← 狄摩西尼

金冠辞

§225-233

驳斥算筹之辩与政策实际成效的列举

狄摩西尼指责埃斯基涅斯回避当年切合实际的即时核验,企图通过断章取义拼凑旧档与模仿修辞来混淆视听;随后他反用埃斯基涅斯的算筹比喻,列举自己执政所取得的具体功绩,并要求以客观国力与战略局势为基准进行公正评判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§225

ἀλλʼ οὐκ ἦν, οἶμαι, τόθʼ ὃ νυνὶ ποιεῖν,1 ἐκ παλαιῶν χρόνων καὶ ψηφισμάτων πολλῶν ἐκλέξαντα, ἃ μήτε προῄδει μηδεὶς μήτʼ ἂν ᾠήθη τήμερον ῥηθῆναι, διαβάλλειν, καὶ μετενεγκόντα τοὺς χρόνους καὶ προφάσεις ἀντὶ τῶν ἀληθῶν ψευδεῖς μεταθέντα τοῖς πεπραγμένοις δοκεῖν τι λέγειν.

但是依我看,在当时绝不可能像他如今所做的那样:从昔日的岁月和诸多法令中挑挑拣拣出那些无人预先知晓、也无人料想会在今日被提及的事情来加以诋毁,调换年月,以虚假的借口取代真实的事由附会于往事,借此装模作样地高谈阔论。

§226

οὐκ ἦν τότε ταῦτα, ἀλλʼ ἐπὶ τῆς ἀληθείας, ἐγγὺς τῶν ἔργων, ἔτι μεμνημένων ὑμῶν καὶ μόνον οὐκ ἐν ταῖς χερσὶν ἕκαστʼ ἐχόντων, πάντες ἐγίγνοντʼ ἂν οἱ λόγοι. διόπερ τοὺς παρʼ αὐτὰ τὰ πράγματʼ ἐλέγχους φυγὼν νῦν ἥκει, ῥητόρων ἀγῶνα νομίζων, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ οὐχὶ τῶν πεπολιτευμένων ἐξέτασιν ποιήσειν ὑμᾶς, καὶ λόγου κρίσιν, οὐχὶ τοῦ τῇ πόλει συμφέροντος ἔσεσθαι.

在当时这种把戏是行不通的;相反,一切辩论本该基于事实本身、紧密结合实际情况进行,当时你们还历历在目,对每件事几乎了如指掌。因此,他逃避了紧随事态发生时的对质与检验,直到现在才登台,在我看来,他以为你们是在举行演说家的比试,而非审查过往的政绩,以为是在评判言辞的高下,而非关乎城邦的利益。

§227

εἶτα σοφίζεται καὶ φησὶ προσήκειν ἧς μὲν οἴκοθεν ἥκετʼ ἔχοντες δόξης περὶ ἡμῶν ἀμελῆσαι,2 ὥσπερ δʼ, ὅταν οἰόμενοι περιεῖναι χρήματά τῳ λογίζησθε, ἂν καθαραὶ ὦσιν αἱ ψῆφοι καὶ μηδὲν περιῇ, συγχωρεῖτε, οὕτω καὶ νῦν τοῖς ἐκ τοῦ λόγου φαινομένοις προσθέσθαι. θεάσασθε τοίνυν ὡς σαθρόν, ὡς ἔοικεν, ἔστι φύσει πᾶν ὅ τι ἂν μὴ δικαίως ᾖ πεπραγμένον.

接着他又耍起诡辩,声称你们应当抛弃从家里带来的对我们的看法;正如你们在计算时以为某人尚有余款,但若算筹算清而毫无结余你们便表示认可一样,如今也当遵从言辞推演所呈现的结果。那么请看吧,看来一切非基于正义所为之事,在其本性上是何等虚妄脆弱!

§228

ἐκ γὰρ αὐτοῦ τοῦ σοφοῦ τούτου παραδείγματος ὡμολόγηκε νῦν γʼ ἡμᾶς ὑπάρχειν ἐγνωσμένους ἐμὲ μὲν λέγειν ὑπὲρ τῆς πατρίδος, αὐτὸν δʼ ὑπὲρ Φιλίππου· οὐ γὰρ ἂν μεταπείθειν ὑμᾶς ἐζήτει μὴ τοιαύτης οὔσης τῆς ὑπαρχούσης ὑπολήψεως περὶ ἑκατέρου.

因为通过这个自以为精巧的比喻,他恰恰承认了:目前大家公认的既定看法,正是我在为祖国说话,而他是在为腓力说话。因为倘若对我们两人没有这种既存的成见,他绝不会力图说服你们改变看法。

§229

καὶ μὴν ὅτι γʼ οὐ δίκαια λέγει μεταθέσθαι ταύτην τὴν δόξαν ἀξιῶν, ἐγὼ διδάξω ῥᾳδίως, οὐ τιθεὶς ψήφους (οὐ γάρ ἐστιν ὁ τῶν πραγμάτων οὗτος λογισμός), ἀλλʼ ἀναμιμνῄσκων ἕκαστʼ ἐν βραχέσι, λογισταῖς ἅμα καὶ μάρτυσι τοῖς ἀκούουσιν ὑμῖν χρώμενος. ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου συνεμβαλεῖν εἰς τὴν χώραν, ὃ πάντες ᾤοντο, μεθʼ ἡμῶν παραταξαμένους ἐκεῖνον κωλύειν ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ τὸν πόλεμον εἶναι, ἑπτακόσια στάδιʼ ἀπὸ τῆς πόλεως ἐπὶ τοῖς Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἡμᾶς φέρειν καὶ ἄγειν ἐκ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον ἔχειν Φίλιππον λαβόντα Βυζάντιον, συμπολεμεῖν τοὺς Βυζαντίους μεθʼ ἡμῶν πρὸς ἐκεῖνον.

而且,他要求你们改变这一看法是毫无道理的,我将轻而易举地证明这一点——不是通过摆放算筹(因为国事的账目绝非如此清算),而是通过简短地唤起各项回忆,让在座聆听的你们同时担任审计官与见证人。因为这个人力图控告的我的国策,使得忒拜人没有像众人所料想的那样随同腓力入侵我国领土,而是与我们并肩列阵以阻止他;使得战争没有在阿提卡本土进行,而是在距城邦七百斯塔狄昂的玻俄提亚边境爆发;使得海盗没有从优卑亚对我方大肆劫掠,阿提卡在整个战争期间自海上安然无恙;使得腓力未能攻占拜占庭并扼守赫勒斯滂,拜占庭人反而与我们联合起来抗击他。

§231

ἆρά σοι ψήφοις ὅμοιος ὁ τῶν ἔργων λογισμὸς φαίνεται; ἢ δεῖν ἀντανελεῖν ταῦτα, ἀλλʼ οὐχ ὅπως τὸν ἅπαντα χρόνον μνημονευθήσεται σκέψασθαι;3 καὶ οὐκέτι προστίθημι ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος Φίλιππος ἔστιν ἰδεῖν, ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς κεκόμισθε. ἀλλʼ ἐῶ ταῦτα.

难道在你看来,功业的清算竟然类似于算筹的清点吗?抑或这些成就应当被一笔勾销,而不是应当考虑如何让它们流芳百世?我更不必多提:当腓力在彻底降服某些地方后所显露的残暴落到他人头上时,你们却得享其福,收获了他在图谋其余事务时所伪装出的仁慈的果实。但我且略过这些不提。

§232

καὶ μὴν οὐδὲ τοῦτʼ εἰπεῖν ὀκνήσω, ὅτι ὁ τὸν ῥήτορα βουλόμενος δικαίως ἐξετάζειν καὶ μὴ συκοφαντεῖν οὐκ ἂν οἷα σὺ νῦν ἔλεγες, τοιαῦτα κατηγόρει, παραδείγματα πλάττων καὶ ῥήματα καὶ σχήματα μιμούμενος (πάνυ γὰρ παρὰ τοῦτο, οὐχ ὁρᾷς; γέγονεν τὰ τῶν Ἑλλήνων, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διελέχθην ἐγώ, ἢ δευρὶ τὴν χεῖρα, ἀλλὰ μὴ δευρὶ παρήνεγκα), ἀλλʼ ἐπʼ αὐτῶν τῶν ἔργων ἂν ἐσκόπει τίνας εἶχεν ἀφορμὰς ἡ πόλις καὶ τίνας δυνάμεις, ὅτʼ εἰς τὰ πράγματʼ εἰσῄειν, καὶ τίνας συνήγαγον αὐτῇ μετὰ ταῦτʼ ἐπιστὰς ἐγώ, καὶ πῶς εἶχε τὰ τῶν ἐναντίων. εἶτʼ εἰ μὲν ἐλάττους ἐποίησα τὰς δυνάμεις, παρʼ ἐμοὶ τἀδίκημʼ ἂν ἐδείκνυεν ὄν, εἰ δὲ πολλῷ μείζους, οὐκ ἂν ἐσυκοφάντει. ἐπειδὴ δὲ σὺ τοῦτο πέφευγας, ἐγὼ ποιήσω· καὶ σκοπεῖτʼ εἰ δικαίως χρήσομαι τῷ λόγῳ.

而且我毫不犹豫地指出:一个意欲公正审查演说家而非恶意中伤的人,绝不会像你刚才那样,捏造比喻、模仿辞令与姿态来进行控告(难道希腊各邦的命运,你难道看不出来吗,竟完全取决于我是说了这句还是那句话,或是把手伸向这边而不是那边吗?)相反,他本应当根据实际功绩来考察:当我步入政坛时,城邦拥有怎样的资源和实力;在此之后当我主持大局时,我为城邦聚集了怎样的力量;以及敌方处于何种境地。随后,如果我削弱了城邦的实力,他本应指出罪责在我;如果我使实力大为增强,他本不应肆意中伤。既然你逃避了这一检验,那就由我来进行;请你们审察我的论述是否公正合理。

语法注3 条
  1. 225ἀλλʼ οὐκ ἦν, οἶμαι, τόθʼ ὃ νυνὶ ποιεῖν

    οὐκ ἦν 在此作无人称用法,意为“不可能”(相当于 ἐξῆν),统领不定式 ποιεῖν 以及下文的 διαβάλλειν 和 δοκεῖν。分词 ἐκλέξαντα、μετενεγκόντα 和 μεταθέντα 均为阳性单数宾格,与不定式的逻辑主语(埃斯基涅斯)保持一致。

  2. 227ἧς μὲν οἴκοθεν ἥκετʼ ἔχοντες δόξης περὶ ἡμῶν ἀμελῆσαι

    此处先行词 δόξης 被吸引进关系从句并同化为关系代词 ἧς 的属格形式(先行词向关系代词的逆同化)。按常规句法结构当为 ἀμελῆσαι τῆς δόξης ἣν οἴκοθεν ἔχοντες ἥκετε περὶ ἡμῶν(“忽视你们从家中带来的关于我们的看法”),动词 ἀμελέω 支配属格补足语。

  3. 231ἢ δεῖν ἀντανελεῖν ταῦτα, ἀλλʼ οὐχ ὅπως τὸν ἅπαντα χρόνον μνημονευθήσεται σκέψασθαι;

    ἢ δεῖν ... σκέψασθαι 承接前一问句 ἆρά σοι ... φαίνεται,或是由前面关于对方观点的陈述所延续的间接引语不定式,或是带有愤慨语气的修辞性独立不定式。δεῖν 支配两个并列的不定式 ἀντανελεῖν(冲销、抵销)与 σκέψασθαι(考虑),后者后接 ὅπως 与将来时直陈式(μνημονευθήσεται)引导的考量从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:225-233