- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:234-241
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄摩西尼将自己执政之初雅典贫乏的军力、险恶的地缘环境与腓力作为全权独裁者所掌握的军队和财力进行鲜明对比。他强调自己在种种劣势下仍为雅典争取到了广泛的同盟,并通过指出假若当年因严苛要求而把盟友推向腓力敌营必将招致何种指控,有力驳斥了埃斯基涅斯事后诸葛亮式的指责。
δύναμιν μὲν τοίνυν εἶχεν ἡ πόλις τοὺς νησιώτας, οὐχ ἅπαντας, ἀλλὰ τοὺς ἀσθενεστάτους· οὔτε γὰρ Χίος οὔτε Ῥόδος οὔτε Κέρκυρα μεθʼ ἡμῶν ἦν· χρημάτων δὲ σύνταξιν εἰς πέντε καὶ τετταράκοντα τάλαντα, καὶ ταῦτʼ ἦν προεξειλεγμένα· ὁπλίτην δʼ ἢ ἱππέα πλὴν τῶν οἰκείων οὐδένα. ὃ δὲ πάντων καὶ φοβερώτατον καὶ μάλισθʼ ὑπὲρ τῶν ἐχθρῶν,1 οὗτοι παρεσκευάκεσαν τοὺς περιχώρους πάντας ἔχθρας ἢ φιλίας ἐγγυτέρω, Μεγαρέας, Θηβαίους, Εὐβοέας.
那么,城邦当时拥有的兵力就是那些岛民,而且并非全体,只是最弱小的一些;因为希俄斯、罗得斯和科尔库拉都不在我们一边。至于财政贡金,不过四十五塔兰同,并且这些也已提前征收;除本邦公民军队外,没有一名重装步兵或骑兵。而最可怕、对敌人最为有利的是:这些人已经使周边的所有邻邦——墨伽拉人、忒拜人、优卑亚人——陷于亲近敌意甚于亲近友谊的状态。
τὰ μὲν τῆς πόλεως οὕτως ὑπῆρχεν ἔχοντα, καὶ οὐδεὶς ἂν ἔχοι παρὰ ταῦτʼ εἰπεῖν ἄλλʼ οὐδέν· τὰ δὲ τοῦ Φιλίππου, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγών, σκέψασθε πῶς. πρῶτον μὲν ἦρχε τῶν ἀκολουθούντων αὐτὸς αὐτοκράτωρ, ὃ τῶν εἰς τὸν πόλεμον μέγιστόν ἐστιν ἁπάντων· εἶθʼ οὗτοι τὰ ὅπλʼ εἶχον ἐν ταῖς χερσὶν ἀεί· ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν ἃ δόξειεν αὐτῷ, οὐ προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδʼ ἐν τῷ φανερῷ βουλευόμενος, οὐδʼ ὑπὸ τῶν συκοφαντούντων κρινόμενος, οὐδὲ γραφὰς φεύγων παρανόμων, οὐδʼ ὑπεύθυνος ὢν οὐδενί, ἀλλʼ ἁπλῶς αὐτὸς δεσπότης, ἡγεμών, κύριος πάντων.
城邦方面的状况本来就是如此,任何人对此都无可置喙。然而请看,与我们交战的腓力那方面又处于何等境地。首先,他本人作为全权独裁者统率追随者,这在战争诸事中是最大的优势;其次,那些人始终手握武器;再次,他资财充裕,为所欲为,既不需要在法令中预先宣告,也不需要在公开场合商议,既不受诬陷者的审判,也不会遭受违宪起诉,对任何人都不负有审计责任,而是径自一人充当万事的统领、主帅和主宰。
ἐγὼ δʼ ὁ πρὸς τοῦτον ἀντιτεταγμένος (καὶ γὰρ τοῦτʼ ἐξετάσαι δίκαιον) τίνος κύριος ἦν; οὐδενός· αὐτὸ γὰρ τὸ δημηγορεῖν πρῶτον, οὗ μόνου μετεῖχον ἐγώ, ἐξ ἴσου προὐτίθεθʼ ὑμεῖς τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι καὶ ἐμοί, καὶ ὅσʼ οὗτοι περιγένοιντʼ ἐμοῦ2 (πολλὰ δʼ ἐγίγνετο ταῦτα, διʼ ἣν ἕκαστον τύχοι πρόφασιν), ταῦθʼ ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι.
而我这个与他针锋相对之人(审查这一点也是公道的),掌握了什么权力呢?一无所有。因为首先,在民众大会上演说——这是我唯一能够参与的权利——你们向受他收买的人和我提供了同等的机会;每当这些人压过我时(这种情况屡屡发生,无论出于何种偶然借口),你们离席时作出的决议都是有利于敌人的。
ἀλλʼ ὅμως ἐκ τοιούτων ἐλαττωμάτων ἐγὼ συμμάχους μὲν ὑμῖν ἐποίησα Εὐβοέας, Ἀχαιούς, Κορινθίους, Θηβαίους, Μεγαρέας, Λευκαδίους, Κερκυραίους, ἀφʼ ὧν μύριοι μὲν καὶ πεντακισχίλιοι ξένοι, δισχίλιοι δʼ ἱππεῖς ἄνευ τῶν πολιτικῶν δυνάμεων συνήχθησαν· χρημάτων δʼ ὅσων ἐδυνήθην ἐγὼ πλείστων συντέλειαν ἐποίησα.
然而,尽管处于如此不利的劣势,我还是为你们赢得了同盟者:优卑亚人、阿开亚人、科林斯人、忒拜人、墨伽拉人、琉卡斯人、科尔库拉人;除公民部队之外,从他们那里征集了一万五千名雇佣军和两千名骑兵;在资金方面,我尽最大可能建立了最丰厚的联纳捐款体制。
εἰ δὲ λέγεις ἢ τὰ πρὸς Θηβαίους δίκαιʼ, Αἰσχίνη, ἢ τὰ πρὸς Βυζαντίους ἢ τὰ πρὸς Εὐβοέας, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγει, πρῶτον μὲν ἀγνοεῖς ὅτι καὶ πρότερον τῶν ὑπὲρ τῶν Ἑλλήνων ἐκείνων ἀγωνισαμένων τριήρων, τριακοσίων οὐσῶν τῶν πασῶν, τὰς διακοσίας ἡ πόλις παρέσχετο, καὶ οὐκ ἐλαττοῦσθαι νομίζουσα οὐδὲ κρίνουσα τοὺς ταῦτα συμβουλεύσαντας οὐδʼ ἀγανακτοῦσʼ ἐπὶ τούτοις ἑωρᾶτο (αἰσχρὸν γάρ), ἀλλὰ τοῖς θεοῖς ἔχουσα χάριν, εἰ κοινοῦ κινδύνου τοῖς Ἕλλησι περιστάντος αὐτὴ διπλάσια τῶν ἄλλων εἰς τὴν ἁπάντων σωτηρίαν παρέσχετο.
埃斯基涅斯,如果你谈及对忒拜人的合理公道,或对拜占庭人、对优卑亚人的合理公道,抑或现在高谈平等条件,首先你并不知晓:从前那些为希腊人奋战的三列桨战船总共有三百艘,而城邦提供了其中的两百艘;城邦当时既没有认为自己吃了亏,也没有审判提出此项建议的人,更没有显露出对此愤懑不平(因为那是可耻的),反倒感激诸神,因为在共同危难笼罩希腊人之际,她自己能为众人的拯救提供两倍于其他城邦的力量。
εἶτα κενὰς χαρίζει χάριτας τουτοισὶ συκοφαντῶν ἐμέ. τί γὰρ νῦν λέγεις οἷʼ ἐχρῆν πράττειν, ἀλλʼ οὐ τότʼ ὢν ἐν τῇ πόλει καὶ παρὼν ταῦτʼ ἔγραφες, εἴπερ ἐνεδέχετο παρὰ τοὺς παρόντας καιρούς, ἐν οἷς οὐχ ὅσʼ ἐβουλόμεθα, ἀλλʼ ὅσα δοίη τὰ πράγματʼ ἔδει δέχεσθαι· ὁ γὰρ ἀντωνούμενος καὶ ταχὺ τοὺς παρʼ ἡμῶν ἀπελαυνομένους προσδεξόμενος καὶ χρήματα προσθήσων ὑπῆρχεν ἕτοιμος.
接着,你通过诬蔑我向在座这些人讨好,卖空头人情。你为何到现在才说当年本该怎么做,而不是在当时身在城邦、身临其境之时提出这些提案呢?如果面对当时的危急关头,事情果真行得通的话。在那个关头,我们必须接受的不是我们所期盼的条件,而是形势所能提供的条件;因为那个竞价者随时准备着,一旦有人被我们驱离,他便迅速接纳并追加钱财。
ἀλλʼ εἰ νῦν ἐπὶ τοῖς πεπραγμένοις κατηγορίας ἔχω, τί ἂν οἴεσθε, εἰ τότʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου, ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, καὶ ἅμʼ Εὐβοίας καὶ Θηβῶν καὶ Βυζαντίου κύριος κατέστη, τί ποιεῖν ἂν ἢ τί λέγειν τοὺς ἀσεβεῖς ἀνθρώπους τουτουσί;3
倘若面对已经取得的功业,我如今尚且遭受指控,那么请你们想一想:假若当时由于我斤斤计较这些细节,各城邦离去并倒向腓力,使他同时成为优卑亚、忒拜和拜占庭的主人,这些不敬神的人又会做出什么事、说出什么话呢?
οὐχ ὡς ἐξεδόθησαν;4 οὐχ ὡς ἀπηλάθησαν βουλόμενοι μεθʼ ὑμῶν εἶναι; εἶτα τοῦ μὲν Ἑλλησπόντου διὰ Βυζαντίων ἐγκρατὴς καθέστηκε, καὶ τῆς σιτοπομπίας τῆς τῶν Ἑλλήνων κύριος, πόλεμος δʼ ὅμορος καὶ βαρὺς εἰς τὴν Ἀττικὴν διὰ Θηβαίων κεκόμισται, ἄπλους δʼ ἡ θάλαττα ὑπὸ τῶν ἐκ τῆς Εὐβοίας ὁρμωμένων λῃστῶν γέγονεν· οὐκ ἂν ταῦτʼ ἔλεγον καὶ πολλά γε πρὸς τούτοις ἕτερα;
难道不会说他们被出卖了吗?难道不会说他们在渴望与你们联合时被驱逐了吗?随后: “他通过拜占庭人控制了赫勒斯滂,成为希腊人粮食运输的主宰;通过忒拜人,一场邻近而沉重的战争被引向阿提卡;由于来自优卑亚的强盗出没,大海已无法航行。” 难道他们不会说出这些话以及诸如此类的许许多多言辞吗?
- 234ὃ δὲ πάντων καὶ φοβερώτατον καὶ μάλισθʼ ὑπὲρ τῶν ἐχθρῶν
中性关系代名词 ὃ 含有先行词,构成独立的名词性从句,对后文的整句事实作预先概括和同格修饰,意为“在所有事情中最可怕且对敌人最为有利的是”。
- 236ὅσʼ οὗτοι περιγένοιντʼ ἐμοῦ
希求法 περιγένοιντʼ 为表示过去反复发生动作的希求法(iterative optative),与上下文的未完成过去时 ἐγίγνετο 及 ἀπῇτε 相应,意为“每当他们胜过我的时候”。
- 240τί ἂν οἴεσθε, εἰ τότʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου, ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, καὶ ἅμʼ Εὐβοίας καὶ Θηβῶν καὶ Βυζαντίου κύριος κατέστη, τί ποιεῖν ἂν ἢ τί λέγειν τοὺς ἀσεβεῖς ἀνθρώπους τουτουσί;
本句核心结构为与过去事实相反的虚拟疑问句:τί ἂν οἴεσθε ... τί ποιεῖν ἂν ἢ τί λέγειν τοὺς ἀσεβεῖς ἀνθρώπους τουτουσί。中间插入了属格独立结构 ἐμοῦ ... ἀκριβολογουμένου 以及条件从句 εἰ ... ἀπῆλθον ...。因插入成分过长,疑问词 τί 发生了重叠。不定词 ποιεῖν ἄν / λέγειν ἄν 由 οἴεσθε 统辖,构成带 ἄν 的不定词间接引语(代表直陈式过去时/未完成过去时加 ἄν),其逻辑主语为宾格 τοὺς ἀσεβεῖς ἀνθρώπους τουτουσί。
- 241οὐχ ὡς ἐξεδόθησαν;
承接前文 τί λέγειν ἂν ...;(“他们会说什么呢?”)的反问与设答。ὡς 引导间接引语或被引用的言辞内容(“难道不是说他们被出卖了吗?”),句中省略了承前而来的引述动词(如 οὐκ ἂν ἔλεγον)。
