← 狄摩西尼

金冠辞

§217-224

民众对结盟的欢欣与先前的无罪判决

德摩斯梯尼将民众对忒拜结盟成果的欢欣与埃斯基涅斯的不满态度进行对比,解释了自己为何全权承担一切城邦职责,并指出此前内容相同的褒奖法令早已获判无罪且未受质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§217

καὶ ἔγωγʼ ἡδέως ἂν ἐροίμην Αἰσχίνην, ὅτε ταῦτʼ ἐπράττετο καὶ ζήλου καὶ χαρᾶς καὶ ἐπαίνων ἡ πόλις ἦν μεστή, πότερον συνέθυε καὶ συνευφραίνετο τοῖς πολλοῖς, ἢ λυπούμενος καὶ στένων καὶ δυσμεναίνων τοῖς κοινοῖς ἀγαθοῖς οἴκοι καθῆτο. εἰ μὲν γὰρ παρῆν καὶ μετὰ τῶν ἄλλων ἐξητάζετο, πῶς οὐ δεινὰ ποιεῖ, μᾶλλον δʼ οὐδʼ ὅσια, εἰ ὧν ὡς ἀρίστων αὐτὸς τοὺς θεοὺς ἐποιήσατο μάρτυρας, ταῦθʼ ὡς οὐκ ἄριστα νῦν ὑμᾶς ἀξιοῖ ψηφίσασθαι τοὺς ὀμωμοκότας τοὺς θεούς; εἰ δὲ μὴ παρῆν, πῶς οὐκ ἀπολωλέναι πολλάκις ἐστὶ δίκαιος, εἰ ἐφʼ οἷς ἔχαιρον οἱ ἄλλοι, ταῦτʼ ἐλυπεῖθʼ ὁρῶν; λέγε δὴ καὶ ταῦτα τὰ ψηφίσματά μοι. ΨΗΦΙΣΜΑΤΑ ΘΥΣΙΩΝ. οὐκοῦν ἡμεῖς μὲν ἐν θυσίαις ἦμεν τότε, Θηβαῖοι δʼ ἐν τῷ διʼ ἡμᾶς σεσῶσθαι νομίζειν, καὶ περιειστήκει τοῖς βοηθείας δεήσεσθαι δοκοῦσιν ἀφʼ ὧν ἔπραττον οὗτοι, αὐτοὺς βοηθεῖν ἑτέροις1 ἐξ ὧν ἐπείσθητʼ ἐμοί. ἀλλὰ μὴν οἵας τότʼ ἀφίει φωνὰς ὁ Φίλιππος καὶ ἐν οἵαις ἦν ταραχαῖς ἐπὶ τούτοις, ἐκ τῶν ἐπιστολῶν τῶν ἐκείνου μαθήσεσθε ὧν εἰς Πελοπόννησον ἔπεμπεν. καί μοι λέγε ταύτας λαβών, ἵνʼ εἰδῆτε, ἡ ἐμὴ συνέχεια καὶ πλάνοι καὶ ταλαιπωρίαι καὶ τὰ πολλὰ ψηφίσματα, ἃ νῦν οὗτος διέσυρε, τί ἀπειργάσατο.2

我倒很想问问埃斯基涅斯:当这些事情发生、全城充满热忱、欢乐与赞誉之际,他是与民众一同献祭同乐,还是在家中痛苦、叹息并对公共福祉怀恨在心?因为如果他当时在场并置身于众人之中,既然他亲自让诸神作证这些事是至善之举,如今却要求你们这些对神起誓的人投票裁定它们并非至善,这岂非荒谬绝伦,甚至是大逆不道吗?而如果他当时不在场,看到别人所欢庆的事自己却感到痛苦,他又怎能不该死上千万次呢?请一并为我朗读这些法令。 〔献祭法令〕当时,我们正沉浸在献祭之中,而忒拜人则深信自己因我们而获救;局势发生了彻底的逆转:由于这些人的所作所为原本看似需要援助的人,因你们听从了我的劝告,反而亲自去援助他人。至于当时腓力发出了怎样的呼喊,面对这些变故陷入了何等惊慌,你们从他送往伯罗奔尼撒的书信中便可得知。请拿过这些信读给我听,好让你们明白:我的坚持不懈、奔波跋涉、艰难劳顿,以及这个人如今肆意嘲弄的诸多法令,究竟取得了何等成效。

§219

καίτοι πολλοὶ παρʼ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, γεγόνασι ῥήτορες ἔνδοξοι καὶ μεγάλοι πρὸ ἐμοῦ, Καλλίστρατος ἐκεῖνος, Ἀριστοφῶν, Κέφαλος, Θρασύβουλος, ἕτεροι μυρίοι· ἀλλʼ ὅμως οὐδεὶς πώποτε τούτων διὰ παντὸς ἔδωκεν ἑαυτὸν εἰς οὐδὲν τῇ πόλει, ἀλλʼ ὁ μὲν γράφων οὐκ ἂν ἐπρέσβευσεν, ὁ δὲ πρεσβεύων οὐκ ἂν ἔγραψεν. ὑπέλειπε γὰρ αὐτῶν ἕκαστος ἑαυτῷ ἅμα μὲν ῥᾳστώνην, ἅμα δʼ εἴ τι γένοιτʼ ἀναφοράν.

然而,雅典人诸位,在我之前你们当中曾出现过许多显赫伟大的演说家——著名的卡利斯特拉托斯、阿里斯托丰、刻法罗斯、斯拉叙布洛斯以及其他无数之人;但他们当中从来没有任何人在任何事务上将自己全盘奉献给城邦,而是起草法令者不出任使节,出任使节者不起草法令。因为他们每个人都为自己留有退路,一方面贪求安逸,另一方面以便在出现意外时推卸责任。

§220

τί οὖν; εἴποι τις ἄν, σὺ τοσοῦθʼ ὑπερῆρας ῥώμῃ καὶ τόλμῃ ὥστε πάντα ποιεῖν αὐτός; οὐ ταῦτα λέγω, ἀλλʼ οὕτως ἐπεπείσμην μέγαν εἶναι τὸν κατειληφότα κίνδυνον τὴν πόλιν ὥστʼ οὐκ ἐδόκει μοι χώραν οὐδὲ πρόνοιαν οὐδεμίαν τῆς ἰδίας ἀσφαλείας διδόναι, ἀλλʼ ἀγαπητὸν εἶναι, εἰ μηδὲν παραλιπών τις ἃ δεῖ πράξειεν.

“那么怎样?”有人或许会说,“难道你在体力与胆魄上如此过人,以致事事都要亲力亲为吗?”我并非此意;但我当时深信笼罩城邦的危机如此巨大,以至于在我看来根本没有余地也没有顾虑去谋求个人的安全,而是只要一个人毫不疏漏地履行所应尽的职责,就当心满意足了。

§221

ἐπεπείσμην δʼ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δʼ ἐπεπείσμην, μήτε γράφοντʼ ἂν ἐμοῦ γράψαι μηδένα μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον.3 διὰ ταῦτʼ ἐν πᾶσιν ἐμαυτὸν ἔταττον. λέγε τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. ΕΠΙΣΤΟΛΑΙ. εἰς ταῦτα κατέστησε Φίλιππον ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἐκεῖνος ἀφῆκε, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων τῇ πόλει λόγους ἐπαιρόμενος. ἀνθʼ ὧν δικαίως ἐστεφανούμην ὑπὸ τουτωνί, καὶ σὺ παρὼν οὐκ ἀντέλεγες, ὁ δὲ γραψάμενος Διώνδας τὸ μέρος τῶν ψήφων οὐκ ἔλαβεν. καί μοι λέγε ταῦτα τὰ ψηφίσματα τὰ ἀποπεφευγότα, ὑπὸ τούτου δʼ οὐδὲ γραφέντα. ΨΗΦΙΣΜΑΤΑ. ταυτὶ τὰ ψηφίσματʼ, ἄνδρες Ἀθηναῖοι, τὰς αὐτὰς συλλαβὰς καὶ ταὐτὰ ῥήματʼ ἔχει ἅπερ πρότερον μὲν Ἀριστόνικος, νῦν δὲ Κτησιφῶν γέγραφεν οὑτοσί. καὶ ταῦτʼ Αἰσχίνης οὔτʼ ἐδίωξεν αὐτὸς οὔτε τῷ γραψαμένῳ συγκατηγόρησεν. καίτοι τότε τὸν Δημομέλη τὸν ταῦτα γράφοντα καὶ τὸν Ὑπερείδην, εἴπερ ἀληθῆ μου νῦν κατηγορεῖ, μᾶλλον ἂν εἰκότως ἢ τόνδʼ ἐδίωκεν.

至于我自己,我也深信——也许是愚钝自负,但我依然深信——无论在起草法令、付诸行动还是出任使节方面,没有人能比我更加热忱、更加公正。正是因此,我将自己派往所有岗位。请读腓力的书信。 〔书信〕埃斯基涅斯啊,正是我推行的国政使腓力沦落到这般境地;正是他发出了这样的哀叹,而在此之前他对城邦发表过无数狂妄的言论。由于这些功绩,我理所当然地受到这些同胞的嘉奖受冠,而你当时在场却未加反对,提起诉讼的狄翁达斯甚至未能获得法定比例的选票。请为我朗读这些已被判无罪、且连这个人也未曾起诉的法令。 〔法令〕雅典人诸位,这些法令所包含的音节和词句,与早先阿里斯托尼科斯以及如今这位克特西丰所起草的完全相同。对于这些法令,埃斯基涅斯既没有亲自起诉,也没有协助原告共同指控。然而,如果他如今对我提出的指控属实,那么在当时,比起起诉眼前这个人,他理应更有理由去起诉起草这些法令的德谟墨勒斯和许珀赖德斯。

§224

διὰ τί; ὅτι τῷδε μὲν ἔστʼ ἀνενεγκεῖν ἐπʼ ἐκείνους καὶ τὰς τῶν δικαστηρίων γνώσεις καὶ τὸ τοῦτον αὐτὸν ἐκείνων μὴ κατηγορηκέναι ταὐτὰ γραψάντων ἅπερ οὗτος νῦν, καὶ τὸ τοὺς νόμους μηκέτʼ ἐᾶν περὶ τῶν οὕτω πραχθέντων κατηγορεῖν, καὶ πόλλʼ ἕτερα· τότε δʼ αὐτὸ τὸ πρᾶγμʼ ἂν ἐκρίνετʼ ἐφʼ αὑτοῦ, πρίν τι τούτων προλαβεῖν.4

为什么呢?因为对于眼前这个人来说,他可以求助于那些人以及法庭的裁决,求助于这个人〔埃斯基涅斯〕自己从未指控过起草相同法令的前人,求助于法律不再允许对已经如此定案的事情重新控告,以及许多其他依据;但在当时,在这些先例尚未形成之前,事情本身原本可以完全依其本相受到裁决。

语法注4 条
  1. 218περιειστήκει τοῖς βοηθείας δεήσεσθαι δοκοῦσιν ... αὐτοὺς βοηθεῖν ἑτέροις

    动词 περιειστήκει(περιίστημι 的过去完成时)在此作非人称用法,表示“局势发生逆转而导致……”。与格短语 τοῖς βοηθείας δεήσεσθαι δοκοῦσιν(“对于那些看似需要援助的人而言”)与不定词短语 αὐτοὺς βοηθεῖν ἑτέροις(“他们自己去援助他人”)相呼应,生动体现出雅典人从原本面临危难的求援者转变为援救他人(忒拜人)的主动者这一态势逆转。

  2. 218ἡ ἐμὴ συνέχεια καὶ πλάνοι καὶ ταλαιπωρίαι καὶ τὰ πολλὰ ψηφίσματα ... τί ἀπειργάσατο

    提先构式(prolepsis)。作为间接疑问从句谓语 ἀπειργάσατο 逻辑主语的名词短语(ἡ ἐμὴ συνέχεια 等)被置于疑问词 τί 之前,以主格形式出现。动词采用单数 ἀπειργάσατο,是因为并列的多个主语被视作一个整体性的政治努力与举措。

  3. 221μήτε γράφοντʼ ἂν ἐμοῦ γράψαι μηδένα μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον

    此处的 ἄν 与不定词(γράφοντʼ ἂν ... γράψαι 等)连用,依附于表示深信的动词 ἐπεπείσμην,在间接引语中对应于直接引语的潜在希求法(如 οὐδεὶς ἂν γράψειε)。分词 γράφοντα、πράττοντα、πρεσβεύοντα 修饰不定词的宾格主语 μηδένα,意为“确信没有任何人在起草法令、采取行动或出使方面会比我更热忱、更公正”。

  4. 224πρίν τι τούτων προλαβεῖν

    连词 πρίν 搭配不定词 προλαβεῖν(源自 προλαμβάνω,“先行发生、占先”),构成时间从句,意为“在这些事情(即前述判决、法定时效及未曾起诉的事实)先行确立之前”。这强调了当时若提起诉讼,案件尚可在没有既定先例作为屏障的情况下纯粹依事理本身来裁决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:217-224