← 狄摩西尼

金冠辞

§204-210

先辈的自由气节与指着马拉松烈士的起誓

德摩斯梯尼引用先辈宁愿背井离乡亦誓死捍卫自由的崇高传统,申明自己的政治主张正是城邦固有气节的延续。他以著名的“马拉松誓词”指着希波战争阵亡将士起誓,力辩雅典人民抗击强权绝非过错,并敦促审判官在审理公共诉讼时怀抱无愧于先祖尊严的城邦气节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§204

καὶ ταῦθʼ οὕτω σεμνὰ καὶ προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετʼ εἶναι ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστʼ ἐπαινεῖτε. εἰκότως· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς,1 οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν εἰς τὰς τριήρεις ἐμβάντες ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες, οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκʼ αὐτοῦ.

你们认为这些事迹如此庄严,如此符合你们的品性,以致你们对先祖中实行这些事迹的人最为赞誉。这理所当然:因为谁能不钦佩那些先辈的崇高美德呢?他们为了不照命令行事,毅然忍受背井离乡、舍弃城邦,登上了三列桨战船;他们推选提出这一建言的德米斯托克利为统帅,而将主张服从命令的西尔西洛斯乱石砸死——不仅砸死了他本人,你们的妻子也将他的妻子乱石砸死。

§205

οὐ γὰρ ἐζήτουν οἱ τότʼ Ἀθηναῖοι οὔτε ῥήτορʼ οὔτε στρατηγὸν διʼ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει, καὶ φοβερωτέρας ἡγήσεται τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη, τοῦ θανάτου.

因为当时的雅典人既不寻找能够让他们安然为奴的演说家,也不寻找这样的将领;如果不能享有自由,他们甚至根本不屑于苟活。因为他们每个人都认为,自己不仅是为父母而生,更是为祖国而生。这两者有何分别?在于那自以为仅为父母而生的人,只会坐待命中注定而自然的死亡;而那也为祖国而生的人,宁愿赴死也不愿目睹祖国沦为奴隶,并且会将一个沦为奴隶的城邦中不得不承受的凌辱与耻辱,视为比死亡更可怕的事情。

§206

εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρουν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, οὐκ ἔσθʼ ὅστις οὐκ ἂν εἰκότως ἐπιτιμήσειέ μοι. νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω, καὶ δείκνυμʼ ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχεν τὸ φρόνημʼ ἡ πόλις, τῆς μέντοι διακονίας τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι·

因此,如果我企图声称是我引导你们树立了配得上先祖的豪迈志气,那么无人不会合情合理地斥责我。然而实际上,我阐明这些政治抉择属于你们自己,并证明城邦在我的时代之前就已怀有这种高昂气节;但我确实主张,在各项已行之事的具体施行与服务中,我也有一份功劳。

§207

οὗτος δὲ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει, τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἔμʼ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν λοιπὸν χρόνον ἐγκώμιʼ ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστʼ ἐμοῦ πολιτευσαμένου τουδὶ καταψηφιεῖσθε,2 ἡμαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν.

可是,这个人通过指控整个政策大局,并驱使你们对我怀恨在心,将我视为给城邦带来恐惧与危险的祸首,他极力想要剥夺我眼前的荣誉,却同时夺走了你们在未来整个世代当享的颂词。因为你们若认定我的施政并非最优而投票定这位被告有罪,你们就会被认为犯了过错,而非由于命运的不公与无情才承受了发生的一切。

§208

ἀλλʼ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετʼ, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, μὰ τοὺς Μαραθῶνι προκινδυνεύσαντας3 τῶν προγόνων, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ, καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασιν κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας αὐτῶν οὐδὲ τοὺς κρατήσαντας μόνους. δικαίως· ὃ μὲν γὰρ ἦν ἀνδρῶν ἀγαθῶν ἔργον ἅπασι πέπρακται· τῇ τύχῃ δʼ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.

然而绝不是,雅典人诸位,你们为众人的自由与拯救承担危险绝不是犯了过错!我指着先祖中在马拉松率先赴险的先驱,在普拉提亚列阵迎敌的勇士,在萨拉米斯进行海战的水兵,在阿耳忒弥西昂海角奋战的将士,以及长眠于公墓中的许许多多其他忠勇之士起誓!埃斯基涅斯啊,城邦一视同仁地认为他们所有人都配享同样的荣耀而将他们安葬,绝非仅仅安葬了其中成事之人或获胜之人。这也是合乎公义的:因为勇者应尽的本分已由全体完成,而他们所遭遇的,乃是神明分配给每个人的命运。

§209

ἔπειτʼ, ὦ κατάρατε καὶ γραμματοκύφων, σὺ μὲν τῆς παρὰ τουτωνὶ τιμῆς καὶ φιλανθρωπίας ἔμʼ ἀποστερῆσαι βουλόμενος τρόπαια καὶ μάχας καὶ παλαίʼ ἔργʼ ἔλεγες, ὧν τίνος προσεδεῖθʼ ὁ παρὼν ἀγὼν οὑτοσί; ἐμὲ δʼ, ὦ τριταγωνιστά, τὸν περὶ τῶν πρωτείων σύμβουλον τῇ πόλει παριόντα τὸ τίνος φρόνημα λαβόντʼ ἀναβαίνειν ἐπὶ τὸ βῆμʼ ἔδει; τὸ τοῦ τούτων ἀνάξιʼ ἐροῦντος;4 δικαίως μέντἂν ἀπέθανον.

随后,你这个该诅咒的抄写杂役,为了剥夺这些人对我的尊荣与仁厚,大谈什么凯旋纪念碑、战役与古代功业,但眼下这场审判何尝需要提及其中任何一项?而我,你这个三流戏子,当作为城邦角逐首领地位的建言者挺身而出时,应当怀着谁的气节登上讲坛呢?难道怀着一个会提出配不上这些祖先之主张者的气节吗?那我真该被处死!

§210

ἐπεὶ οὐδʼ ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, ἀπὸ τῆς αὐτῆς διανοίας δεῖ τάς τʼ ἰδίας δίκας καὶ τὰς δημοσίας κρίνειν, ἀλλὰ τὰ μὲν τοῦ καθʼ ἡμέραν βίου συμβόλαια ἐπὶ τῶν ἰδίων νόμων καὶ ἔργων σκοποῦντας, τὰς δὲ κοινὰς προαιρέσεις εἰς τὰ τῶν προγόνων ἀξιώματʼ ἀποβλέποντας. καὶ παραλαμβάνειν γʼ ἅμα τῇ βακτηρίᾳ καὶ τῷ συμβόλῳ τὸ φρόνημα τὸ τῆς πόλεως νομίζειν ἕκαστον ὑμῶν δεῖ, ὅταν τὰ δημόσιʼ εἰσίητε κρινοῦντες, εἴπερ ἄξιʼ ἐκείνων πράττειν οἴεσθε χρῆναι.

因为,雅典人诸位,你们也不应当以同样的心态去审判私人诉讼和公共案件,而应当根据专门的法律和事实来考量日常生活中的契约,在审视关乎共同体的政治决断时则必须仰望先祖的尊严。当你们步入法庭审判公共案件时,你们每个人都应当认定,在接过法官手杖与凭证的同时,你们也接过了城邦的崇高气节,只要你们认为自己理当做出配得上那些先辈的事迹。

语法注4 条
  1. 204τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς

    伴随表示钦佩、赞赏的动词 ἀγάσαιτο 的双重属格结构。名词短语 τῶν ἀνδρῶν ἐκείνων 表示钦佩的对象,抽象名词 τῆς ἀρετῆς 则作为原因属格,表示钦佩的缘由或依据。

  2. 207τουδὶ καταψηφιεῖσθε

    指示代词直指形式 τουδὶ(即 τοῦδε)所指的并非演说者德摩斯梯尼本人,而是法庭现场本案的形式被告克特西丰。表示投票定罪的动词 καταψηφίζομαι 支配受审定罪之人的属格(τουδὶ)。

  3. 208μὰ τοὺς Μαραθῶνι προκινδυνεύσαντας

    否定誓词小词 μά 支配对格,用于强烈证实并强化前面的否定断言 οὐκ ἔστιν ὅπως ἡμάρτετε(“你们绝不可能犯了错”)。这构成了著名的“马拉松誓词”的发端。

  4. 209τὸ τοῦ τούτων ἀνάξιʼ ἐροῦντος

    对反问性修辞疑问给出预先回答的高度紧缩省略构文。中性单数对格冠词 τό 后面承前省略了中心名词 φρόνημα,阳性属格冠词 τοῦ 后面则省略了被修饰的人物(如 ἀνδρός),与将来分词 ἐροῦντος 搭配(意为“怀着一个将要说出配不上这些先祖之事迹之人的气节”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:204-210