- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:211-216
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼回顾了出使忒拜的经过以及腓力使节提出的苛刻要求,阐述自己如何通过外交说服忒拜结盟,并高度称赞了雅典军队展现出的勇敢、正义与节制。
ἀλλὰ γὰρ ἐμπεσὼν εἰς τὰ πεπραγμένα τοῖς προγόνοις ὑμῶν ἔστιν ἃ1 τῶν ψηφισμάτων παρέβην καὶ τῶν πραχθέντων. ἐπανελθεῖν οὖν ὁπόθεν ἐνταῦθʼ ἐξέβην βούλομαι. ὡς γὰρ ἀφικόμεθʼ εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δʼ ἐκείνου θρασεῖς. ὅτι δʼ οὐ νῦν ταῦτα λέγω τοῦ συμφέροντος εἵνεκʼ ἐμαυτῷ, λέγε μοι τὴν ἐπιστολὴν ἣν τότʼ ἐπέμψαμεν εὐθὺς οἱ πρέσβεις.
然而,由于我转而论及你们先祖的事迹,我略过了一些法令与实际行动。因此,我希望能回到我由此岔开话题的原处。 因为当我们抵达忒拜时,我们发现腓力、色萨利人以及其他盟邦的使节均已在场;我们的朋友惶恐不安,而他的党羽则气焰嚣张。为了证明我并非为了自己的利益而在当下说这些话,请为我朗读我们使节团当时立即送达的书信。
καίτοι τοσαύτῃ γʼ ὑπερβολῇ συκοφαντίας οὗτος κέχρηται ὥστε, εἰ μέν τι τῶν δεόντων ἐπράχθη, τὸν καιρόν, οὐκ ἐμέ φησιν αἴτιον γεγενῆσθαι, τῶν δʼ ὡς ἑτέρως συμβάντων2 ἁπάντων ἐμὲ καὶ τὴν ἐμὴν τύχην αἰτίαν εἶναι· καί, ὡς ἔοικεν, ὁ σύμβουλος καὶ ῥήτωρ ἐγὼ τῶν μὲν ἐκ λόγου καὶ τοῦ βουλεύσασθαι πραχθέντων οὐδὲν αὐτῷ συναίτιος εἶναι δοκῶ, τῶν δʼ ἐν τοῖς ὅπλοις καὶ κατὰ τὴν στρατηγίαν ἀτυχηθέντων μόνος αἴτιος εἶναι. πῶς ἂν ὠμότερος συκοφάντης γένοιτʼ ἢ καταρατότερος; λέγε τὴν ἐπιστολήν. ΕΠΙΣΤΟΛΗ.
然而,这个人沉溺于如此极端的恶意中伤,以致倘若某件应当采取的行动得以成就,他便宣称那是时机所致而非我之功;但对于所有发生逆转的不利结果,他却主张我和我的命运才是罪魁祸首。看来,作为谋士和演说家的我,在由言论与深谋远虑所成就的事情上被他视作毫无参与之功,而在武装力量与将帅指挥中所遭遇的不幸中却被当作唯一的责任者。世上怎会有更为残酷或更为可咒诅的中伤者呢?请读信。
ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους προτέρους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παρελθόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δʼ ὑμῶν κατηγοροῦντες, πάνθʼ ὅσα πώποτʼ ἐναντίʼ ἐπράξατε Θηβαίοις ἀναμιμνῄσκοντες. τὸ δʼ οὖν κεφάλαιον, ἠξίουν ὧν μὲν εὖ ʼπεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δʼ ὑφʼ ὑμῶν ἠδίκηντο δίκην λαβεῖν, ὁποτέρως βούλονται, ἢ διέντας αὐτοὺς ἐφʼ ὑμᾶς ἢ συνεμβαλόντας εἰς τὴν Ἀττικήν· καὶ ἐδείκνυσαν, ὡς ᾤοντο, ἐκ μὲν ὧν αὐτοὶ συνεβούλευον τἀκ τῆς Ἀττικῆς βοσκήματα καὶ ἀνδράποδα καὶ τἄλλʼ ἀγάθʼ εἰς τὴν Βοιωτίαν ἥξοντα, ἐκ δʼ ὧν ἡμᾶς ἐρεῖν ἔφασαν τἀν τῇ Βοιωτίᾳ διαρπασθησόμενʼ ὑπὸ τοῦ πολέμου. καὶ ἄλλα πολλὰ πρὸς τούτοις, εἰς ταὐτὰ δὲ πάντα συντείνοντʼ ἔλεγον.
〔书信〕于是,当他们召开公民大会时,他们先让对方的使节入场,因为对方享有盟友的地位。他们走上讲台发表言说,极力赞扬腓力,又多方指责你们,提醒人们记起你们以往反对忒拜人的一切所作所为。归结起来,他们要求忒拜人报答从腓力那里蒙受的恩惠,并对受自你们的侵害进行报复,任选两种方式之一:要么放行他们穿境进攻你们,要么一同入侵阿提卡。他们还自以为得计地证明:按照他们自己所建议的方针,阿提卡的牲畜、奴隶及其他财富将流入波奥提亚;而按照他们声称我们会说的主张,波奥提亚的财产将在战争中横遭洗劫。除此以外他们还说了许多别的话,但全都指向同一目的。
ἃ δʼ ἡμεῖς πρὸς ταῦτα, τὰ μὲν καθʼ ἕκαστʼ ἐγὼ μὲν ἀντὶ παντὸς ἂν τιμησαίμην εἰπεῖν τοῦ βίου, ὑμᾶς δὲ δέδοικα, μὴ παρεληλυθότων τῶν καιρῶν, ὥσπερ ἂν εἰ καὶ κατακλυσμὸν γεγενῆσθαι τῶν πραγμάτων ἡγούμενοι,3 μάταιον ὄχλον τοὺς περὶ τούτων λόγους νομίσητε· ὅ τι δʼ οὖν ἐπείσαμεν ἡμεῖς καὶ ἡμῖν ἀπεκρίναντο, ἀκούσατε. λέγε ταυτὶ λαβών. ΑΠΟΚΡΙΣΙΣ ΘΗΒΑΙΩΝ.
至于我们对此作何回应,就具体细节而言,我哪怕用全部生命作为代价也渴望逐一陈说;但我担忧你们由于时过境迁,视一切事情犹如历经了一场灭顶洪灾,因而会认为关于这些事情的言辞只是徒劳的聒噪。不过,无论如何,请听听我们说服了他们什么,以及他们回复了我们什么。拿着这些文件,读出来吧。
μετὰ ταῦτα τοίνυν ἐκάλουν ὑμᾶς καὶ μετεπέμποντο. ἐξῇτε, ἐβοηθεῖτε, ἵνα τἀν μέσῳ παραλείπω, οὕτως οἰκείως ὑμᾶς ἐδέχοντο ὥστʼ ἔξω τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων ὄντων εἰς τὰς οἰκίας καὶ τὸ ἄστυ δέχεσθαι τὴν στρατιὰν ἐπὶ παῖδας καὶ γυναῖκας4 καὶ τὰ τιμιώτατα. καίτοι τρίʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσιν ἀνθρώποις ἔδειξαν ἐγκώμια Θηβαῖοι καθʼ ὑμῶν5 τὰ κάλλιστα, ἓν μὲν ἀνδρείας, ἕτερον δὲ δικαιοσύνης, τρίτον δὲ σωφροσύνης. καὶ γὰρ τὸν ἀγῶνα μεθʼ ὑμῶν μᾶλλον ἢ πρὸς ὑμᾶς ἑλόμενοι ποιήσασθαι καὶ ἀμείνους εἶναι καὶ δικαιότερʼ ἀξιοῦν ὑμᾶς ἔκριναν Φιλίππου· καὶ τὰ παρʼ αὐτοῖς καὶ παρὰ πᾶσι δʼ ἐν πλείστῃ φυλακῇ, παῖδας καὶ γυναῖκας, ἐφʼ ὑμῖν ποιήσαντες σωφροσύνης πίστιν περὶ ὑμῶν ἔχοντες ἔδειξαν.
〔忒拜人的回复〕在这之后,他们便召唤你们并派遣使者。你们出征前往,你们奔赴驰援;姑且略过其间的细节,他们如此亲切友善地接待你们,以至于当他们的重装步兵和骑兵留在城外时,却将你们的军队迎入家宅与城邑之中,托付于他们的妻儿和最珍贵的事物之间。的确,在这一天,忒拜人向全人类展现了关于你们的三大最崇高的赞词:其一是勇敢,其二是正义,其三是自律节制。因为他们选择与你们并肩作战而非同你们对抗,以此断定你们比腓力更优越,所要求的也更公正;而他们将自己以及一切人皆施以最严密保护的妻儿交托于你们,表明了他们对你们节制品德的深切信任。
ἐν οἷς πᾶσιν, ἄνδρες Ἀθηναῖοι, κατά γʼ ὑμᾶς ὀρθῶς ἐφάνησαν ἐγνωκότες. οὔτε γὰρ εἰς τὴν πόλιν εἰσελθόντος τοῦ στρατοπέδου οὐδεὶς οὐδὲν οὐδʼ ἀδίκως ὑμῖν ἐνεκάλεσεν· οὕτω σώφρονας παρέσχεθʼ ὑμᾶς αὐτούς· δίς τε συμπαραταξάμενοι τὰς πρώτας μάχας, τήν τʼ ἐπὶ τοῦ ποταμοῦ καὶ τὴν χειμερινήν, οὐκ ἀμέμπτους μόνον ὑμᾶς αὐτοὺς ἀλλὰ καὶ θαυμαστοὺς ἐδείξατε τῷ κόσμῳ, ταῖς παρασκευαῖς, τῇ προθυμίᾳ. ἐφʼ οἷς παρὰ μὲν τῶν ἄλλων ὑμῖν ἐγίγνοντʼ ἔπαινοι, παρὰ δʼ ὑμῶν θυσίαι καὶ πομπαὶ τοῖς θεοῖς.
在所有这些方面,雅典人诸位,他们关于你们的判断被证明是完全正确的。因为军队入城之后,无一人对你们提出哪怕是不公正的指控;你们展现出了如此崇高的克制与自律。而且在最初的两场战役中——河畔之战与冬季之战——你们两次并肩列阵,以严明的纪律、周全的准备和昂扬的热情,不仅证明自己无可指摘,甚至令人叹为观止。为了这些功绩,各邦向你们献上赞誉,而你们则向诸神献上了祭品与游行盛典。
- 211ἔστιν ἃ
习惯性关系词结构 ἔστιν ἅ(类似于 ἔστιν οἵ,相当于不定代名词“某些事物”)作 παρέβην 的直接宾语,并统辖其后的部分格属格 τῶν ψηφισμάτων 与 τῶν πραχθέντων(“某些法令与行动”)。
- 212τῶν δʼ ὡς ἑτέρως συμβάντων
副词短语 ὡς ἑτέρως(“以另一种方式”)是对前文 τῶν δεόντων(“当行之事/得当之举”)的委婉对比,意指“不利的、相反的结果”。它修饰实质化分词 συμβάντων,整个中性复数属格短语作 αἰτίαν 的宾格性属格。
- 214ὥσπερ ἂν εἰ καὶ κατακλυσμὸν γεγενῆσθαι τῶν πραγμάτων ἡγούμενοι
比较条件惯用语 ὥσπερ ἂν εἰ(“如同、好似”)修饰分词 ἡγούμενοι,表达假设的心理状态。不定式短语 κατακλυσμὸν γεγενῆσθαι 作 ἡγούμενοι 的宾语,用“洪灾/剧变”(κατακλυσμόν)这一隐喻形象地表明局势经历覆灭性转变。
- 215ἐπὶ παῖδας καὶ γυναῖκας
介词短语 ἐπί 支配宾格在此处表示进入……所处的范围(“来到妻儿之中/身边”),强调客邦军队被信任并接入通常严密防卫的最为私密的家庭领域之中。
- 215καθʼ ὑμῶν
介词 κατά 接属格通常带有敌对含义(“反对……”),但在此处与 ἐγκώμια(颂词、赞美)连用,表示涉及的对象,意为“关于你们的”、“对你们的(赞扬)”。
