城邦而言),ἐν οὐδενὶ τῶν παρʼ ἐμοί 表示“在归咎于我的任何事由之中”。

  3. 246ὧν γʼ ἂν ὁ ῥήτωρ ὑπεύθυνος εἴη

    关系代词 ὧν 因形容词 ὑπεύθυνος(对……负有责任、接受审计)支配属格而呈属格,并吸收了其先行词(对应后文的 τούτων)。ἄν 与希求法 εἴη 连用构成潜在希求,表达普遍可能性或常态判断(“演说家理应负责的事项”)。

  4. 246οὐδεὶς μήποθʼ εὕρῃ

    οὐ μή 搭配不定过去时虚拟式(εὕρῃ)构成的强烈否定确信句式(“任何人绝不会发现……”)。εὕρῃ 作为认知动词,后接补充性分词 ἐλλειφθέν(被遗漏、被怠慢)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:242-248